TITUS
Novum Testamentum graece
Part No. 76
Previous part

Chapter: 8 
Verse: 12    Πάλιν οὖν αὐτοῖς ἐλάλησεν ᾽Ιησοῦς λέγων, ᾽Εγώ εἰμι τὸ ϕῶς τοῦ κόσμου· ἀκολουϑῶν ἐμοὶ οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ' ἕξει τὸ ϕῶς τῆς ζωῆς.
Verse: 13    
εἶπον οὖν αὐτῷ οἱ Φαρισαῖοι, Σὺ περὶ σεαυτοῦ μαρτυρεῖς· μαρτυρία σου οὐκ ἔστιν ἀληϑής.
Verse: 14    
ἀπεκρίϑη ᾽Ιησοῦς καὶ εἶπεν αὐτοῖς, Κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἀληϑής ἐστιν μαρτυρία μου, ὅτι οἶδα πόϑεν ἦλϑον καὶ ποῦ ὑπάγω· ὑμεῖς δὲ οὐκ οἴδατε πόϑεν ἔρχομαι ποῦ ὑπάγω.
Verse: 15    
ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε, ἐγὼ οὐ κρίνω οὐδένα.
Verse: 16    
καὶ ἐὰν κρίνω δὲ ἐγώ, κρίσις ἐμὴ ἀληϑινή ἐστιν, ὅτι μόνος οὐκ εἰμί, ἀλλ' ἐγὼ καὶ πέμψας με πατήρ.
Verse: 17    
καὶ ἐν τῷ νόμῳ δὲ τῷ ὑμετέρῳ γέγραπται ὅτι δύο ἀνϑρώπων μαρτυρία ἀληϑής ἐστιν.
Verse: 18    
ἐγώ εἰμι μαρτυρῶν περὶ ἐμαυτοῦ καὶ μαρτυρεῖ περὶ ἐμοῦ πέμψας με πατήρ.
Verse: 19    
ἔλεγον οὖν αὐτῷ, Ποῦ ἐστιν πατήρ σου; ἀπεκρίϑη ᾽Ιησοῦς, Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου· εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν πατέρα μου ἂν ᾔδειτε.
Verse: 20    
Ταῦτα τὰ ῥήματα ἐλάλησεν ἐν τῷ γαζοϕυλακίῳ διδάσκων ἐν τῷ ἱερῷ· καὶ οὐδεὶς ἐπίασεν αὐτόν, ὅτι οὔπω ἐληλύϑει ὥρα αὐτοῦ.
Verse: 21    
Εἶπεν οὖν πάλιν αὐτοῖς, ᾽Εγὼ ὑπάγω καὶ ζητήσετέ με, καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποϑανεῖσϑε· ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασϑε ἐλϑεῖν.
Verse: 22    
ἔλεγον οὖν οἱ ᾽Ιουδαῖοι, Μήτι ἀποκτενεῖ ἑαυτόν, ὅτι λέγει, ῞Οπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασϑε ἐλϑεῖν;
Verse: 23    
καὶ ἔλεγεν αὐτοῖς, ῾Υμεῖς ἐκ τῶν κάτω ἐστέ, ἐγὼ ἐκ τῶν ἄνω εἰμί· ὑμεῖς ἐκ τούτου τοῦ κόσμου ἐστέ, ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου.
Verse: 24    
εἶπον οὖν ὑμῖν ὅτι ἀποϑανεῖσϑε ἐν ταῖς ἁμαρτίαις ὑμῶν· ἐὰν γὰρ μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἀποϑανεῖσϑε ἐν ταῖς ἁμαρτίαις ὑμῶν.
Verse: 25    
ἔλεγον οὖν αὐτῷ, Σὺ τίς εἶ; εἶπεν αὐτοῖς ᾽Ιησοῦς, Τὴν ἀρχὴν τι καὶ λαλῶ ὑμῖν;
Verse: 26    
πολλὰ ἔχω περὶ ὑμῶν λαλεῖν καὶ κρίνειν· ἀλλ' πέμψας με ἀληϑής ἐστιν, κἀγὼ ἤκουσα παρ' αὐτοῦ ταῦτα λαλῶ εἰς τὸν κόσμον.
Verse: 27    
οὐκ ἔγνωσαν ὅτι τὸν πατέρα αὐτοῖς ἔλεγεν.
