TITUS
Novum Testamentum graece
Part No. 74
Previous part

Chapter: 6 
Verse: 1    Μετὰ ταῦτα ἀπῆλϑεν ᾽Ιησοῦς πέραν τῆς ϑαλάσσης τῆς Γαλιλαίας τῆς Τιβεριάδος.
Verse: 2    
ἠκολούϑει δὲ αὐτῷ ὄχλος πολύς, ὅτι ἐϑεώρουν τὰ σημεῖα ἐποίει ἐπὶ τῶν ἀσϑενούντων.
Verse: 3    
ἀνῆλϑεν δὲ εἰς τὸ ὄρος ᾽Ιησοῦς, καὶ ἐκεῖ ἐκάϑητο μετὰ τῶν μαϑητῶν αὐτοῦ.
Verse: 4    
ἦν δὲ ἐγγὺς τὸ πάσχα, ἑορτὴ τῶν ᾽Ιουδαίων.
Verse: 5    
ἐπάρας οὖν τοὺς ὀϕϑαλμοὺς ᾽Ιησοῦς καὶ ϑεασάμενος ὅτι πολὺς ὄχλος ἔρχεται πρὸς αὐτὸν λέγει πρὸς Φίλιππον, Πόϑεν ἀγοράσωμεν ἄρτους ἵνα ϕάγωσιν οὗτοι;
Verse: 6    
τοῦτο δὲ ἔλεγεν πειράζων αὐτόν, αὐτὸς γὰρ ᾔδει τί ἔμελλεν ποιεῖν.
Verse: 7    
ἀπεκρίϑη αὐτῷ Φίλιππος, Διακοσίων δηναρίων ἄρτοι οὐκ ἀρκοῦσιν αὐτοῖς ἵνα ἕκαστος βραχύ τι λάβῃ.
Verse: 8    
λέγει αὐτῷ εἷς ἐκ τῶν μαϑητῶν αὐτοῦ, ᾽Ανδρέας ἀδελϕὸς Σίμωνος Πέτρου,
Verse: 9    
῎Εστιν παιδάριον ὧδε ὃς ἔχει πέντε ἄρτους κριϑίνους καὶ δύο ὀψάρια· ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοσούτους;
Verse: 10    
εἶπεν ᾽Ιησοῦς, Ποιήσατε τοὺς ἀνϑρώπους ἀναπεσεῖν. ἦν δὲ χόρτος πολὺς ἐν τῷ τόπῳ. ἀνέπεσαν οὖν οἱ ἄνδρες τὸν ἀριϑμὸν ὡς πεντακισχίλιοι.
Verse: 11    
ἔλαβεν οὖν τοὺς ἄρτους ᾽Ιησοῦς καὶ εὐχαριστήσας διέδωκεν τοῖς ἀνακειμένοις, ὁμοίως καὶ ἐκ τῶν ὀψαρίων ὅσον ἤϑελον.
Verse: 12    
ὡς δὲ ἐνεπλήσϑησαν λέγει τοῖς μαϑηταῖς αὐτοῦ, Συναγάγετε τὰ περισσεύσαντα κλάσματα, ἵνα μή τι ἀπόληται.
Verse: 13    
συνήγαγον οὖν, καὶ ἐγέμισαν δώδεκα κοϕίνους κλασμάτων ἐκ τῶν πέντε ἄρτων τῶν κριϑίνων ἐπερίσσευσαν τοῖς βεβρωκόσιν.
Verse: 14    
Οἱ οὖν ἄνϑρωποι ἰδόντες ἐποίησεν σημεῖον ἔλεγον ὅτι Οὗτός ἐστιν ἀληϑῶς προϕήτης ἐρχόμενος εἰς τὸν κόσμον.
Verse: 15    
᾽Ιησοῦς οὖν γνοὺς ὅτι μέλλουσιν ἔρχεσϑαι καὶ ἁρπάζειν αὐτὸν ἵνα ποιήσωσιν βασιλέα ἀνεχώρησεν πάλιν εἰς τὸ ὄρος αὐτὸς μόνος.
Verse: 16    
῾Ως δὲ ὀψία ἐγένετο κατέβησαν οἱ μαϑηταὶ αὐτοῦ ἐπὶ τὴν ϑάλασσαν,
Verse: 17    
καὶ ἐμβάντες εἰς πλοῖον ἤρχοντο πέραν τῆς ϑαλάσσης εἰς Καϕαρναούμ. καὶ σκοτία ἤδη ἐγεγόνει καὶ οὔπω ἐληλύϑει πρὸς αὐτοὺς ᾽Ιησοῦς,
Verse: 18    
τε ϑάλασσα ἀνέμου μεγάλου πνέοντος διεγείρετο.
