TITUS
Novum Testamentum graece
Part No. 43
Previous part

Chapter: 15 
Verse: 1    Καὶ εὐϑὺς πρωὶ συμβούλιον ποιήσαντες οἱ ἀρχιερεῖς μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων καὶ ὅλον τὸ συνέδριον δήσαντες τὸν ᾽Ιησοῦν ἀπήνεγκαν καὶ παρέδωκαν Πιλάτῳ.
Verse: 2    
καὶ ἐπηρώτα αὐτὸν Πιλᾶτος, Σὺ εἶ βασιλεὺς τῶν ᾽Ιουδαίων; δὲ ἀποκριϑεὶς αὐτῷ λέγει, Σὺ λέγεις.
Verse: 3    
καὶ κατηγόρουν αὐτοῦ οἱ ἀρχιερεῖς πολλά.
Verse: 4    
δὲ Πιλᾶτος πάλιν ἐπηρώτα αὐτὸν λέγων, Οὐκ ἀποκρίνῃ οὐδέν; ἴδε πόσα σου κατηγοροῦσιν.
Verse: 5    
δὲ ᾽Ιησοῦς οὐκέτι οὐδὲν ἀπεκρίϑη, ὥστε ϑαυμάζειν τὸν Πιλᾶτον.
Verse: 6    
Κατὰ δὲ ἑορτὴν ἀπέλυεν αὐτοῖς ἕνα δέσμιον ὃν παρῃτοῦντο.
Verse: 7    
ἦν δὲ λεγόμενος Βαραββᾶς μετὰ τῶν στασιαστῶν δεδεμένος οἵτινες ἐν τῇ στάσει ϕόνον πεποιήκεισαν.
Verse: 8    
καὶ ἀναβὰς ὄχλος ἤρξατο αἰτεῖσϑαι καϑὼς ἐποίει αὐτοῖς.
Verse: 9    
δὲ Πιλᾶτος ἀπεκρίϑη αὐτοῖς λέγων, Θέλετε ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν ᾽Ιουδαίων;
Verse: 10    
ἐγίνωσκεν γὰρ ὅτι διὰ ϕϑόνον παραδεδώκεισαν αὐτὸν οἱ ἀρχιερεῖς.
Verse: 11    
οἱ δὲ ἀρχιερεῖς ἀνέσεισαν τὸν ὄχλον ἵνα μᾶλλον τὸν Βαραββᾶν ἀπολύσῃ αὐτοῖς.
Verse: 12    
δὲ Πιλᾶτος πάλιν ἀποκριϑεὶς ἔλεγεν αὐτοῖς, Τί οὖν [ϑέλετε] ποιήσω [ὃν λέγετε] τὸν βασιλέα τῶν ᾽Ιουδαίων;
Verse: 13    
οἱ δὲ πάλιν ἔκραξαν, Σταύρωσον αὐτόν.
Verse: 14    
δὲ Πιλᾶτος ἔλεγεν αὐτοῖς, Τί γὰρ ἐποίησεν κακόν; οἱ δὲ περισσῶς ἔκραξαν, Σταύρωσον αὐτόν.
Verse: 15    
δὲ Πιλᾶτος βουλόμενος τῷ ὄχλῳ τὸ ἱκανὸν ποιῆσαι ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, καὶ παρέδωκεν τὸν ᾽Ιησοῦν ϕραγελλώσας ἵνα σταυρωϑῇ.
Verse: 16    
Οἱ δὲ στρατιῶται ἀπήγαγον αὐτὸν ἔσω τῆς αὐλῆς, ἐστιν πραιτώριον, καὶ συγκαλοῦσιν ὅλην τὴν σπεῖραν.
Verse: 17    
καὶ ἐνδιδύσκουσιν αὐτὸν πορϕύραν καὶ περιτιϑέασιν αὐτῷ πλέξαντες ἀκάνϑινον στέϕανον·
Verse: 18    
καὶ ἤρξαντο ἀσπάζεσϑαι αὐτόν, Χαῖρε, βασιλεῦ τῶν ᾽Ιουδαίων·
Verse: 19    
καὶ ἔτυπτον αὐτοῦ τὴν κεϕαλὴν καλάμῳ καὶ ἐνέπτυον αὐτῷ, καὶ τιϑέντες τὰ γόνατα προσεκύνουν αὐτῷ.
Verse: 20    
καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν πορϕύραν καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια τὰ ἴδια. καὶ ἐξάγουσιν αὐτὸν ἵνα σταυρώσουσιν αὐτόν.
Verse: 21    
Καὶ ἀγγαρεύουσιν παράγοντά τινα Σίμωνα Κυρηναῖον ἐρχόμενον ἀπ' ἀγροῦ, τὸν πατέρα ᾽Αλεξάνδρου καὶ ῾Ρούϕου, ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ.
Verse: 22    
καὶ ϕέρουσιν αὐτὸν ἐπὶ τὸν Γολγοϑᾶν τόπον, ἐστιν μεϑερμηνευόμενον Κρανίου Τόπος.
Verse: 23    
καὶ ἐδίδουν αὐτῷ ἐσμυρνισμένον οἶνον, ὃς δὲ οὐκ ἔλαβεν.
Verse: 24    
καὶ σταυροῦσιν αὐτὸν καὶ διαμερίζονται τὰ ἱμάτια αὐτοῦ, βάλλοντες κλῆρον ἐπ' αὐτὰ τίς τί ἄρῃ.
