TITUS
Novum Testamentum graece
Part No. 40
Previous part

Chapter: 12 
Verse: 1    ᾽Αμπελῶνα ἄνϑρωπος ἐϕύτευσεν, καὶ περιέϑηκεν ϕραγμὸν καὶ ὤρυξεν ὑπολήνιον καὶ ᾠκοδόμησεν πύργον, καὶ ἐξέδετο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν.
Verse: 2    
καὶ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς τῷ καιρῷ δοῦλον, ἵνα παρὰ τῶν γεωργῶν λάβῃ ἀπὸ τῶν καρπῶν τοῦ ἀμπελῶνος·
Verse: 3    
καὶ λαβόντες αὐτὸν ἔδειραν καὶ ἀπέστειλαν κενόν.
Verse: 4    
καὶ πάλιν ἀπέστειλεν πρὸς αὐτοὺς ἄλλον δοῦλον· κἀκεῖνον ἐκεϕαλίωσαν καὶ ἠτίμασαν.
Verse: 5    
καὶ ἄλλον ἀπέστειλεν, κἀκεῖνον ἀπέκτειναν, καὶ πολλοὺς ἄλλους, οὓς μὲν δέροντες οὓς δὲ ἀποκτέννοντες.
Verse: 6    
ἔτι ἕνα εἶχεν, υἱὸν ἀγαπητόν· ἀπέστειλεν αὐτὸν ἔσχατον πρὸς αὐτοὺς λέγων ὅτι ᾽Εντραπήσονται τὸν υἱόν μου.
Verse: 7    
ἐκεῖνοι δὲ οἱ γεωργοὶ πρὸς ἑαυτοὺς εἶπαν ὅτι Οὗτός ἐστιν κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτόν, καὶ ἡμῶν ἔσται κληρονομία.
Verse: 8    
καὶ λαβόντες ἀπέκτειναν αὐτόν, καὶ ἐξέβαλον αὐτὸν ἔξω τοῦ ἀμπελῶνος.
Verse: 9    
τί [οὖν] ποιήσει κύριος τοῦ ἀμπελῶνος; ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργούς, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις.
Verse: 10    
οὐδὲ τὴν γραϕὴν ταύτην ἀνέγνωτε, Λίϑον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήϑη εἰς κεϕαλὴν γωνίας·
Verse: 11    
παρὰ κυρίου ἐγένετο αὕτη, καὶ ἔστιν ϑαυμαστὴ ἐν ὀϕϑαλμοῖς ἡμῶν;
Verse: 12    
Καὶ ἐζήτουν αὐτὸν κρατῆσαι, καὶ ἐϕοβήϑησαν τὸν ὄχλον, ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὴν παραβολὴν εἶπεν. καὶ ἀϕέντες αὐτὸν ἀπῆλϑον.
Verse: 13    
Καὶ ἀποστέλλουσιν πρὸς αὐτόν τινας τῶν Φαρισαίων καὶ τῶν ῾Ηρῳδιανῶν ἵνα αὐτὸν ἀγρεύσωσιν λόγῳ.
Verse: 14    
καὶ ἐλϑόντες λέγουσιν αὐτῷ, Διδάσκαλε, οἴδαμεν ὅτι ἀληϑὴς εἶ καὶ οὐ μέλει σοι περὶ οὐδενός, οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνϑρώπων, ἀλλ' ἐπ' ἀληϑείας τὴν ὁδὸν τοῦ ϑεοῦ διδάσκεις· ἔξεστιν δοῦναι κῆνσον Καίσαρι οὔ; δῶμεν μὴ δῶμεν;
Verse: 15    
δὲ εἰδὼς αὐτῶν τὴν ὑπόκρισιν εἶπεν αὐτοῖς, Τί με πειράζετε; ϕέρετέ μοι δηνάριον ἵνα ἴδω.
Verse: 16    
οἱ δὲ ἤνεγκαν. καὶ λέγει αὐτοῖς, Τίνος εἰκὼν αὕτη καὶ ἐπιγραϕή; οἱ δὲ εἶπαν αὐτῷ, Καίσαρος.
