TITUS
Novum Testamentum graece
Part No. 39
Previous part

Chapter: 11 
Verse: 1    Καὶ ὅτε ἐγγίζουσιν εἰς ῾Ιεροσόλυμα εἰς Βηϑϕαγὴ καὶ Βηϑανίαν πρὸς τὸ ῎Ορος τῶν ᾽Ελαιῶν, ἀποστέλλει δύο τῶν μαϑητῶν αὐτοῦ
Verse: 2    
καὶ λέγει αὐτοῖς, ῾Υπάγετε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν, καὶ εὐϑὺς εἰσπορευόμενοι εἰς αὐτὴν εὑρήσετε πῶλον δεδεμένον ἐϕ' ὃν οὐδεὶς οὔπω ἀνϑρώπων ἐκάϑισεν· λύσατε αὐτὸν καὶ ϕέρετε.
Verse: 3    
καὶ ἐάν τις ὑμῖν εἴπῃ, Τί ποιεῖτε τοῦτο; εἴπατε, ῾Ο κύριος αὐτοῦ χρείαν ἔχει, καὶ εὐϑὺς αὐτὸν ἀποστέλλει πάλιν ὧδε.
Verse: 4    
καὶ ἀπῆλϑον καὶ εὗρον πῶλον δεδεμένον πρὸς ϑύραν ἔξω ἐπὶ τοῦ ἀμϕόδου, καὶ λύουσιν αὐτόν.
Verse: 5    
καί τινες τῶν ἐκεῖ ἑστηκότων ἔλεγον αὐτοῖς, Τί ποιεῖτε λύοντες τὸν πῶλον;
Verse: 6    
οἱ δὲ εἶπαν αὐτοῖς καϑὼς εἶπεν ᾽Ιησοῦς· καὶ ἀϕῆκαν αὐτούς.
Verse: 7    
καὶ ϕέρουσιν τὸν πῶλον πρὸς τὸν ᾽Ιησοῦν, καὶ ἐπιβάλλουσιν αὐτῷ τὰ ἱμάτια αὐτῶν, καὶ ἐκάϑισεν ἐπ' αὐτόν.
Verse: 8    
καὶ πολλοὶ τὰ ἱμάτια αὐτῶν ἔστρωσαν εἰς τὴν ὁδόν, ἄλλοι δὲ στιβάδας κόψαντες ἐκ τῶν ἀγρῶν.
Verse: 9    
καὶ οἱ προάγοντες καὶ οἱ ἀκολουϑοῦντες ἔκραζον, ῾Ωσαννά· Εὐλογημένος ἐρχόμενος ἐν ὀνόματι κυρίου·
Verse: 10    
Εὐλογημένη ἐρχομένη βασιλεία τοῦ πατρὸς ἡμῶν Δαυίδ· ῾Ωσαννὰ ἐν τοῖς ὑψίστοις.
Verse: 11    
Καὶ εἰσῆλϑεν εἰς ῾Ιεροσόλυμα εἰς τὸ ἱερόν· καὶ περιβλεψάμενος πάντα, ὀψίας ἤδη οὔσης τῆς ὥρας, ἐξῆλϑεν εἰς Βηϑανίαν μετὰ τῶν δώδεκα.
Verse: 12    
Καὶ τῇ ἐπαύριον ἐξελϑόντων αὐτῶν ἀπὸ Βηϑανίας ἐπείνασεν.
Verse: 13    
καὶ ἰδὼν συκῆν ἀπὸ μακρόϑεν ἔχουσαν ϕύλλα ἦλϑεν εἰ ἄρα τι εὑρήσει ἐν αὐτῇ, καὶ ἐλϑὼν ἐπ' αὐτὴν οὐδὲν εὗρεν εἰ μὴ ϕύλλα· γὰρ καιρὸς οὐκ ἦν σύκων.
Verse: 14    
καὶ ἀποκριϑεὶς εἶπεν αὐτῇ, Μηκέτι εἰς τὸν αἰῶνα ἐκ σοῦ μηδεὶς καρπὸν ϕάγοι. καὶ ἤκουον οἱ μαϑηταὶ αὐτοῦ.
Verse: 15    
Καὶ ἔρχονται εἰς ῾Ιεροσόλυμα. καὶ εἰσελϑὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας καὶ τοὺς ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν καὶ τὰς καϑέδρας τῶν πωλούντων τὰς περιστερὰς κατέστρεψεν,
Verse: 16    
καὶ οὐκ ἤϕιεν ἵνα τις διενέγκῃ σκεῦος διὰ τοῦ ἱεροῦ.