Verse: 28    
εἶπεν οὖν [αὐτοῖς] ᾽Ιησοῦς, ῞Οταν ὑψώσητε τὸν υἱὸν τοῦ ἀνϑρώπου, τότε γνώσεσϑε ὅτι ἐγώ εἰμι, καὶ ἀπ' ἐμαυτοῦ ποιῶ οὐδέν, ἀλλὰ καϑὼς ἐδίδαξέν με πατὴρ ταῦτα λαλῶ.
Verse: 29    
καὶ πέμψας με μετ' ἐμοῦ ἐστιν· οὐκ ἀϕῆκέν με μόνον, ὅτι ἐγὼ τὰ ἀρεστὰ αὐτῷ ποιῶ πάντοτε.
Verse: 30    
Ταῦτα αὐτοῦ λαλοῦντος πολλοὶ ἐπίστευσαν εἰς αὐτόν.
Verse: 31    
῎Ελεγεν οὖν ᾽Ιησοῦς πρὸς τοὺς πεπιστευκότας αὐτῷ ᾽Ιουδαίους, ᾽Εὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληϑῶς μαϑηταί μού ἐστε,
Verse: 32    
καὶ γνώσεσϑε τὴν ἀλήϑειαν, καὶ ἀλήϑεια ἐλευϑερώσει ὑμᾶς.
Verse: 33    
ἀπεκρίϑησαν πρὸς αὐτόν, Σπέρμα ᾽Αβραάμ ἐσμεν καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε· πῶς σὺ λέγεις ὅτι ᾽Ελεύϑεροι γενήσεσϑε;
Verse: 34    
ἀπεκρίϑη αὐτοῖς ᾽Ιησοῦς, ᾽Αμὴν ἀμὴν λέγω ὑμῖν ὅτι πᾶς ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστιν [τῆς ἁμαρτίας].
Verse: 35    
δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα· υἱὸς μένει εἰς τὸν αἰῶνα.
Verse: 36    
ἐὰν οὖν υἱὸς ὑμᾶς ἐλευϑερώσῃ, ὄντως ἐλεύϑεροι ἔσεσϑε.
Verse: 37    
οἶδα ὅτι σπέρμα ᾽Αβραάμ ἐστε· ἀλλὰ ζητεῖτέ με ἀποκτεῖναι, ὅτι λόγος ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν.
Verse: 38    
ἐγὼ ἑώρακα παρὰ τῷ πατρὶ λαλῶ· καὶ ὑμεῖς οὖν ἠκούσατε παρὰ τοῦ πατρὸς ποιεῖτε.
Verse: 39    
᾽Απεκρίϑησαν καὶ εἶπαν αὐτῷ, ῾Ο πατὴρ ἡμῶν ᾽Αβραάμ ἐστιν. λέγει αὐτοῖς ᾽Ιησοῦς, Εἰ τέκνα τοῦ ᾽Αβραάμ ἐστε, τὰ ἔργα τοῦ ᾽Αβραὰμ ἐποιεῖτε·
Verse: 40    
νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνϑρωπον ὃς τὴν ἀλήϑειαν ὑμῖν λελάληκα ἣν ἤκουσα παρὰ τοῦ ϑεοῦ· τοῦτο ᾽Αβραὰμ οὐκ ἐποίησεν.
Verse: 41    
ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν. εἶπαν [οὖν] αὐτῷ, ῾Ημεῖς ἐκ πορνείας οὐ γεγεννήμεϑα· ἕνα πατέρα ἔχομεν τὸν ϑεόν.
Verse: 42    
εἶπεν αὐτοῖς ᾽Ιησοῦς, Εἰ ϑεὸς πατὴρ ὑμῶν ἦν, ἠγαπᾶτε ἂν ἐμέ, ἐγὼ γὰρ ἐκ τοῦ ϑεοῦ ἐξῆλϑον καὶ ἥκω· οὐδὲ γὰρ ἀπ' ἐμαυτοῦ ἐλήλυϑα, ἀλλ' ἐκεῖνός με ἀπέστειλεν.
Verse: 43    
διὰ τί τὴν λαλιὰν τὴν ἐμὴν οὐ γινώσκετε; ὅτι οὐ δύνασϑε ἀκούειν τὸν λόγον τὸν ἐμόν.