Verse: 19    
ἐληλακότες οὖν ὡς σταδίους εἴκοσι πέντε τριάκοντα ϑεωροῦσιν τὸν ᾽Ιησοῦν περιπατοῦντα ἐπὶ τῆς ϑαλάσσης καὶ ἐγγὺς τοῦ πλοίου γινόμενον, καὶ ἐϕοβήϑησαν.
Verse: 20    
δὲ λέγει αὐτοῖς, ᾽Εγώ εἰμι, μὴ ϕοβεῖσϑε.
Verse: 21    
ἤϑελον οὖν λαβεῖν αὐτὸν εἰς τὸ πλοῖον, καὶ εὐϑέως ἐγένετο τὸ πλοῖον ἐπὶ τῆς γῆς εἰς ἣν ὑπῆγον.
Verse: 22    
Τῇ ἐπαύριον ὄχλος ἑστηκὼς πέραν τῆς ϑαλάσσης εἶδον ὅτι πλοιάριον ἄλλο οὐκ ἦν ἐκεῖ εἰ μὴ ἕν, καὶ ὅτι οὐ συνεισῆλϑεν τοῖς μαϑηταῖς αὐτοῦ ᾽Ιησοῦς εἰς τὸ πλοῖον ἀλλὰ μόνοι οἱ μαϑηταὶ αὐτοῦ ἀπῆλϑον·
Verse: 23    
ἄλλα ἦλϑεν πλοῖα ἐκ Τιβεριάδος ἐγγὺς τοῦ τόπου ὅπου ἔϕαγον τὸν ἄρτον [εὐχαριστήσαντος τοῦ κυρίου].
Verse: 24    
ὅτε οὖν εἶδεν ὄχλος ὅτι ᾽Ιησοῦς οὐκ ἔστιν ἐκεῖ οὐδὲ οἱ μαϑηταὶ αὐτοῦ, ἐνέβησαν αὐτοὶ εἰς τὰ πλοιάρια καὶ ἦλϑον εἰς Καϕαρναοὺμ ζητοῦντες τὸν ᾽Ιησοῦν.
Verse: 25    
καὶ εὑρόντες αὐτὸν πέραν τῆς ϑαλάσσης εἶπον αὐτῷ, ῾Ραββί, πότε ὧδε γέγονας;
Verse: 26    
ἀπεκρίϑη αὐτοῖς ᾽Ιησοῦς καὶ εἶπεν, ᾽Αμὴν ἀμὴν λέγω ὑμῖν, ζητεῖτέ με οὐχ ὅτι εἴδετε σημεῖα ἀλλ' ὅτι ἐϕάγετε ἐκ τῶν ἄρτων καὶ ἐχορτάσϑητε.
Verse: 27    
ἐργάζεσϑε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον, ἣν υἱὸς τοῦ ἀνϑρώπου ὑμῖν δώσει· τοῦτον γὰρ πατὴρ ἐσϕράγισεν ϑεός.
Verse: 28    
εἶπον οὖν πρὸς αὐτόν, Τί ποιῶμεν ἵνα ἐργαζώμεϑα τὰ ἔργα τοῦ ϑεοῦ;
Verse: 29    
ἀπεκρίϑη ᾽Ιησοῦς καὶ εἶπεν αὐτοῖς, Τοῦτό ἐστιν τὸ ἔργον τοῦ ϑεοῦ, ἵνα πιστεύητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος.
Verse: 30    
εἶπον οὖν αὐτῷ, Τί οὖν ποιεῖς σὺ σημεῖον, ἵνα ἴδωμεν καὶ πιστεύσωμέν σοι; τί ἐργάζῃ;
Verse: 31    
οἱ πατέρες ἡμῶν τὸ μάννα ἔϕαγον ἐν τῇ ἐρήμῳ, καϑώς ἐστιν γεγραμμένον, ῎Αρτον ἐκ τοῦ οὐρανοῦ ἔδωκεν αὐτοῖς ϕαγεῖν.
Verse: 32    
εἶπεν οὖν αὐτοῖς ᾽Ιησοῦς, ᾽Αμὴν ἀμὴν λέγω ὑμῖν, οὐ Μωϋσῆς δέδωκεν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ, ἀλλ' πατήρ μου δίδωσιν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀληϑινόν·
Verse: 33    
γὰρ ἄρτος τοῦ ϑεοῦ ἐστιν καταβαίνων ἐκ τοῦ οὐρανοῦ καὶ ζωὴν διδοὺς τῷ κόσμῳ.
