TITUS
Novum Testamentum graece
Part No. 29
Previous part

Book: Mk. 
ΚΑΤΑ ΜΑΡΚΟΝ

Euangelium secundum Marcum




Chapter: 1 
Verse: 1    ᾽Αρχὴ τοῦ εὐαγγελίου ᾽Ιησοῦ Χριστοῦ [υἱοῦ ϑεοῦ].
Verse: 2    
Καϑὼς γέγραπται ἐν τῷ ᾽Ησαίᾳ τῷ προϕήτῃ, ᾽Ιδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου·
Verse: 3    
ϕωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ῾Ετοιμάσατε τὴν ὁδὸν κυρίου, εὐϑείας ποιεῖτε τὰς τρίβους αὐτοῦ
Verse: 4    
ἐγένετο ᾽Ιωάννης βαπτίζων ἐν τῇ ἐρήμῳ καὶ κηρύσσων βάπτισμα μετανοίας εἰς ἄϕεσιν ἁμαρτιῶν.
Verse: 5    
καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ᾽Ιουδαία χώρα καὶ οἱ ῾Ιεροσολυμῖται πάντες, καὶ ἐβαπτίζοντο ὑπ' αὐτοῦ ἐν τῷ ᾽Ιορδάνῃ ποταμῷ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν.
Verse: 6    
καὶ ἦν ᾽Ιωάννης ἐνδεδυμένος τρίχας καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσϕὺν αὐτοῦ, καὶ ἐσϑίων ἀκρίδας καὶ μέλι ἄγριον.
Verse: 7    
καὶ ἐκήρυσσεν λέγων, ῎Ερχεται ἰσχυρότερός μου ὀπίσω μου, οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ·
Verse: 8    
ἐγὼ ἐβάπτισα ὑμᾶς ὕδατι, αὐτὸς δὲ βαπτίσει ὑμᾶς ἐν πνεύματι ἁγίῳ.
Verse: 9    
Καὶ ἐγένετο ἐν ἐκείναις ταῖς ἡμέραις ἦλϑεν ᾽Ιησοῦς ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας καὶ ἐβαπτίσϑη εἰς τὸν ᾽Ιορδάνην ὑπὸ ᾽Ιωάννου.
Verse: 10    
καὶ εὐϑὺς ἀναβαίνων ἐκ τοῦ ὕδατος εἶδεν σχιζομένους τοὺς οὐρανοὺς καὶ τὸ πνεῦμα ὡς περιστερὰν καταβαῖνον εἰς αὐτόν·
Verse: 11    
καὶ ϕωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν, Σὺ εἶ υἱός μου ἀγαπητός, ἐν σοὶ εὐδόκησα.
Verse: 12    
Καὶ εὐϑὺς τὸ πνεῦμα αὐτὸν ἐκβάλλει εἰς τὴν ἔρημον.
Verse: 13    
καὶ ἦν ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἡμέρας πειραζόμενος ὑπὸ τοῦ Σατανᾶ, καὶ ἦν μετὰ τῶν ϑηρίων, καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ.
Verse: 14    
Μετὰ δὲ τὸ παραδοϑῆναι τὸν ᾽Ιωάννην ἦλϑεν ᾽Ιησοῦς εἰς τὴν Γαλιλαίαν κηρύσσων τὸ εὐαγγέλιον τοῦ ϑεοῦ
Verse: 15    
καὶ λέγων ὅτι Πεπλήρωται καιρὸς καὶ ἤγγικεν βασιλεία τοῦ ϑεοῦ· μετανοεῖτε καὶ πιστεύετε ἐν τῷ εὐαγγελίῳ.
Verse: 16    
Καὶ παράγων παρὰ τὴν ϑάλασσαν τῆς Γαλιλαίας εἶδεν Σίμωνα καὶ ᾽Ανδρέαν τὸν ἀδελϕὸν Σίμωνος ἀμϕιβάλλοντας ἐν τῇ ϑαλάσσῃ· ἦσαν γὰρ ἁλιεῖς.
Verse: 17    
καὶ εἶπεν αὐτοῖς ᾽Ιησοῦς, Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς γενέσϑαι ἁλιεῖς ἀνϑρώπων.
Verse: 18    
καὶ εὐϑὺς ἀϕέντες τὰ δίκτυα ἠκολούϑησαν αὐτῷ.
Verse: 19    
Καὶ προβὰς ὀλίγον εἶδεν ᾽Ιάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ ᾽Ιωάννην τὸν ἀδελϕὸν αὐτοῦ, καὶ αὐτοὺς ἐν τῷ πλοίῳ καταρτίζοντας τὰ δίκτυα,
Verse: 20    
καὶ εὐϑὺς ἐκάλεσεν αὐτούς. καὶ ἀϕέντες τὸν πατέρα αὐτῶν Ζεβεδαῖον ἐν τῷ πλοίῳ μετὰ τῶν μισϑωτῶν ἀπῆλϑον ὀπίσω αὐτοῦ.
Verse: 21    
Καὶ εἰσπορεύονται εἰς Καϕαρναούμ. καὶ εὐϑὺς τοῖς σάββασιν [εἰσελϑὼν] εἰς τὴν συναγωγὴν ἐδίδασκεν.
