TITUS
Novum Testamentum graece
Part No. 66
Previous part

Chapter: 22 
Verse: 1    ῎Ηγγιζεν δὲ ἑορτὴ τῶν ἀζύμων λεγομένη πάσχα.
Verse: 2    
καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὸ πῶς ἀνέλωσιν αὐτόν, ἐϕοβοῦντο γὰρ τὸν λαόν.
Verse: 3    
Εἰσῆλϑεν δὲ Σατανᾶς εἰς ᾽Ιούδαν τὸν καλούμενον ᾽Ισκαριώτην, ὄντα ἐκ τοῦ ἀριϑμοῦ τῶν δώδεκα·
Verse: 4    
καὶ ἀπελϑὼν συνελάλησεν τοῖς ἀρχιερεῦσιν καὶ στρατηγοῖς τὸ πῶς αὐτοῖς παραδῷ αὐτόν.
Verse: 5    
καὶ ἐχάρησαν καὶ συνέϑεντο αὐτῷ ἀργύριον δοῦναι.
Verse: 6    
καὶ ἐξωμολόγησεν, καὶ ἐζήτει εὐκαιρίαν τοῦ παραδοῦναι αὐτὸν ἄτερ ὄχλου αὐτοῖς.
Verse: 7    
῏Ηλϑεν δὲ ἡμέρα τῶν ἀζύμων, [ἐν] ἔδει ϑύεσϑαι τὸ πάσχα.
Verse: 8    
καὶ ἀπέστειλεν Πέτρον καὶ ᾽Ιωάννην εἰπών, Πορευϑέντες ἑτοιμάσατε ἡμῖν τὸ πάσχα ἵνα ϕάγωμεν.
Verse: 9    
οἱ δὲ εἶπαν αὐτῷ, Ποῦ ϑέλεις ἑτοιμάσωμεν;
Verse: 10    
δὲ εἶπεν αὐτοῖς, ᾽Ιδοὺ εἰσελϑόντων ὑμῶν εἰς τὴν πόλιν συναντήσει ὑμῖν ἄνϑρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουϑήσατε αὐτῷ εἰς τὴν οἰκίαν εἰς ἣν εἰσπορεύεται.
Verse: 11    
καὶ ἐρεῖτε τῷ οἰκοδεσπότῃ τῆς οἰκίας, Λέγει σοι διδάσκαλος, Ποῦ ἐστιν τὸ κατάλυμα ὅπου τὸ πάσχα μετὰ τῶν μαϑητῶν μου ϕάγω;
Verse: 12    
κἀκεῖνος ὑμῖν δείξει ἀνάγαιον μέγα ἐστρωμένον· ἐκεῖ ἑτοιμάσατε.
Verse: 13    
ἀπελϑόντες δὲ εὗρον καϑὼς εἰρήκει αὐτοῖς, καὶ ἡτοίμασαν τὸ πάσχα.
Verse: 14    
Καὶ ὅτε ἐγένετο ὥρα, ἀνέπεσεν καὶ οἱ ἀπόστολοι σὺν αὐτῷ.
Verse: 15    
καὶ εἶπεν πρὸς αὐτούς, ᾽Επιϑυμίᾳ ἐπεϑύμησα τοῦτο τὸ πάσχα ϕαγεῖν μεϑ' ὑμῶν πρὸ τοῦ με παϑεῖν·
Verse: 16    
λέγω γὰρ ὑμῖν ὅτι οὐ μὴ ϕάγω αὐτὸ ἕως ὅτου πληρωϑῇ ἐν τῇ βασιλείᾳ τοῦ ϑεοῦ.
Verse: 17    
καὶ δεξάμενος ποτήριον εὐχαριστήσας εἶπεν, Λάβετε τοῦτο καὶ διαμερίσατε εἰς ἑαυτούς·
Verse: 18    
λέγω γὰρ ὑμῖν [ὅτι] οὐ μὴ πίω ἀπὸ τοῦ νῦν ἀπὸ τοῦ γενήματος τῆς ἀμπέλου ἕως οὗ βασιλεία τοῦ ϑεοῦ ἔλϑῃ.