Verse: 34    
Εἶπον οὖν πρὸς αὐτόν, Κύριε, πάντοτε δὸς ἡμῖν τὸν ἄρτον τοῦτον.
Verse: 35    
εἶπεν αὐτοῖς ᾽Ιησοῦς, ᾽Εγώ εἰμι ἄρτος τῆς ζωῆς· ἐρχόμενος πρός με οὐ μὴ πεινάσῃ, καὶ πιστεύων εἰς ἐμὲ οὐ μὴ διψήσει πώποτε.
Verse: 36    
ἀλλ' εἶπον ὑμῖν ὅτι καὶ ἑωράκατέ [με] καὶ οὐ πιστεύετε.
Verse: 37    
Πᾶν δίδωσίν μοι πατὴρ πρὸς ἐμὲ ἥξει, καὶ τὸν ἐρχόμενον πρὸς ἐμὲ οὐ μὴ ἐκβάλω ἔξω,
Verse: 38    
ὅτι καταβέβηκα ἀπὸ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ ϑέλημα τὸ ἐμὸν ἀλλὰ τὸ ϑέλημα τοῦ πέμψαντός με·
Verse: 39    
τοῦτο δέ ἐστιν τὸ ϑέλημα τοῦ πέμψαντός με, ἵνα πᾶν δέδωκέν μοι μὴ ἀπολέσω ἐξ αὐτοῦ ἀλλὰ ἀναστήσω αὐτὸ [ἐν] τῇ ἐσχάτῃ ἡμέρᾳ.
Verse: 40    
τοῦτο γάρ ἐστιν τὸ ϑέλημα τοῦ πατρός μου, ἵνα πᾶς ϑεωρῶν τὸν υἱὸν καὶ πιστεύων εἰς αὐτὸν ἔχῃ ζωὴν αἰώνιον, καὶ ἀναστήσω αὐτὸν ἐγὼ [ἐν] τῇ ἐσχάτῃ ἡμέρᾳ.
Verse: 41    
᾽Εγόγγυζον οὖν οἱ ᾽Ιουδαῖοι περὶ αὐτοῦ ὅτι εἶπεν, ᾽Εγώ εἰμι ἄρτος καταβὰς ἐκ τοῦ οὐρανοῦ,
Verse: 42    
καὶ ἔλεγον, Οὐχ οὗτός ἐστιν ᾽Ιησοῦς υἱὸς ᾽Ιωσήϕ, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα; πῶς νῦν λέγει ὅτι ᾽Εκ τοῦ οὐρανοῦ καταβέβηκα;
Verse: 43    
ἀπεκρίϑη ᾽Ιησοῦς καὶ εἶπεν αὐτοῖς, Μὴ γογγύζετε μετ' ἀλλήλων.
Verse: 44    
οὐδεὶς δύναται ἐλϑεῖν πρός με ἐὰν μὴ πατὴρ πέμψας με ἑλκύσῃ αὐτόν, κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.
Verse: 45    
ἔστιν γεγραμμένον ἐν τοῖς προϕήταις, Καὶ ἔσονται πάντες διδακτοὶ ϑεοῦ·πᾶς ἀκούσας παρὰ τοῦ πατρὸς καὶ μαϑὼν ἔρχεται πρὸς ἐμέ.
Verse: 46    
οὐχ ὅτι τὸν πατέρα ἑώρακέν τις εἰ μὴ ὢν παρὰ τοῦ ϑεοῦ, οὗτος ἑώρακεν τὸν πατέρα.
Verse: 47    
ἀμὴν ἀμὴν λέγω ὑμῖν, πιστεύων ἔχει ζωὴν αἰώνιον.
Verse: 48    
ἐγώ εἰμι ἄρτος τῆς ζωῆς.
Verse: 49    
οἱ πατέρες ὑμῶν ἔϕαγον ἐν τῇ ἐρήμῳ τὸ μάννα καὶ ἀπέϑανον·
Verse: 50    
οὗτός ἐστιν ἄρτος ἐκ τοῦ οὐρανοῦ καταβαίνων ἵνα τις ἐξ αὐτοῦ ϕάγῃ καὶ μὴ ἀποϑάνῃ.
Verse: 51    
ἐγώ εἰμι ἄρτος ζῶν ἐκ τοῦ οὐρανοῦ καταβάς· ἐάν τις ϕάγῃ ἐκ τούτου τοῦ ἄρτου ζήσει εἰς τὸν αἰῶνα· καὶ ἄρτος δὲ ὃν ἐγὼ δώσω σάρξ μού ἐστιν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς.