Verse: 25    
ἦν δὲ ὥρα τρίτη καὶ ἐσταύρωσαν αὐτόν.
Verse: 26    
καὶ ἦν ἐπιγραϕὴ τῆς αἰτίας αὐτοῦ ἐπιγεγραμμένη, ῾Ο βασιλεὺς τῶν ᾽Ιουδαίων.
Verse: 27    
Καὶ σὺν αὐτῷ σταυροῦσιν δύο λῃστάς, ἕνα ἐκ δεξιῶν καὶ ἕνα ἐξ εὐωνύμων αὐτοῦ.
Verse: 28    
(*και επληρωϑη η γραγη η λεγουσα· και μετα ανομων ελογισϑη*)
Verse: 29    
Καὶ οἱ παραπορευόμενοι ἐβλασϕήμουν αὐτὸν κινοῦντες τὰς κεϕαλὰς αὐτῶν καὶ λέγοντες, Οὐὰ καταλύων τὸν ναὸν καὶ οἰκοδομῶν ἐν τρισὶν ἡμέραις,
Verse: 30    
σῶσον σεαυτὸν καταβὰς ἀπὸ τοῦ σταυροῦ.
Verse: 31    
ὁμοίως καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες πρὸς ἀλλήλους μετὰ τῶν γραμματέων ἔλεγον, ῎Αλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι·
Verse: 32    
Χριστὸς βασιλεὺς ᾽Ισραὴλ καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, ἵνα ἴδωμεν καὶ πιστεύσωμεν. καὶ οἱ συνεσταυρωμένοι σὺν αὐτῷ ὠνείδιζον αὐτόν.
Verse: 33    
Καὶ γενομένης ὥρας ἕκτης σκότος ἐγένετο ἐϕ' ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης.
Verse: 34    
καὶ τῇ ἐνάτῃ ὥρᾳ ἐβόησεν ᾽Ιησοῦς ϕωνῇ μεγάλῃ, Ελωι ελωι λεμα σαβαχϑανι; ἐστιν μεϑερμηνευόμενον ῾Ο ϑεός μου ϑεός μου, εἰς τί ἐγκατέλιπές με;
Verse: 35    
καί τινες τῶν παρεστώτων ἀκούσαντες ἔλεγον, ῎Ιδε ᾽Ηλίαν ϕωνεῖ.
Verse: 36    
δραμὼν δέ τις καὶ γεμίσας σπόγγον ὄξουσπεριϑεὶς καλάμῳ ἐπότιζεν αὐτόν, λέγων, ῎Αϕετε ἴδωμεν εἰ ἔρχεται ᾽Ηλίας καϑελεῖν αὐτόν.
Verse: 37    
δὲ ᾽Ιησοῦς ἀϕεὶς ϕωνὴν μεγάλην ἐξέπνευσεν.
Verse: 38    
Καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσϑη εἰς δύο ἀπ' ἄνωϑεν ἕως κάτω.
Verse: 39    
᾽Ιδὼν δὲ κεντυρίων παρεστηκὼς ἐξ ἐναντίας αὐτοῦ ὅτι οὕτως ἐξέπνευσεν εἶπεν, ᾽Αληϑῶς οὗτος ἄνϑρωπος υἱὸς ϑεοῦ ἦν.
Verse: 40    
῏Ησαν δὲ καὶ γυναῖκες ἀπὸ μακρόϑεν ϑεωροῦσαι, ἐν αἷς καὶ Μαρία Μαγδαληνὴ καὶ Μαρία ᾽Ιακώβου τοῦ μικροῦ καὶ ᾽Ιωσῆτος μήτηρ καὶ Σαλώμη,
Verse: 41    
αἳ ὅτε ἦν ἐν τῇ Γαλιλαίᾳ ἠκολούϑουν αὐτῷ καὶ διηκόνουν αὐτῷ, καὶ ἄλλαι πολλαὶ αἱ συναναβᾶσαι αὐτῷ εἰς ῾Ιεροσόλυμα.
Verse: 42    
Καὶ ἤδη ὀψίας γενομένης, ἐπεὶ ἦν παρασκευή, ἐστιν προσάββατον,
Verse: 43    
ἐλϑὼν ᾽Ιωσὴϕ [ὁ] ἀπὸ ῾Αριμαϑαίας εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ ϑεοῦ, τολμήσας εἰσῆλϑεν πρὸς τὸν Πιλᾶτον καὶ ᾐτήσατο τὸ σῶμα τοῦ ᾽Ιησοῦ.
Verse: 44    
δὲ Πιλᾶτος ἐϑαύμασεν εἰ ἤδη τέϑνηκεν, καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα ἐπηρώτησεν αὐτὸν εἰ πάλαι ἀπέϑανεν·
Verse: 45    
καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος ἐδωρήσατο τὸ πτῶμα τῷ ᾽Ιωσήϕ.
Verse: 46    
καὶ ἀγοράσας σινδόνα καϑελὼν αὐτὸν ἐνείλησεν τῇ σινδόνι καὶ ἔϑηκεν αὐτὸν ἐν μνημείῳ ἦν λελατομημένον ἐκ πέτρας, καὶ προσεκύλισεν λίϑον ἐπὶ τὴν ϑύραν τοῦ μνημείου.
Verse: 47    
δὲ Μαρία Μαγδαληνὴ καὶ Μαρία ᾽Ιωσῆτος ἐϑεώρουν ποῦ τέϑειται.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.