Verse: 19    
καὶ λαβὼν ἄρτον εὐχαριστήσας ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς λέγων, Τοῦτό ἐστιν τὸ σῶμά μου [τὸ ὑπὲρ ὑμῶν διδόμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν.
Verse: 20    
καὶ τὸ ποτήριον ὡσαύτως μετὰ τὸ δειπνῆσαι, λέγων, Τοῦτο τὸ ποτήριον καινὴ διαϑήκη ἐν τῷ αἵματί μου, τὸ ὑπὲρ ὑμῶν ἐκχυννόμενον].
Verse: 21    
πλὴν ἰδοὺ χεὶρ τοῦ παραδιδόντος με μετ' ἐμοῦ ἐπὶ τῆς τραπέζης·
Verse: 22    
ὅτι υἱὸς μὲν τοῦ ἀνϑρώπου κατὰ τὸ ὡρισμένον πορεύεται, πλὴν οὐαὶ τῷ ἀνϑρώπῳ ἐκείνῳ δι' οὗ παραδίδοται.
Verse: 23    
καὶ αὐτοὶ ἤρξαντο συζητεῖν πρὸς ἑαυτοὺς τὸ τίς ἄρα εἴη ἐξ αὐτῶν τοῦτο μέλλων πράσσειν.
Verse: 24    
᾽Εγένετο δὲ καὶ ϕιλονεικία ἐν αὐτοῖς, τὸ τίς αὐτῶν δοκεῖ εἶναι μείζων.
Verse: 25    
δὲ εἶπεν αὐτοῖς, Οἱ βασιλεῖς τῶν ἐϑνῶν κυριεύουσιν αὐτῶν καὶ οἱ ἐξουσιάζοντες αὐτῶν εὐεργέται καλοῦνται.
Verse: 26    
ὑμεῖς δὲ οὐχ οὕτως, ἀλλ' μείζων ἐν ὑμῖν γινέσϑω ὡς νεώτερος, καὶ ἡγούμενος ὡς διακονῶν.
Verse: 27    
τίς γὰρ μείζων, ἀνακείμενος διακονῶν; οὐχὶ ἀνακείμενος; ἐγὼ δὲ ἐν μέσῳ ὑμῶν εἰμι ὡς διακονῶν.
Verse: 28    
ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες μετ' ἐμοῦ ἐν τοῖς πειρασμοῖς μου·
Verse: 29    
κἀγὼ διατίϑεμαι ὑμῖν καϑὼς διέϑετό μοι πατήρ μου βασιλείαν
Verse: 30    
ἵνα ἔσϑητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου ἐν τῇ βασιλείᾳ μου, καὶ καϑήσεσϑε ἐπὶ ϑρόνων τὰς δώδεκα ϕυλὰς κρίνοντες τοῦ ᾽Ισραήλ.
Verse: 31    
Σίμων Σίμων, ἰδοὺ Σατανᾶς ἐξῃτήσατο ὑμᾶς τοῦ σινιάσαι ὡς τὸν σῖτον·
Verse: 32    
ἐγὼ δὲ ἐδεήϑην περὶ σοῦ ἵνα μὴ ἐκλίπῃ πίστις σου· καὶ σύ ποτε ἐπιστρέψας στήρισον τοὺς ἀδελϕούς σου.
Verse: 33    
δὲ εἶπεν αὐτῷ, Κύριε, μετὰ σοῦ ἕτοιμός εἰμι καὶ εἰς ϕυλακὴν καὶ εἰς ϑάνατον πορεύεσϑαι.
Verse: 34    
δὲ εἶπεν, Λέγω σοι, Πέτρε, οὐ ϕωνήσει σήμερον ἀλέκτωρ ἕως τρίς με ἀπαρνήσῃ εἰδέναι.
Verse: 35    
Καὶ εἶπεν αὐτοῖς, ῞Οτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλλαντίου καὶ πήρας καὶ ὑποδημάτων, μή τινος ὑστερήσατε; οἱ δὲ εἶπαν, Οὐϑενός.
Verse: 36    
εἶπεν δὲ αὐτοῖς, ᾽Αλλὰ νῦν ἔχων βαλλάντιον ἀράτω, ὁμοίως καὶ πήραν, καὶ μὴ ἔχων πωλησάτω τὸ ἱμάτιον αὐτοῦ καὶ ἀγορασάτω μάχαιραν.
