TITUS
Novum Testamentum graece
Part No. 75
Previous part

Chapter: 7 
Verse: 1    Καὶ μετὰ ταῦτα περιεπάτει ᾽Ιησοῦς ἐν τῇ Γαλιλαίᾳ· οὐ γὰρ ἤϑελεν ἐν τῇ ᾽Ιουδαίᾳ περιπατεῖν, ὅτι ἐζήτουν αὐτὸν οἱ ᾽Ιουδαῖοι ἀποκτεῖναι.
Verse: 2    
ἦν δὲ ἐγγὺς ἑορτὴ τῶν ᾽Ιουδαίων σκηνοπηγία.
Verse: 3    
εἶπον οὖν πρὸς αὐτὸν οἱ ἀδελϕοὶ αὐτοῦ, Μετάβηϑι ἐντεῦϑεν καὶ ὕπαγε εἰς τὴν ᾽Ιουδαίαν, ἵνα καὶ οἱ μαϑηταί σου ϑεωρήσουσιν [σοῦ] τὰ ἔργα ποιεῖς·
Verse: 4    
οὐδεὶς γάρ τι ἐν κρυπτῷ ποιεῖ καὶ ζητεῖ αὐτὸς ἐν παρρησίᾳ εἶναι. εἰ ταῦτα ποιεῖς, ϕανέρωσον σεαυτὸν τῷ κόσμῳ.
Verse: 5    
οὐδὲ γὰρ οἱ ἀδελϕοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν.
Verse: 6    
λέγει οὖν αὐτοῖς ᾽Ιησοῦς, ῾Ο καιρὸς ἐμὸς οὔπω πάρεστιν, δὲ καιρὸς ὑμέτερος πάντοτέ ἐστιν ἕτοιμος.
Verse: 7    
οὐ δύναται κόσμος μισεῖν ὑμᾶς, ἐμὲ δὲ μισεῖ, ὅτι ἐγὼ μαρτυρῶ περὶ αὐτοῦ ὅτι τὰ ἔργα αὐτοῦ πονηρά ἐστιν.
Verse: 8    
ὑμεῖς ἀνάβητε εἰς τὴν ἑορτήν· ἐγὼ οὐκ ἀναβαίνω εἰς τὴν ἑορτὴν ταύτην, ὅτι ἐμὸς καιρὸς οὔπω πεπλήρωται.
Verse: 9    
ταῦτα δὲ εἰπὼν αὐτὸς ἔμεινεν ἐν τῇ Γαλιλαίᾳ.
Verse: 10    
῾Ως δὲ ἀνέβησαν οἱ ἀδελϕοὶ αὐτοῦ εἰς τὴν ἑορτήν, τότε καὶ αὐτὸς ἀνέβη, οὐ ϕανερῶς ἀλλ' ἐν κρυπτῷ.
Verse: 11    
οἱ οὖν ᾽Ιουδαῖοι ἐζήτουν αὐτὸν ἐν τῇ ἑορτῇ καὶ ἔλεγον, Ποῦ ἐστιν ἐκεῖνος;
Verse: 12    
καὶ γογγυσμὸς περὶ αὐτοῦ ἦν [πολὺς] ἐν τῷ ὄχλῳ· οἱ μὲν ἔλεγον ὅτι ᾽Αγαϑός ἐστιν, ἄλλοι [δὲ] ἔλεγον, Οὔ, ἀλλὰ πλανᾷ τὸν ὄχλον.
Verse: 13    
οὐδεὶς μέντοι παρρησίᾳ ἐλάλει περὶ αὐτοῦ διὰ τὸν ϕόβον τῶν ᾽Ιουδαίων.
Verse: 14    
῎Ηδη δὲ τῆς ἑορτῆς μεσούσης ἀνέβη ᾽Ιησοῦς εἰς τὸ ἱερὸν καὶ ἐδίδασκεν.
Verse: 15    
ἐϑαύμαζον οὖν οἱ ᾽Ιουδαῖοι λέγοντες, Πῶς οὗτος γράμματα οἶδεν μὴ μεμαϑηκώς;
Verse: 16    
ἀπεκρίϑη οὖν αὐτοῖς [ὁ] ᾽Ιησοῦς καὶ εἶπεν, ῾Η ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμὴ ἀλλὰ τοῦ πέμψαντός με·
Verse: 17    
ἐάν τις ϑέλῃ τὸ ϑέλημα αὐτοῦ ποιεῖν, γνώσεται περὶ τῆς διδαχῆς πότερον ἐκ τοῦ ϑεοῦ ἐστιν ἐγὼ ἀπ' ἐμαυτοῦ λαλῶ.
