TITUS
Novum Testamentum graece
Part No. 73
Previous part

Chapter: 5 
Verse: 1    Μετὰ ταῦτα ἦν ἑορτὴ τῶν ᾽Ιουδαίων, καὶ ἀνέβη ᾽Ιησοῦς εἰς ῾Ιεροσόλυμα.
Verse: 2    
ἔστιν δὲ ἐν τοῖς ῾Ιεροσολύμοις ἐπὶ τῇ προβατικῇ κολυμβήϑρα ἐπιλεγομένη ῾Εβραϊστὶ Βηϑζαϑά, πέντε στοὰς ἔχουσα.
Verse: 3    
ἐν ταύταις κατέκειτο πλῆϑος τῶν ἀσϑενούντων, τυϕλῶν, χωλῶν, ξηρῶν.
Verse: 5    
ἦν δέ τις ἄνϑρωπος ἐκεῖ τριάκοντα [καὶ] ὀκτὼ ἔτη ἔχων ἐν τῇ ἀσϑενείᾳ αὐτοῦ·
Verse: 6    
τοῦτον ἰδὼν ᾽Ιησοῦς κατακείμενον, καὶ γνοὺς ὅτι πολὺν ἤδη χρόνον ἔχει, λέγει αὐτῷ, Θέλεις ὑγιὴς γενέσϑαι;
Verse: 7    
ἀπεκρίϑη αὐτῷ ἀσϑενῶν, Κύριε, ἄνϑρωπον οὐκ ἔχω ἵνα ὅταν ταραχϑῇ τὸ ὕδωρ βάλῃ με εἰς τὴν κολυμβήϑραν· ἐν δὲ ἔρχομαι ἐγὼ ἄλλος πρὸ ἐμοῦ καταβαίνει.
Verse: 8    
λέγει αὐτῷ ᾽Ιησοῦς, ῎Εγειρε ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει.
Verse: 9    
καὶ εὐϑέως ἐγένετο ὑγιὴς ἄνϑρωπος, καὶ ἦρεν τὸν κράβαττον αὐτοῦ καὶ περιεπάτει. ῏Ην δὲ σάββατον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ.
Verse: 10    
ἔλεγον οὖν οἱ ᾽Ιουδαῖοι τῷ τεϑεραπευμένῳ, Σάββατόν ἐστιν, καὶ οὐκ ἔξεστίν σοι ἆραι τὸν κράβαττόν σου.
Verse: 11    
δὲ ἀπεκρίϑη αὐτοῖς, ῾Ο ποιήσας με ὑγιῆ ἐκεῖνός μοι εἶπεν, ῏Αρον τὸν κράβαττόν σου καὶ περιπάτει.
Verse: 12    
ἠρώτησαν αὐτόν, Τίς ἐστιν ἄνϑρωπος εἰπών σοι, ῏Αρον καὶ περιπάτει;
Verse: 13    
δὲ ἰαϑεὶς οὐκ ᾔδει τίς ἐστιν, γὰρ ᾽Ιησοῦς ἐξένευσεν ὄχλου ὄντος ἐν τῷ τόπῳ.
Verse: 14    
μετὰ ταῦτα εὑρίσκει αὐτὸν ᾽Ιησοῦς ἐν τῷ ἱερῷ καὶ εἶπεν αὐτῷ, ῎Ιδε ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν σοί τι γένηται.
Verse: 15    
ἀπῆλϑεν ἄνϑρωπος καὶ ἀνήγγειλεν τοῖς ᾽Ιουδαίοις ὅτι ᾽Ιησοῦς ἐστιν ποιήσας αὐτὸν ὑγιῆ.
Verse: 16    
καὶ διὰ τοῦτο ἐδίωκον οἱ ᾽Ιουδαῖοι τὸν ᾽Ιησοῦν, ὅτι ταῦτα ἐποίει ἐν σαββάτῳ.
Verse: 17    
δὲ ᾽Ιησοῦς ἀπεκρίνατο αὐτοῖς, ῾Ο πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι.
Verse: 18    
διὰ τοῦτο οὖν μᾶλλον ἐζήτουν αὐτὸν οἱ ᾽Ιουδαῖοι ἀποκτεῖναι, ὅτι οὐ μόνον ἔλυεν τὸ σάββατον ἀλλὰ καὶ πατέρα ἴδιον ἔλεγεν τὸν ϑεόν, ἴσον ἑαυτὸν ποιῶν τῷ ϑεῷ.
Verse: 19    
᾽Απεκρίνατο οὖν ᾽Ιησοῦς καὶ ἔλεγεν αὐτοῖς, ᾽Αμὴν ἀμὴν λέγω ὑμῖν, οὐ δύναται υἱὸς ποιεῖν ἀϕ' ἑαυτοῦ οὐδὲν ἐὰν μή τι βλέπῃ τὸν πατέρα ποιοῦντα· γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ υἱὸς ὁμοίως ποιεῖ.
Verse: 20    
γὰρ πατὴρ ϕιλεῖ τὸν υἱὸν καὶ πάντα δείκνυσιν αὐτῷ αὐτὸς ποιεῖ, καὶ μείζονα τούτων δείξει αὐτῷ ἔργα, ἵνα ὑμεῖς ϑαυμάζητε.
Verse: 21    
ὥσπερ γὰρ πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζῳοποιεῖ, οὕτως καὶ υἱὸς οὓς ϑέλει ζῳοποιεῖ.
Verse: 22    
οὐδὲ γὰρ πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκεν τῷ υἱῷ,
Verse: 23    
ἵνα πάντες τιμῶσι τὸν υἱὸν καϑὼς τιμῶσι τὸν πατέρα. μὴ τιμῶν τὸν υἱὸν οὐ τιμᾷ τὸν πατέρα τὸν πέμψαντα αὐτόν.