Verse: 37    
λέγω γὰρ ὑμῖν ὅτι τοῦτο τὸ γεγραμμένον δεῖ τελεσϑῆναι ἐν ἐμοί, τὸ Καὶ μετὰ ἀνόμων ἐλογίσϑη· καὶ γὰρ τὸ περὶ ἐμοῦ τέλος ἔχει.
Verse: 38    
οἱ δὲ εἶπαν, Κύριε, ἰδοὺ μάχαιραι ὧδε δύο. δὲ εἶπεν αὐτοῖς, ῾Ικανόν ἐστιν.
Verse: 39    
Καὶ ἐξελϑὼν ἐπορεύϑη κατὰ τὸ ἔϑος εἰς τὸ ῎Ορος τῶν ᾽Ελαιῶν· ἠκολούϑησαν δὲ αὐτῷ καὶ οἱ μαϑηταί.
Verse: 40    
γενόμενος δὲ ἐπὶ τοῦ τόπου εἶπεν αὐτοῖς, Προσεύχεσϑε μὴ εἰσελϑεῖν εἰς πειρασμόν.
Verse: 41    
καὶ αὐτὸς ἀπεσπάσϑη ἀπ' αὐτῶν ὡσεὶ λίϑου βολήν, καὶ ϑεὶς τὰ γόνατα προσηύχετο
Verse: 42    
λέγων, Πάτερ, εἰ βούλει παρένεγκε τοῦτο τὸ ποτήριον ἀπ' ἐμοῦ· πλὴν μὴ τὸ ϑέλημά μου ἀλλὰ τὸ σὸν γινέσϑω.
Verse: 45    
καὶ ἀναστὰς ἀπὸ τῆς προσευχῆς ἐλϑὼν πρὸς τοὺς μαϑητὰς εὗρεν κοιμωμένους αὐτοὺς ἀπὸ τῆς λύπης,
Verse: 46    
καὶ εἶπεν αὐτοῖς, Τί καϑεύδετε; ἀναστάντες προσεύχεσϑε, ἵνα μὴ εἰσέλϑητε εἰς πειρασμόν.
Verse: 47    
῎Ετι αὐτοῦ λαλοῦντος ἰδοὺ ὄχλος, καὶ λεγόμενος ᾽Ιούδας εἷς τῶν δώδεκα προήρχετο αὐτούς, καὶ ἤγγισεν τῷ ᾽Ιησοῦ ϕιλῆσαι αὐτόν.
Verse: 48    
᾽Ιησοῦς δὲ εἶπεν αὐτῷ, ᾽Ιούδα, ϕιλήματι τὸν υἱὸν τοῦ ἀνϑρώπου παραδίδως;
Verse: 49    
ἰδόντες δὲ οἱ περὶ αὐτὸν τὸ ἐσόμενον εἶπαν, Κύριε, εἰ πατάξομεν ἐν μαχαίρῃ;
Verse: 50    
καὶ ἐπάταξεν εἷς τις ἐξ αὐτῶν τοῦ ἀρχιερέως τὸν δοῦλον καὶ ἀϕεῖλεν τὸ οὖς αὐτοῦ τὸ δεξιόν.
Verse: 51    
ἀποκριϑεὶς δὲ ᾽Ιησοῦς εἶπεν, ᾽Εᾶτε ἕως τούτου· καὶ ἁψάμενος τοῦ ὠτίου ἰάσατο αὐτόν.
Verse: 52    
εἶπεν δὲ ᾽Ιησοῦς πρὸς τοὺς παραγενομένους ἐπ' αὐτὸν ἀρχιερεῖς καὶ στρατηγοὺς τοῦ ἱεροῦ καὶ πρεσβυτέρους, ῾Ως ἐπὶ λῃστὴν ἐξήλϑατε μετὰ μαχαιρῶν καὶ ξύλων;
Verse: 53    
καϑ' ἡμέραν ὄντος μου μεϑ' ὑμῶν ἐν τῷ ἱερῷ οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπ' ἐμέ· ἀλλ' αὕτη ἐστὶν ὑμῶν ὥρα καὶ ἐξουσία τοῦ σκότους.