Verse: 17    
δὲ ᾽Ιησοῦς εἶπεν αὐτοῖς, Τὰ Καίσαρος ἀπόδοτε Καίσαρι καὶ τὰ τοῦ ϑεοῦ τῷ ϑεῷ. καὶ ἐξεϑαύμαζον ἐπ' αὐτῷ.
Verse: 18    
Καὶ ἔρχονται Σαδδουκαῖοι πρὸς αὐτόν, οἵτινες λέγουσιν ἀνάστασιν μὴ εἶναι, καὶ ἐπηρώτων αὐτὸν λέγοντες,
Verse: 19    
Διδάσκαλε, Μωϋσῆς ἔγραψεν ἡμῖν ὅτι ἐάν τινος ἀδελϕὸς ἀποϑάνῃκαὶ καταλίπῃ γυναῖκα καὶ μὴ ἀϕῇ τέκνον, ἵνα λάβῃ ἀδελϕὸς αὐτοῦ τὴν γυναῖκα καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελϕῷ αὐτοῦ.
Verse: 20    
ἑπτὰ ἀδελϕοὶ ἦσαν· καὶ πρῶτος ἔλαβεν γυναῖκα, καὶ ἀποϑνῄσκων οὐκ ἀϕῆκεν σπέρμα·
Verse: 21    
καὶ δεύτερος ἔλαβεν αὐτήν, καὶ ἀπέϑανεν μὴ καταλιπὼν σπέρμα· καὶ τρίτος ὡσαύτως·
Verse: 22    
καὶ οἱ ἑπτὰ οὐκ ἀϕῆκαν σπέρμα. ἔσχατον πάντων καὶ γυνὴ ἀπέϑανεν.
Verse: 23    
ἐν τῇ ἀναστάσει[, ὅταν ἀναστῶσιν,] τίνος αὐτῶν ἔσται γυνή; οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα.
Verse: 24    
ἔϕη αὐτοῖς ᾽Ιησοῦς, Οὐ διὰ τοῦτο πλανᾶσϑε μὴ εἰδότες τὰς γραϕὰς μηδὲ τὴν δύναμιν τοῦ ϑεοῦ;
Verse: 25    
ὅταν γὰρ ἐκ νεκρῶν ἀναστῶσιν, οὔτε γαμοῦσιν οὔτε γαμίζονται, ἀλλ' εἰσὶν ὡς ἄγγελοι ἐν τοῖς οὐρανοῖς.
Verse: 26    
περὶ δὲ τῶν νεκρῶν ὅτι ἐγείρονται οὐκ ἀνέγνωτε ἐν τῇ βίβλῳ Μωϋσέως ἐπὶ τοῦ βάτου πῶς εἶπεν αὐτῷ ϑεὸς λέγων, ᾽Εγὼ ϑεὸς ᾽Αβραὰμ καὶ [ὁ] ϑεὸς ᾽Ισαὰκ καὶ [ὁ] ϑεὸς ᾽Ιακώβ;
Verse: 27    
οὐκ ἔστιν ϑεὸς νεκρῶν ἀλλὰ ζώντων· πολὺ πλανᾶσϑε.
Verse: 28    
Καὶ προσελϑὼν εἷς τῶν γραμματέων ἀκούσας αὐτῶν συζητούντων, ἰδὼν ὅτι καλῶς ἀπεκρίϑη αὐτοῖς, ἐπηρώτησεν αὐτόν, Ποία ἐστὶν ἐντολὴ πρώτη πάντων;
Verse: 29    
ἀπεκρίϑη ᾽Ιησοῦς ὅτι Πρώτη ἐστίν, ῎Ακουε, ᾽Ισραήλ, κύριος ϑεὸς ἡμῶν κύριος εἷς ἐστιν,
Verse: 30    
καὶ ἀγαπήσεις κύριον τὸν ϑεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σουκαὶ ἐξ ὅλης τῆς διανοίας σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου.
