TITUS
Novum Testamentum graece
Part No. 38
Previous part

Chapter: 10 
Verse: 1    Καὶ ἐκεῖϑεν ἀναστὰς ἔρχεται εἰς τὰ ὅρια τῆς ᾽Ιουδαίας [καὶ] πέραν τοῦ ᾽Ιορδάνου, καὶ συμπορεύονται πάλιν ὄχλοι πρὸς αὐτόν, καὶ ὡς εἰώϑει πάλιν ἐδίδασκεν αὐτούς.
Verse: 2    
καὶ [προσελϑόντες Φαρισαῖοι] ἐπηρώτων αὐτὸν εἰ ἔξεστιν ἀνδρὶ γυναῖκα ἀπολῦσαι, πειράζοντες αὐτόν.
Verse: 3    
δὲ ἀποκριϑεὶς εἶπεν αὐτοῖς, Τί ὑμῖν ἐνετείλατο Μωϋσῆς;
Verse: 4    
οἱ δὲ εἶπαν, ᾽Επέτρεψεν Μωϋσῆς βιβλίον ἀποστασίου γράψαι καὶ ἀπολῦσαι.
Verse: 5    
δὲ ᾽Ιησοῦς εἶπεν αὐτοῖς, Πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἔγραψεν ὑμῖν τὴν ἐντολὴν ταύτην.
Verse: 6    
ἀπὸ δὲ ἀρχῆς κτίσεως ἄρσεν καὶ ϑῆλυ ἐποίησεν αὐτούς·
Verse: 7    
ἕνεκεν τούτου καταλείψει ἄνϑρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα [καὶ προσκολληϑήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ],
Verse: 8    
καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν· ὥστε οὐκέτι εἰσὶν δύο ἀλλὰ μία σάρξ.
Verse: 9    
οὖν ϑεὸς συνέζευξεν ἄνϑρωπος μὴ χωριζέτω.
Verse: 10    
Καὶ εἰς τὴν οἰκίαν πάλιν οἱ μαϑηταὶ περὶ τούτου ἐπηρώτων αὐτόν.
Verse: 11    
καὶ λέγει αὐτοῖς, ῝Ος ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ καὶ γαμήσῃ ἄλλην μοιχᾶται ἐπ' αὐτήν,
Verse: 12    
καὶ ἐὰν αὐτὴ ἀπολύσασα τὸν ἄνδρα αὐτῆς γαμήσῃ ἄλλον μοιχᾶται.
Verse: 13    
Καὶ προσέϕερον αὐτῷ παιδία ἵνα αὐτῶν ἅψηται· οἱ δὲ μαϑηταὶ ἐπετίμησαν αὐτοῖς.
Verse: 14    
ἰδὼν δὲ ᾽Ιησοῦς ἠγανάκτησεν καὶ εἶπεν αὐτοῖς, ῎Αϕετε τὰ παιδία ἔρχεσϑαι πρός με, μὴ κωλύετε αὐτά, τῶν γὰρ τοιούτων ἐστὶν βασιλεία τοῦ ϑεοῦ.
Verse: 15    
ἀμὴν λέγω ὑμῖν, ὃς ἂν μὴ δέξηται τὴν βασιλείαν τοῦ ϑεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλϑῃ εἰς αὐτήν.
Verse: 16    
καὶ ἐναγκαλισάμενος αὐτὰ κατευλόγει τιϑεὶς τὰς χεῖρας ἐπ' αὐτά.
Verse: 17    
Καὶ ἐκπορευομένου αὐτοῦ εἰς ὁδὸν προσδραμὼν εἷς καὶ γονυπετήσας αὐτὸν ἐπηρώτα αὐτόν, Διδάσκαλε ἀγαϑέ, τί ποιήσω ἵνα ζωὴν αἰώνιον κληρονομήσω;
Verse: 18    
δὲ ᾽Ιησοῦς εἶπεν αὐτῷ, Τί με λέγεις ἀγαϑόν; οὐδεὶς ἀγαϑὸς εἰ μὴ εἷς ϑεός.
Verse: 19    
τὰς ἐντολὰς οἶδας· Μὴ ϕονεύσῃς, Μὴ μοιχεύσῃς, Μὴ κλέψῃς, Μὴ ψευδομαρτυρήσῃς, Μὴ ἀποστερήσῃς, Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα.
Verse: 20    
δὲ ἔϕη αὐτῷ, Διδάσκαλε, ταῦτα πάντα ἐϕυλαξάμην ἐκ νεότητός μου.