Verse: 52    
᾽Εμάχοντο οὖν πρὸς ἀλλήλους οἱ ᾽Ιουδαῖοι λέγοντες, Πῶς δύναται οὗτος ἡμῖν δοῦναι τὴν σάρκα [αὐτοῦ] ϕαγεῖν;
Verse: 53    
εἶπεν οὖν αὐτοῖς ᾽Ιησοῦς, ᾽Αμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ϕάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνϑρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς.
Verse: 54    
τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον, κἀγὼ ἀναστήσω αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ·
Verse: 55    
γὰρ σάρξ μου ἀληϑής ἐστιν βρῶσις, καὶ τὸ αἷμά μου ἀληϑής ἐστιν πόσις.
Verse: 56    
τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῷ.
Verse: 57    
καϑὼς ἀπέστειλέν με ζῶν πατὴρ κἀγὼ ζῶ διὰ τὸν πατέρα, καὶ τρώγων με κἀκεῖνος ζήσει δι' ἐμέ.
Verse: 58    
οὗτός ἐστιν ἄρτος ἐκ τοῦ οὐρανοῦ καταβάς, οὐ καϑὼς ἔϕαγον οἱ πατέρες καὶ ἀπέϑανον· τρώγων τοῦτον τὸν ἄρτον ζήσει εἰς τὸν αἰῶνα.
Verse: 59    
Ταῦτα εἶπεν ἐν συναγωγῇ διδάσκων ἐν Καϕαρναούμ.
Verse: 60    
Πολλοὶ οὖν ἀκούσαντες ἐκ τῶν μαϑητῶν αὐτοῦ εἶπαν, Σκληρός ἐστιν λόγος οὗτος· τίς δύναται αὐτοῦ ἀκούειν;
Verse: 61    
εἰδὼς δὲ ᾽Ιησοῦς ἐν ἑαυτῷ ὅτι γογγύζουσιν περὶ τούτου οἱ μαϑηταὶ αὐτοῦ εἶπεν αὐτοῖς, Τοῦτο ὑμᾶς σκανδαλίζει;
Verse: 62    
ἐὰν οὖν ϑεωρῆτε τὸν υἱὸν τοῦ ἀνϑρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον;
Verse: 63    
τὸ πνεῦμά ἐστιν τὸ ζῳοποιοῦν, σὰρξ οὐκ ὠϕελεῖ οὐδέν· τὰ ῥήματα ἐγὼ λελάληκα ὑμῖν πνεῦμά ἐστιν καὶ ζωή ἐστιν.
Verse: 64    
ἀλλ' εἰσὶν ἐξ ὑμῶν τινες οἳ οὐ πιστεύουσιν. ᾔδει γὰρ ἐξ ἀρχῆς ᾽Ιησοῦς τίνες εἰσὶν οἱ μὴ πιστεύοντες καὶ τίς ἐστιν παραδώσων αὐτόν.
Verse: 65    
καὶ ἔλεγεν, Διὰ τοῦτο εἴρηκα ὑμῖν ὅτι οὐδεὶς δύναται ἐλϑεῖν πρός με ἐὰν μὴ δεδομένον αὐτῷ ἐκ τοῦ πατρός.
Verse: 66    
᾽Εκ τούτου [οὖν] πολλοὶ ἐκ τῶν μαϑητῶν αὐτοῦ ἀπῆλϑον εἰς τὰ ὀπίσω καὶ οὐκέτι μετ' αὐτοῦ περιεπάτουν.
Verse: 67    
εἶπεν οὖν ᾽Ιησοῦς τοῖς δώδεκα, Μὴ καὶ ὑμεῖς ϑέλετε ὑπάγειν;
Verse: 68    
ἀπεκρίϑη αὐτῷ Σίμων Πέτρος, Κύριε, πρὸς τίνα ἀπελευσόμεϑα; ῥήματα ζωῆς αἰωνίου ἔχεις,
Verse: 69    
καὶ ἡμεῖς πεπιστεύκαμεν καὶ ἐγνώκαμεν ὅτι σὺ εἶ ἅγιος τοῦ ϑεοῦ.
Verse: 70    
ἀπεκρίϑη αὐτοῖς ᾽Ιησοῦς, Οὐκ ἐγὼ ὑμᾶς τοὺς δώδεκα ἐξελεξάμην, καὶ ἐξ ὑμῶν εἷς διάβολός ἐστιν;
Verse: 71    
ἔλεγεν δὲ τὸν ᾽Ιούδαν Σίμωνος ᾽Ισκαριώτου· οὗτος γὰρ ἔμελλεν παραδιδόναι αὐτόν, εἷς [ὢν] ἐκ τῶν δώδεκα.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.