Verse: 44    
ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ καὶ τὰς ἐπιϑυμίας τοῦ πατρὸς ὑμῶν ϑέλετε ποιεῖν. ἐκεῖνος ἀνϑρωποκτόνος ἦν ἀπ' ἀρχῆς, καὶ ἐν τῇ ἀληϑείᾳ οὐκ ἔστηκεν, ὅτι οὐκ ἔστιν ἀλήϑεια ἐν αὐτῷ. ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ, ὅτι ψεύστης ἐστὶν καὶ πατὴρ αὐτοῦ.
Verse: 45    
ἐγὼ δὲ ὅτι τὴν ἀλήϑειαν λέγω, οὐ πιστεύετέ μοι.
Verse: 46    
τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; εἰ ἀλήϑειαν λέγω, διὰ τί ὑμεῖς οὐ πιστεύετέ μοι;
Verse: 47    
ὢν ἐκ τοῦ ϑεοῦ τὰ ῥήματα τοῦ ϑεοῦ ἀκούει· διὰ τοῦτο ὑμεῖς οὐκ ἀκούετε, ὅτι ἐκ τοῦ ϑεοῦ οὐκ ἐστέ.
Verse: 48    
᾽Απεκρίϑησαν οἱ ᾽Ιουδαῖοι καὶ εἶπαν αὐτῷ, Οὐ καλῶς λέγομεν ἡμεῖς ὅτι Σαμαρίτης εἶ σὺ καὶ δαιμόνιον ἔχεις;
Verse: 49    
ἀπεκρίϑη ᾽Ιησοῦς, ᾽Εγὼ δαιμόνιον οὐκ ἔχω, ἀλλὰ τιμῶ τὸν πατέρα μου, καὶ ὑμεῖς ἀτιμάζετέ με.
Verse: 50    
ἐγὼ δὲ οὐ ζητῶ τὴν δόξαν μου· ἔστιν ζητῶν καὶ κρίνων.
Verse: 51    
ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ, ϑάνατον οὐ μὴ ϑεωρήσῃ εἰς τὸν αἰῶνα.
Verse: 52    
εἶπον [οὖν] αὐτῷ οἱ ᾽Ιουδαῖοι, Νῦν ἐγνώκαμεν ὅτι δαιμόνιον ἔχεις. ᾽Αβραὰμ ἀπέϑανεν καὶ οἱ προϕῆται, καὶ σὺ λέγεις, ᾽Εάν τις τὸν λόγον μου τηρήσῃ, οὐ μὴ γεύσηται ϑανάτου εἰς τὸν αἰῶνα.
Verse: 53    
μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν ᾽Αβραάμ, ὅστις ἀπέϑανεν; καὶ οἱ προϕῆται ἀπέϑανον· τίνα σεαυτὸν ποιεῖς;
Verse: 54    
ἀπεκρίϑη ᾽Ιησοῦς, ᾽Εὰν ἐγὼ δοξάσω ἐμαυτόν, δόξα μου οὐδέν ἐστιν· ἔστιν πατήρ μου δοξάζων με, ὃν ὑμεῖς λέγετε ὅτι ϑεὸς ἡμῶν ἐστιν·
Verse: 55    
καὶ οὐκ ἐγνώκατε αὐτόν, ἐγὼ δὲ οἶδα αὐτόν. κἂν εἴπω ὅτι οὐκ οἶδα αὐτόν, ἔσομαι ὅμοιος ὑμῖν ψεύστης· ἀλλὰ οἶδα αὐτὸν καὶ τὸν λόγον αὐτοῦ τηρῶ.
Verse: 56    
᾽Αβραὰμ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν, καὶ εἶδεν καὶ ἐχάρη.
Verse: 57    
εἶπον οὖν οἱ ᾽Ιουδαῖοι πρὸς αὐτόν, Πεντήκοντα ἔτη οὔπω ἔχεις καὶ ᾽Αβραὰμ ἑώρακας;
Verse: 58    
εἶπεν αὐτοῖς ᾽Ιησοῦς, ᾽Αμὴν ἀμὴν λέγω ὑμῖν, πρὶν ᾽Αβραὰμ γενέσϑαι ἐγὼ εἰμί.
Verse: 59    
ἦραν οὖν λίϑους ἵνα βάλωσιν ἐπ' αὐτόν· ᾽Ιησοῦς δὲ ἐκρύβη καὶ ἐξῆλϑεν ἐκ τοῦ ἱεροῦ.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.