Verse: 21    
δὲ ᾽Ιησοῦς ἐμβλέψας αὐτῷ ἠγάπησεν αὐτὸν καὶ εἶπεν αὐτῷ, ῞Εν σε ὑστερεῖ· ὕπαγε ὅσα ἔχεις πώλησον καὶ δὸς [τοῖς] πτωχοῖς, καὶ ἕξεις ϑησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούϑει μοι.
Verse: 22    
δὲ στυγνάσας ἐπὶ τῷ λόγῳ ἀπῆλϑεν λυπούμενος, ἦν γὰρ ἔχων κτήματα πολλά.
Verse: 23    
Καὶ περιβλεψάμενος ᾽Ιησοῦς λέγει τοῖς μαϑηταῖς αὐτοῦ, Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰς τὴν βασιλείαν τοῦ ϑεοῦ εἰσελεύσονται.
Verse: 24    
οἱ δὲ μαϑηταὶ ἐϑαμβοῦντο ἐπὶ τοῖς λόγοις αὐτοῦ. δὲ ᾽Ιησοῦς πάλιν ἀποκριϑεὶς λέγει αὐτοῖς, Τέκνα, πῶς δύσκολόν ἐστιν εἰς τὴν βασιλείαν τοῦ ϑεοῦ εἰσελϑεῖν·
Verse: 25    
εὐκοπώτερόν ἐστιν κάμηλον διὰ τρυμαλιᾶς ῥαϕίδος διελϑεῖν πλούσιον εἰς τὴν βασιλείαν τοῦ ϑεοῦ εἰσελϑεῖν.
Verse: 26    
οἱ δὲ περισσῶς ἐξεπλήσσοντο λέγοντες πρὸς ἑαυτούς, Καὶ τίς δύναται σωϑῆναι;
Verse: 27    
ἐμβλέψας αὐτοῖς ᾽Ιησοῦς λέγει, Παρὰ ἀνϑρώποις ἀδύνατον ἀλλ' οὐ παρὰ ϑεῷ, πάντα γὰρ δυνατὰ παρὰ τῷ ϑεῷ.
Verse: 28    
῎Ηρξατο λέγειν Πέτρος αὐτῷ, ᾽Ιδοὺ ἡμεῖς ἀϕήκαμεν πάντα καὶ ἠκολουϑήκαμέν σοι.
Verse: 29    
ἔϕη ᾽Ιησοῦς, ᾽Αμὴν λέγω ὑμῖν, οὐδείς ἐστιν ὃς ἀϕῆκεν οἰκίαν ἀδελϕοὺς ἀδελϕὰς μητέρα πατέρα τέκνα ἀγροὺς ἕνεκεν ἐμοῦ καὶ ἕνεκεν τοῦ εὐαγγελίου,
Verse: 30    
ἐὰν μὴ λάβῃ ἑκατονταπλασίονα νῦν ἐν τῷ καιρῷ τούτῳ οἰκίας καὶ ἀδελϕοὺς καὶ ἀδελϕὰς καὶ μητέρας καὶ τέκνα καὶ ἀγροὺς μετὰ διωγμῶν, καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον.
Verse: 31    
πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ [οἱ] ἔσχατοι πρῶτοι.
Verse: 32    
῏Ησαν δὲ ἐν τῇ ὁδῷ ἀναβαίνοντες εἰς ῾Ιεροσόλυμα, καὶ ἦν προάγων αὐτοὺς ᾽Ιησοῦς, καὶ ἐϑαμβοῦντο, οἱ δὲ ἀκολουϑοῦντες ἐϕοβοῦντο. καὶ παραλαβὼν πάλιν τοὺς δώδεκα ἤρξατο αὐτοῖς λέγειν τὰ μέλλοντα αὐτῷ συμβαίνειν,
Verse: 33    
ὅτι ᾽Ιδοὺ ἀναβαίνομεν εἰς ῾Ιεροσόλυμα, καὶ υἱὸς τοῦ ἀνϑρώπου παραδοϑήσεται τοῖς ἀρχιερεῦσιν καὶ τοῖς γραμματεῦσιν, καὶ κατακρινοῦσιν αὐτὸν ϑανάτῳ καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔϑνεσιν
Verse: 34    
καὶ ἐμπαίξουσιν αὐτῷ καὶ ἐμπτύσουσιν αὐτῷ καὶ μαστιγώσουσιν αὐτὸν καὶ ἀποκτενοῦσιν, καὶ μετὰ τρεῖς ἡμέρας ἀναστήσεται.
Verse: 35    
Καὶ προσπορεύονται αὐτῷ ᾽Ιάκωβος καὶ ᾽Ιωάννης οἱ υἱοὶ Ζεβεδαίου λέγοντες αὐτῷ, Διδάσκαλε, ϑέλομεν ἵνα ἐὰν αἰτήσωμέν σε ποιήσῃς ἡμῖν.