Verse: 18    
ἀϕ' ἑαυτοῦ λαλῶν τὴν δόξαν τὴν ἰδίαν ζητεῖ· δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτόν, οὗτος ἀληϑής ἐστιν καὶ ἀδικία ἐν αὐτῷ οὐκ ἔστιν.
Verse: 19    
οὐ Μωϋσῆς δέδωκεν ὑμῖν τὸν νόμον; καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον. τί με ζητεῖτε ἀποκτεῖναι;
Verse: 20    
ἀπεκρίϑη ὄχλος, Δαιμόνιον ἔχεις· τίς σε ζητεῖ ἀποκτεῖναι;
Verse: 21    
ἀπεκρίϑη ᾽Ιησοῦς καὶ εἶπεν αὐτοῖς, ῝Εν ἔργον ἐποίησα καὶ πάντες ϑαυμάζετε.
Verse: 22    
διὰ τοῦτο Μωϋσῆς δέδωκεν ὑμῖν τὴν περιτομήν οὐχ ὅτι ἐκ τοῦ Μωϋσέως ἐστὶν ἀλλ' ἐκ τῶν πατέρων καὶ ἐν σαββάτῳ περιτέμνετε ἄνϑρωπον.
Verse: 23    
εἰ περιτομὴν λαμβάνει ἄνϑρωπος ἐν σαββάτῳ ἵνα μὴ λυϑῇ νόμος Μωϋσέως, ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνϑρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ;
Verse: 24    
μὴ κρίνετε κατ' ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνετε.
Verse: 25    
῎Ελεγον οὖν τινες ἐκ τῶν ῾Ιεροσολυμιτῶν, Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι;
Verse: 26    
καὶ ἴδε παρρησίᾳ λαλεῖ καὶ οὐδὲν αὐτῷ λέγουσιν. μήποτε ἀληϑῶς ἔγνωσαν οἱ ἄρχοντες ὅτι οὗτός ἐστιν Χριστός;
Verse: 27    
ἀλλὰ τοῦτον οἴδαμεν πόϑεν ἐστίν· δὲ Χριστὸς ὅταν ἔρχηται οὐδεὶς γινώσκει πόϑεν ἐστίν.
Verse: 28    
ἔκραξεν οὖν ἐν τῷ ἱερῷ διδάσκων ᾽Ιησοῦς καὶ λέγων, Κἀμὲ οἴδατε καὶ οἴδατε πόϑεν εἰμί· καὶ ἀπ' ἐμαυτοῦ οὐκ ἐλήλυϑα, ἀλλ' ἔστιν ἀληϑινὸς πέμψας με, ὃν ὑμεῖς οὐκ οἴδατε·
Verse: 29    
ἐγὼ οἶδα αὐτόν, ὅτι παρ' αὐτοῦ εἰμι κἀκεῖνός με ἀπέστειλεν.
Verse: 30    
᾽Εζήτουν οὖν αὐτὸν πιάσαι, καὶ οὐδεὶς ἐπέβαλεν ἐπ' αὐτὸν τὴν χεῖρα, ὅτι οὔπω ἐληλύϑει ὥρα αὐτοῦ.
Verse: 31    
᾽Εκ τοῦ ὄχλου δὲ πολλοὶ ἐπίστευσαν εἰς αὐτόν, καὶ ἔλεγον, ῾Ο Χριστὸς ὅταν ἔλϑῃ μὴ πλείονα σημεῖα ποιήσει ὧν οὗτος ἐποίησεν;
Verse: 32    
῎Ηκουσαν οἱ Φαρισαῖοι τοῦ ὄχλου γογγύζοντος περὶ αὐτοῦ ταῦτα, καὶ ἀπέστειλαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ὑπηρέτας ἵνα πιάσωσιν αὐτόν.
Verse: 33    
εἶπεν οὖν ᾽Ιησοῦς, ῎Ετι χρόνον μικρὸν μεϑ' ὑμῶν εἰμι καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με.