Verse: 17    
καὶ ἐδίδασκεν καὶ ἔλεγεν αὐτοῖς, Οὐ γέγραπται ὅτι ῾Ο οἶκός μου οἶκος προσευχῆς κληϑήσεται πᾶσιν τοῖς ἔϑνεσιν; ὑμεῖς δὲ πεποιήκατε αὐτὸν σπήλαιον λῃστῶν.
Verse: 18    
καὶ ἤκουσαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς, καὶ ἐζήτουν πῶς αὐτὸν ἀπολέσωσιν· ἐϕοβοῦντο γὰρ αὐτόν, πᾶς γὰρ ὄχλος ἐξεπλήσσετο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.
Verse: 19    
Καὶ ὅταν ὀψὲ ἐγένετο, ἐξεπορεύοντο ἔξω τῆς πόλεως.
Verse: 20    
Καὶ παραπορευόμενοι πρωὶ εἶδον τὴν συκῆν ἐξηραμμένην ἐκ ῥιζῶν.
Verse: 21    
καὶ ἀναμνησϑεὶς Πέτρος λέγει αὐτῷ, ῾Ραββί, ἴδε συκῆ ἣν κατηράσω ἐξήρανται.
Verse: 22    
καὶ ἀποκριϑεὶς ᾽Ιησοῦς λέγει αὐτοῖς, Εἰ ἔχετε πίστιν ϑεοῦ,
Verse: 23    
ἀμὴν λέγω ὑμῖν ὅτι ὃς ἂν εἴπῃ τῷ ὄρει τούτῳ, ῎Αρϑητι καὶ βλήϑητι εἰς τὴν ϑάλασσαν, καὶ μὴ διακριϑῇ ἐν τῇ καρδίᾳ αὐτοῦ ἀλλὰ πιστεύῃ ὅτι λαλεῖ γίνεται, ἔσται αὐτῷ.
Verse: 24    
διὰ τοῦτο λέγω ὑμῖν, πάντα ὅσα προσεύχεσϑε καὶ αἰτεῖσϑε, πιστεύετε ὅτι ἐλάβετε, καὶ ἔσται ὑμῖν.
Verse: 25    
καὶ ὅταν στήκετε προσευχόμενοι, ἀϕίετε εἴ τι ἔχετε κατά τινος, ἵνα καὶ πατὴρ ὑμῶν ἐν τοῖς οὐρανοῖς ἀϕῇ ὑμῖν τὰ παραπτώματα ὑμῶν.
Verse: 27    
Καὶ ἔρχονται πάλιν εἰς ῾Ιεροσόλυμα. καὶ ἐν τῷ ἱερῷ περιπατοῦντος αὐτοῦ ἔρχονται πρὸς αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι
Verse: 28    
καὶ ἔλεγον αὐτῷ, ᾽Εν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; τίς σοι ἔδωκεν τὴν ἐξουσίαν ταύτην ἵνα ταῦτα ποιῇς;
Verse: 29    
δὲ ᾽Ιησοῦς εἶπεν αὐτοῖς, ᾽Επερωτήσω ὑμᾶς ἕνα λόγον, καὶ ἀποκρίϑητέ μοι, καὶ ἐρῶ ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ·
Verse: 30    
τὸ βάπτισμα τὸ ᾽Ιωάννου ἐξ οὐρανοῦ ἦν ἐξ ἀνϑρώπων; ἀποκρίϑητέ μοι.
Verse: 31    
καὶ διελογίζοντο πρὸς ἑαυτοὺς λέγοντες, ᾽Εὰν εἴπωμεν, ᾽Εξ οὐρανοῦ, ἐρεῖ, Διὰ τί [οὖν] οὐκ ἐπιστεύσατε αὐτῷ;
Verse: 32    
ἀλλὰ εἴπωμεν, ᾽Εξ ἀνϑρώπων; ἐϕοβοῦντο τὸν ὄχλον, ἅπαντες γὰρ εἶχον τὸν ᾽Ιωάννην ὄντως ὅτι προϕήτης ἦν.
Verse: 33    
καὶ ἀποκριϑέντες τῷ ᾽Ιησοῦ λέγουσιν, Οὐκ οἴδαμεν. καὶ ᾽Ιησοῦς λέγει αὐτοῖς, Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.