Verse: 31    
δευτέρα αὕτη, ᾽Αγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.μείζων τούτων ἄλλη ἐντολὴ οὐκ ἔστιν.
Verse: 32    
καὶ εἶπεν αὐτῷ γραμματεύς, Καλῶς, διδάσκαλε, ἐπ' ἀληϑείας εἶπες ὅτι εἷς ἐστιν καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ·
Verse: 33    
καὶ τὸ ἀγαπᾶν αὐτὸν ἐξ ὅλης τῆς καρδίας καὶ ἐξ ὅλης τῆς συνέσεως καὶ ἐξ ὅλης τῆς ἰσχύοσκαὶ τὸ ἀγαπᾶν τὸν πλησίον ὡς ἑαυτὸν περισσότερόν ἐστιν πάντων τῶν ὁλοκαυτωμάτων καὶ ϑυσιῶν.
Verse: 34    
καὶ ᾽Ιησοῦς ἰδὼν [αὐτὸν] ὅτι νουνεχῶς ἀπεκρίϑη εἶπεν αὐτῷ, Οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας τοῦ ϑεοῦ. καὶ οὐδεὶς οὐκέτι ἐτόλμα αὐτὸν ἐπερωτῆσαι.
Verse: 35    
Καὶ ἀποκριϑεὶς ᾽Ιησοῦς ἔλεγεν διδάσκων ἐν τῷ ἱερῷ, Πῶς λέγουσιν οἱ γραμματεῖς ὅτι Χριστὸς υἱὸς Δαυίδ ἐστιν;
Verse: 36    
αὐτὸς Δαυὶδ εἶπεν ἐν τῷ πνεύματι τῷ ἁγίῳ, Εἶπεν κύριος τῷ κυρίῳ μου, Κάϑου ἐκ δεξιῶν μου ἕως ἂν ϑῶ τοὺς ἐχϑρούς σου ὑποκάτω τῶν ποδῶν σου.
Verse: 37    
αὐτὸς Δαυὶδ λέγει αὐτὸν κύριον, καὶ πόϑεν αὐτοῦ ἐστιν υἱός; καὶ [ὁ] πολὺς ὄχλος ἤκουεν αὐτοῦ ἡδέως.
Verse: 38    
Καὶ ἐν τῇ διδαχῇ αὐτοῦ ἔλεγεν, Βλέπετε ἀπὸ τῶν γραμματέων τῶν ϑελόντων ἐν στολαῖς περιπατεῖν καὶ ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς
Verse: 39    
καὶ πρωτοκαϑεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις·
Verse: 40    
οἱ κατεσϑίοντες τὰς οἰκίας τῶν χηρῶν καὶ προϕάσει μακρὰ προσευχόμενοι, οὗτοι λήμψονται περισσότερον κρίμα.
Verse: 41    
Καὶ καϑίσας κατέναντι τοῦ γαζοϕυλακίου ἐϑεώρει πῶς ὄχλος βάλλει χαλκὸν εἰς τὸ γαζοϕυλάκιον· καὶ πολλοὶ πλούσιοι ἔβαλλον πολλά·
Verse: 42    
καὶ ἐλϑοῦσα μία χήρα πτωχὴ ἔβαλεν λεπτὰ δύο, ἐστιν κοδράντης.
Verse: 43    
καὶ προσκαλεσάμενος τοὺς μαϑητὰς αὐτοῦ εἶπεν αὐτοῖς, ᾽Αμὴν λέγω ὑμῖν ὅτι χήρα αὕτη πτωχὴ πλεῖον πάντων ἔβαλεν τῶν βαλλόντων εἰς τὸ γαζοϕυλάκιον·
Verse: 44    
πάντες γὰρ ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον, αὕτη δὲ ἐκ τῆς ὑστερήσεως αὐτῆς πάντα ὅσα εἶχεν ἔβαλεν, ὅλον τὸν βίον αὐτῆς.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.