Verse: 36    
δὲ εἶπεν αὐτοῖς, Τί ϑέλετέ [με] ποιήσω ὑμῖν;
Verse: 37    
οἱ δὲ εἶπαν αὐτῷ, Δὸς ἡμῖν ἵνα εἷς σου ἐκ δεξιῶν καὶ εἷς ἐξ ἀριστερῶν καϑίσωμεν ἐν τῇ δόξῃ σου.
Verse: 38    
δὲ ᾽Ιησοῦς εἶπεν αὐτοῖς, Οὐκ οἴδατε τί αἰτεῖσϑε. δύνασϑε πιεῖν τὸ ποτήριον ἐγὼ πίνω, τὸ βάπτισμα ἐγὼ βαπτίζομαι βαπτισϑῆναι;
Verse: 39    
οἱ δὲ εἶπαν αὐτῷ, Δυνάμεϑα. δὲ ᾽Ιησοῦς εἶπεν αὐτοῖς, Τὸ ποτήριον ἐγὼ πίνω πίεσϑε καὶ τὸ βάπτισμα ἐγὼ βαπτίζομαι βαπτισϑήσεσϑε,
Verse: 40    
τὸ δὲ καϑίσαι ἐκ δεξιῶν μου ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ' οἷς ἡτοίμασται.
Verse: 41    
Καὶ ἀκούσαντες οἱ δέκα ἤρξαντο ἀγανακτεῖν περὶ ᾽Ιακώβου καὶ ᾽Ιωάννου.
Verse: 42    
καὶ προσκαλεσάμενος αὐτοὺς ᾽Ιησοῦς λέγει αὐτοῖς, Οἴδατε ὅτι οἱ δοκοῦντες ἄρχειν τῶν ἐϑνῶν κατακυριεύουσιν αὐτῶν καὶ οἱ μεγάλοι αὐτῶν κατεξουσιάζουσιν αὐτῶν.
Verse: 43    
οὐχ οὕτως δέ ἐστιν ἐν ὑμῖν· ἀλλ' ὃς ἂν ϑέλῃ μέγας γενέσϑαι ἐν ὑμῖν, ἔσται ὑμῶν διάκονος,
Verse: 44    
καὶ ὃς ἂν ϑέλῃ ἐν ὑμῖν εἶναι πρῶτος, ἔσται πάντων δοῦλος·
Verse: 45    
καὶ γὰρ υἱὸς τοῦ ἀνϑρώπου οὐκ ἦλϑεν διακονηϑῆναι ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.
Verse: 46    
Καὶ ἔρχονται εἰς ᾽Ιεριχώ. καὶ ἐκπορευομένου αὐτοῦ ἀπὸ ᾽Ιεριχὼ καὶ τῶν μαϑητῶν αὐτοῦ καὶ ὄχλου ἱκανοῦ υἱὸς Τιμαίου Βαρτιμαῖος τυϕλὸς ἐκάϑητο παρὰ τὴν ὁδὸν προσαιτῶν.
Verse: 47    
καὶ ἀκούσας ὅτι ᾽Ιησοῦς Ναζαρηνός ἐστιν ἤρξατο κράζειν καὶ λέγειν, Υἱὲ Δαυὶδ ᾽Ιησοῦ, ἐλέησόν με.
Verse: 48    
καὶ ἐπετίμων αὐτῷ πολλοὶ ἵνα σιωπήσῃ· δὲ πολλῷ μᾶλλον ἔκραζεν, Υἱὲ Δαυίδ, ἐλέησόν με.
Verse: 49    
καὶ στὰς ᾽Ιησοῦς εἶπεν, Φωνήσατε αὐτόν. καὶ ϕωνοῦσιν τὸν τυϕλὸν λέγοντες αὐτῷ, Θάρσει, ἔγειρε, ϕωνεῖ σε.
Verse: 50    
δὲ ἀποβαλὼν τὸ ἱμάτιον αὐτοῦ ἀναπηδήσας ἦλϑεν πρὸς τὸν ᾽Ιησοῦν.
Verse: 51    
καὶ ἀποκριϑεὶς αὐτῷ ᾽Ιησοῦς εἶπεν, Τί σοι ϑέλεις ποιήσω; δὲ τυϕλὸς εἶπεν αὐτῷ, Ραββουνι, ἵνα ἀναβλέψω.
Verse: 52    
καὶ ᾽Ιησοῦς εἶπεν αὐτῷ, ῞Υπαγε, πίστις σου σέσωκέν σε. καὶ εὐϑὺς ἀνέβλεψεν, καὶ ἠκολούϑει αὐτῷ ἐν τῇ ὁδῷ.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.