Verse: 54    
Συλλαβόντες δὲ αὐτὸν ἤγαγον καὶ εἰσήγαγον εἰς τὴν οἰκίαν τοῦ ἀρχιερέως· δὲ Πέτρος ἠκολούϑει μακρόϑεν.
Verse: 55    
περιαψάντων δὲ πῦρ ἐν μέσῳ τῆς αὐλῆς καὶ συγκαϑισάντων ἐκάϑητο Πέτρος μέσος αὐτῶν.
Verse: 56    
ἰδοῦσα δὲ αὐτὸν παιδίσκη τις καϑήμενον πρὸς τὸ ϕῶς καὶ ἀτενίσασα αὐτῷ εἶπεν, Καὶ οὗτος σὺν αὐτῷ ἦν·
Verse: 57    
δὲ ἠρνήσατο λέγων, Οὐκ οἶδα αὐτόν, γύναι.
Verse: 58    
καὶ μετὰ βραχὺ ἕτερος ἰδὼν αὐτὸν ἔϕη, Καὶ σὺ ἐξ αὐτῶν εἶ· δὲ Πέτρος ἔϕη, ῎Ανϑρωπε, οὐκ εἰμί.
Verse: 59    
καὶ διαστάσης ὡσεὶ ὥρας μιᾶς ἄλλος τις διϊσχυρίζετο λέγων, ᾽Επ' ἀληϑείας καὶ οὗτος μετ' αὐτοῦ ἦν, καὶ γὰρ Γαλιλαῖός ἐστιν·
Verse: 60    
εἶπεν δὲ Πέτρος, ῎Ανϑρωπε, οὐκ οἶδα λέγεις. καὶ παραχρῆμα ἔτι λαλοῦντος αὐτοῦ ἐϕώνησεν ἀλέκτωρ.
Verse: 61    
καὶ στραϕεὶς κύριος ἐνέβλεψεν τῷ Πέτρῳ, καὶ ὑπεμνήσϑη Πέτρος τοῦ ῥήματος τοῦ κυρίου ὡς εἶπεν αὐτῷ ὅτι Πρὶν ἀλέκτορα ϕωνῆσαι σήμερον ἀπαρνήσῃ με τρίς·
Verse: 62    
καὶ ἐξελϑὼν ἔξω ἔκλαυσεν πικρῶς.
Verse: 63    
Καὶ οἱ ἄνδρες οἱ συνέχοντες αὐτὸν ἐνέπαιζον αὐτῷ δέροντες,
Verse: 64    
καὶ περικαλύψαντες αὐτὸν ἐπηρώτων λέγοντες, Προϕήτευσον, τίς ἐστιν παίσας σε;
Verse: 65    
καὶ ἕτερα πολλὰ βλασϕημοῦντες ἔλεγον εἰς αὐτόν.
Verse: 66    
Καὶ ὡς ἐγένετο ἡμέρα, συνήχϑη τὸ πρεσβυτέριον τοῦ λαοῦ, ἀρχιερεῖς τε καὶ γραμματεῖς, καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ συνέδριον αὐτῶν,
Verse: 67    
λέγοντες, Εἰ σὺ εἶ Χριστός, εἰπὸν ἡμῖν. εἶπεν δὲ αὐτοῖς, ᾽Εὰν ὑμῖν εἴπω οὐ μὴ πιστεύσητε·
Verse: 68    
ἐὰν δὲ ἐρωτήσω οὐ μὴ ἀποκριϑῆτε.
Verse: 69    
ἀπὸ τοῦ νῦν δὲ ἔσται υἱὸς τοῦ ἀνϑρώπου καϑήμενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ ϑεοῦ.
Verse: 70    
εἶπαν δὲ πάντες, Σὺ οὖν εἶ υἱὸς τοῦ ϑεοῦ; δὲ πρὸς αὐτοὺς ἔϕη, ῾Υμεῖς λέγετε ὅτι ἐγώ εἰμι.
Verse: 71    
οἱ δὲ εἶπαν, Τί ἔτι ἔχομεν μαρτυρίας χρείαν; αὐτοὶ γὰρ ἠκούσαμεν ἀπὸ τοῦ στόματος αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.