Verse: 34    
ζητήσετέ με καὶ οὐχ εὑρήσετέ [με], καὶ ὅπου εἰμὶ ἐγὼ ὑμεῖς οὐ δύνασϑε ἐλϑεῖν.
Verse: 35    
εἶπον οὖν οἱ ᾽Ιουδαῖοι πρὸς ἑαυτούς, Ποῦ οὗτος μέλλει πορεύεσϑαι ὅτι ἡμεῖς οὐχ εὑρήσομεν αὐτόν; μὴ εἰς τὴν διασπορὰν τῶν ῾Ελλήνων μέλλει πορεύεσϑαι καὶ διδάσκειν τοὺς ῞Ελληνας;
Verse: 36    
τίς ἐστιν λόγος οὗτος ὃν εἶπεν, Ζητήσετέ με καὶ οὐχ εὑρήσετέ [με], καὶ ὅπου εἰμὶ ἐγὼ ὑμεῖς οὐ δύνασϑε ἐλϑεῖν;
Verse: 37    
᾽Εν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς εἱστήκει ᾽Ιησοῦς καὶ ἔκραξεν λέγων, ᾽Εάν τις διψᾷ ἐρχέσϑω πρός με καὶ πινέτω.
Verse: 38    
πιστεύων εἰς ἐμέ, καϑὼς εἶπεν γραϕή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος.
Verse: 39    
τοῦτο δὲ εἶπεν περὶ τοῦ πνεύματος ἔμελλον λαμβάνειν οἱ πιστεύσαντες εἰς αὐτόν· οὔπω γὰρ ἦν πνεῦμα, ὅτι ᾽Ιησοῦς οὐδέπω ἐδοξάσϑη.
Verse: 40    
᾽Εκ τοῦ ὄχλου οὖν ἀκούσαντες τῶν λόγων τούτων ἔλεγον, Οὗτός ἐστιν ἀληϑῶς προϕήτης·
Verse: 41    
ἄλλοι ἔλεγον, Οὗτός ἐστιν Χριστός· οἱ δὲ ἔλεγον, Μὴ γὰρ ἐκ τῆς Γαλιλαίας Χριστὸς ἔρχεται;
Verse: 42    
οὐχ γραϕὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαυίδ, καὶ ἀπὸ Βηϑλέεμ τῆς κώμης ὅπου ἦν Δαυίδ, Χριστὸς ἔρχεται;
Verse: 43    
σχίσμα οὖν ἐγένετο ἐν τῷ ὄχλῳ δι' αὐτόν.
Verse: 44    
τινὲς δὲ ἤϑελον ἐξ αὐτῶν πιάσαι αὐτόν, ἀλλ' οὐδεὶς ἐπέβαλεν ἐπ' αὐτὸν τὰς χεῖρας.
Verse: 45    
῏Ηλϑον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους, καὶ εἶπον αὐτοῖς ἐκεῖνοι, Διὰ τί οὐκ ἠγάγετε αὐτόν;
Verse: 46    
ἀπεκρίϑησαν οἱ ὑπηρέται, Οὐδέποτε ἐλάλησεν οὕτως ἄνϑρωπος.
Verse: 47    
ἀπεκρίϑησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι, Μὴ καὶ ὑμεῖς πεπλάνησϑε;
Verse: 48    
μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν ἐκ τῶν Φαρισαίων;
Verse: 49    
ἀλλὰ ὄχλος οὗτος μὴ γινώσκων τὸν νόμον ἐπάρατοί εἰσιν.
Verse: 50    
λέγει Νικόδημος πρὸς αὐτούς, ἐλϑὼν πρὸς αὐτὸν τὸ πρότερον, εἷς ὢν ἐξ αὐτῶν,
Verse: 51    
Μὴ νόμος ἡμῶν κρίνει τὸν ἄνϑρωπον ἐὰν μὴ ἀκούσῃ πρῶτον παρ' αὐτοῦ καὶ γνῷ τί ποιεῖ;
Verse: 52    
ἀπεκρίϑησαν καὶ εἶπαν αὐτῷ, Μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ; ἐραύνησον καὶ ἴδε ὅτι προϕήτης ἐκ τῆς Γαλιλαίας οὐκ ἐγείρεται.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.