Verse: 24    
᾽Αμὴν ἀμὴν λέγω ὑμῖν ὅτι τὸν λόγον μου ἀκούων καὶ πιστεύων τῷ πέμψαντί με ἔχει ζωὴν αἰώνιον, καὶ εἰς κρίσιν οὐκ ἔρχεται ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ ϑανάτου εἰς τὴν ζωήν.
Verse: 25    
ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἔρχεται ὥρα καὶ νῦν ἐστιν ὅτε οἱ νεκροὶ ἀκούσουσιν τῆς ϕωνῆς τοῦ υἱοῦ τοῦ ϑεοῦ καὶ οἱ ἀκούσαντες ζήσουσιν.
Verse: 26    
ὥσπερ γὰρ πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως καὶ τῷ υἱῷ ἔδωκεν ζωὴν ἔχειν ἐν ἑαυτῷ·
Verse: 27    
καὶ ἐξουσίαν ἔδωκεν αὐτῷ κρίσιν ποιεῖν, ὅτι υἱὸς ἀνϑρώπου ἐστίν.
Verse: 28    
μὴ ϑαυμάζετε τοῦτο, ὅτι ἔρχεται ὥρα ἐν πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσουσιν τῆς ϕωνῆς αὐτοῦ
Verse: 29    
καὶ ἐκπορεύσονται, οἱ τὰ ἀγαϑὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ ϕαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως.
Verse: 30    
Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ' ἐμαυτοῦ οὐδέν· καϑὼς ἀκούω κρίνω, καὶ κρίσις ἐμὴ δικαία ἐστίν, ὅτι οὐ ζητῶ τὸ ϑέλημα τὸ ἐμὸν ἀλλὰ τὸ ϑέλημα τοῦ πέμψαντός με.
Verse: 31    
ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, μαρτυρία μου οὐκ ἔστιν ἀληϑής·
Verse: 32    
ἄλλος ἐστὶν μαρτυρῶν περὶ ἐμοῦ, καὶ οἶδα ὅτι ἀληϑής ἐστιν μαρτυρία ἣν μαρτυρεῖ περὶ ἐμοῦ.
Verse: 33    
ὑμεῖς ἀπεστάλκατε πρὸς ᾽Ιωάννην, καὶ μεμαρτύρηκεν τῇ ἀληϑείᾳ·
Verse: 34    
ἐγὼ δὲ οὐ παρὰ ἀνϑρώπου τὴν μαρτυρίαν λαμβάνω, ἀλλὰ ταῦτα λέγω ἵνα ὑμεῖς σωϑῆτε.
Verse: 35    
ἐκεῖνος ἦν λύχνος καιόμενος καὶ ϕαίνων, ὑμεῖς δὲ ἠϑελήσατε ἀγαλλιαϑῆναι πρὸς ὥραν ἐν τῷ ϕωτὶ αὐτοῦ.
Verse: 36    
ἐγὼ δὲ ἔχω τὴν μαρτυρίαν μείζω τοῦ ᾽Ιωάννου· τὰ γὰρ ἔργα δέδωκέν μοι πατὴρ ἵνα τελειώσω αὐτά, αὐτὰ τὰ ἔργα ποιῶ, μαρτυρεῖ περὶ ἐμοῦ ὅτι πατήρ με ἀπέσταλκεν·
Verse: 37    
καὶ πέμψας με πατὴρ ἐκεῖνος μεμαρτύρηκεν περὶ ἐμοῦ. οὔτε ϕωνὴν αὐτοῦ πώποτε ἀκηκόατε οὔτε εἶδος αὐτοῦ ἑωράκατε,
Verse: 38    
καὶ τὸν λόγον αὐτοῦ οὐκ ἔχετε ἐν ὑμῖν μένοντα, ὅτι ὃν ἀπέστειλεν ἐκεῖνος τούτῳ ὑμεῖς οὐ πιστεύετε.
Verse: 39    
ἐραυνᾶτε τὰς γραϕάς, ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν· καὶ ἐκεῖναί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ·
Verse: 40    
καὶ οὐ ϑέλετε ἐλϑεῖν πρός με ἵνα ζωὴν ἔχητε.
Verse: 41    
Δόξαν παρὰ ἀνϑρώπων οὐ λαμβάνω,
Verse: 42    
ἀλλὰ ἔγνωκα ὑμᾶς ὅτι τὴν ἀγάπην τοῦ ϑεοῦ οὐκ ἔχετε ἐν ἑαυτοῖς.
Verse: 43    
ἐγὼ ἐλήλυϑα ἐν τῷ ὀνόματι τοῦ πατρός μου καὶ οὐ λαμβάνετέ με· ἐὰν ἄλλος ἔλϑῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήμψεσϑε.
Verse: 44    
πῶς δύνασϑε ὑμεῖς πιστεῦσαι, δόξαν παρὰ ἀλλήλων λαμβάνοντες καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου ϑεοῦ οὐ ζητεῖτε;
Verse: 45    
μὴ δοκεῖτε ὅτι ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν πατέρα· ἔστιν κατηγορῶν ὑμῶν Μωϋσῆς, εἰς ὃν ὑμεῖς ἠλπίκατε.
Verse: 46    
εἰ γὰρ ἐπιστεύετε Μωϋσεῖ, ἐπιστεύετε ἂν ἐμοί, περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν.
Verse: 47    
εἰ δὲ τοῖς ἐκείνου γράμμασιν οὐ πιστεύετε, πῶς τοῖς ἐμοῖς ῥήμασιν πιστεύσετε;

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.