Verse: 22    
καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων καὶ οὐχ ὡς οἱ γραμματεῖς.
Verse: 23    
καὶ εὐϑὺς ἦν ἐν τῇ συναγωγῇ αὐτῶν ἄνϑρωπος ἐν πνεύματι ἀκαϑάρτῳ, καὶ ἀνέκραξεν
Verse: 24    
λέγων, Τί ἡμῖν καὶ σοί, ᾽Ιησοῦ Ναζαρηνέ; ἦλϑες ἀπολέσαι ἡμᾶς; οἶδά σε τίς εἶ, ἅγιος τοῦ ϑεοῦ.
Verse: 25    
καὶ ἐπετίμησεν αὐτῷ ᾽Ιησοῦς λέγων, Φιμώϑητι καὶ ἔξελϑε ἐξ αὐτοῦ.
Verse: 26    
καὶ σπαράξαν αὐτὸν τὸ πνεῦμα τὸ ἀκάϑαρτον καὶ ϕωνῆσαν ϕωνῇ μεγάλῃ ἐξῆλϑεν ἐξ αὐτοῦ.
Verse: 27    
καὶ ἐϑαμβήϑησαν ἅπαντες, ὥστε συζητεῖν πρὸς ἑαυτοὺς λέγοντας, Τί ἐστιν τοῦτο; διδαχὴ καινὴ κατ' ἐξουσίαν· καὶ τοῖς πνεύμασι τοῖς ἀκαϑάρτοις ἐπιτάσσει, καὶ ὑπακούουσιν αὐτῷ.
Verse: 28    
καὶ ἐξῆλϑεν ἀκοὴ αὐτοῦ εὐϑὺς πανταχοῦ εἰς ὅλην τὴν περίχωρον τῆς Γαλιλαίας.
Verse: 29    
Καὶ εὐϑὺς ἐκ τῆς συναγωγῆς ἐξελϑόντες ἦλϑον εἰς τὴν οἰκίαν Σίμωνος καὶ ᾽Ανδρέου μετὰ ᾽Ιακώβου καὶ ᾽Ιωάννου.
Verse: 30    
δὲ πενϑερὰ Σίμωνος κατέκειτο πυρέσσουσα, καὶ εὐϑὺς λέγουσιν αὐτῷ περὶ αὐτῆς.
Verse: 31    
καὶ προσελϑὼν ἤγειρεν αὐτὴν κρατήσας τῆς χειρός· καὶ ἀϕῆκεν αὐτὴν πυρετός, καὶ διηκόνει αὐτοῖς.
Verse: 32    
᾽Οψίας δὲ γενομένης, ὅτε ἔδυ ἥλιος, ἔϕερον πρὸς αὐτὸν πάντας τοὺς κακῶς ἔχοντας καὶ τοὺς δαιμονιζομένους·
Verse: 33    
καὶ ἦν ὅλη πόλις ἐπισυνηγμένη πρὸς τὴν ϑύραν.
Verse: 34    
καὶ ἐϑεράπευσεν πολλοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις, καὶ δαιμόνια πολλὰ ἐξέβαλεν, καὶ οὐκ ἤϕιεν λαλεῖν τὰ δαιμόνια, ὅτι ᾔδεισαν αὐτόν.
Verse: 35    
Καὶ πρωὶ ἔννυχα λίαν ἀναστὰς ἐξῆλϑεν καὶ ἀπῆλϑεν εἰς ἔρημον τόπον κἀκεῖ προσηύχετο.
Verse: 36    
καὶ κατεδίωξεν αὐτὸν Σίμων καὶ οἱ μετ' αὐτοῦ,
Verse: 37    
καὶ εὗρον αὐτὸν καὶ λέγουσιν αὐτῷ ὅτι Πάντες ζητοῦσίν σε.
Verse: 38    
καὶ λέγει αὐτοῖς, ῎Αγωμεν ἀλλαχοῦ εἰς τὰς ἐχομένας κωμοπόλεις, ἵνα καὶ ἐκεῖ κηρύξω· εἰς τοῦτο γὰρ ἐξῆλϑον.
Verse: 39    
καὶ ἦλϑεν κηρύσσων εἰς τὰς συναγωγὰς αὐτῶν εἰς ὅλην τὴν Γαλιλαίαν καὶ τὰ δαιμόνια ἐκβάλλων.
Verse: 40    
Καὶ ἔρχεται πρὸς αὐτὸν λεπρὸς παρακαλῶν αὐτὸν [καὶ γονυπετῶν] καὶ λέγων αὐτῷ ὅτι ᾽Εὰν ϑέλῃς δύνασαί με καϑαρίσαι.
Verse: 41    
καὶ σπλαγχνισϑεὶς ἐκτείνας τὴν χεῖρα αὐτοῦ ἥψατο καὶ λέγει αὐτῷ, Θέλω, καϑαρίσϑητι·
Verse: 42    
καὶ εὐϑὺς ἀπῆλϑεν ἀπ' αὐτοῦ λέπρα, καὶ ἐκαϑαρίσϑη.
Verse: 43    
καὶ ἐμβριμησάμενος αὐτῷ εὐϑὺς ἐξέβαλεν αὐτόν,
Verse: 44    
καὶ λέγει αὐτῷ, ῞Ορα μηδενὶ μηδὲν εἴπῃς, ἀλλὰ ὕπαγε σεαυτὸν δεῖξον τῷ ἱερεῖ καὶ προσένεγκε περὶ τοῦ καϑαρισμοῦ σου προσέταξεν Μωϋσῆς, εἰς μαρτύριον αὐτοῖς.
Verse: 45    
δὲ ἐξελϑὼν ἤρξατο κηρύσσειν πολλὰ καὶ διαϕημίζειν τὸν λόγον, ὥστε μηκέτι αὐτὸν δύνασϑαι ϕανερῶς εἰς πόλιν εἰσελϑεῖν, ἀλλ' ἔξω ἐπ' ἐρήμοις τόποις ἦν· καὶ ἤρχοντο πρὸς αὐτὸν πάντοϑεν.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.