TITUS
Novum Testamentum graece
Part No. 44
Chapter: 16
Verse: 1
Καὶ
διαγενομένου
τοῦ
σαββάτου
Μαρία
ἡ
Μαγδαληνὴ
καὶ
Μαρία
ἡ
᾽Ιακώβου
καὶ
Σαλώμη
ἠγόρασαν
ἀρώματα
ἵνα
ἐλϑοῦσαι
ἀλείψωσιν
αὐτόν
.
Verse: 2
καὶ
λίαν
πρωὶ
τῇ
μιᾷ
τῶν
σαββάτων
ἔρχονται
ἐπὶ
τὸ
μνημεῖον
ἀνατείλαντος
τοῦ
ἡλίου
.
Verse: 3
καὶ
ἔλεγον
πρὸς
ἑαυτάς
,
Τίς
ἀποκυλίσει
ἡμῖν
τὸν
λίϑον
ἐκ
τῆς
ϑύρας
τοῦ
μνημείου
;
Verse: 4
καὶ
ἀναβλέψασαι
ϑεωροῦσιν
ὅτι
ἀποκεκύλισται
ὁ
λίϑος
,
ἦν
γὰρ
μέγας
σϕόδρα
.
Verse: 5
καὶ
εἰσελϑοῦσαι
εἰς
τὸ
μνημεῖον
εἶδον
νεανίσκον
καϑήμενον
ἐν
τοῖς
δεξιοῖς
περιβεβλημένον
στολὴν
λευκήν
,
καὶ
ἐξεϑαμβήϑησαν
.
Verse: 6
ὁ
δὲ
λέγει
αὐταῖς
,
Μὴ
ἐκϑαμβεῖσϑε
·
᾽Ιησοῦν
ζητεῖτε
τὸν
Ναζαρηνὸν
τὸν
ἐσταυρωμένον
·
ἠγέρϑη
,
οὐκ
ἔστιν
ὧδε
·
ἴδε
ὁ
τόπος
ὅπου
ἔϑηκαν
αὐτόν
.
Verse: 7
ἀλλὰ
ὑπάγετε
εἴπατε
τοῖς
μαϑηταῖς
αὐτοῦ
καὶ
τῷ
Πέτρῳ
ὅτι
Προάγει
ὑμᾶς
εἰς
τὴν
Γαλιλαίαν
·
ἐκεῖ
αὐτὸν
ὄψεσϑε
,
καϑὼς
εἶπεν
ὑμῖν
.
Verse: 8
καὶ
ἐξελϑοῦσαι
ἔϕυγον
ἀπὸ
τοῦ
μνημείου
,
εἶχεν
γὰρ
αὐτὰς
τρόμος
καὶ
ἔκστασις
·
καὶ
οὐδενὶ
οὐδὲν
εἶπαν
,
ἐϕοβοῦντο
γάρ
.
Verse: 9
[᾽Αναστὰς
δὲ
πρωὶ
πρώτῃ
σαββάτου
ἐϕάνη
πρῶτον
Μαρίᾳ
τῇ
Μαγδαληνῇ
,
παρ
'
ἧς
ἐκβεβλήκει
ἑπτὰ
δαιμόνια
.
Verse: 10
ἐκείνη
πορευϑεῖσα
ἀπήγγειλεν
τοῖς
μετ
'
αὐτοῦ
γενομένοις
πενϑοῦσι
καὶ
κλαίουσιν
·
Verse: 11
κἀκεῖνοι
ἀκούσαντες
ὅτι
ζῇ
καὶ
ἐϑεάϑη
ὑπ
'
αὐτῆς
ἠπίστησαν
.
Verse: 12
Μετὰ
δὲ
ταῦτα
δυσὶν
ἐξ
αὐτῶν
περιπατοῦσιν
ἐϕανερώϑη
ἐν
ἑτέρᾳ
μορϕῇ
πορευομένοις
εἰς
ἀγρόν
·
Verse: 13
κἀκεῖνοι
ἀπελϑόντες
ἀπήγγειλαν
τοῖς
λοιποῖς
·
οὐδὲ
ἐκείνοις
ἐπίστευσαν
.
Verse: 14
῞Υστερον
[δὲ]
ἀνακειμένοις
αὐτοῖς
τοῖς
ἕνδεκα
ἐϕανερώϑη
,
καὶ
ὠνείδισεν
τὴν
ἀπιστίαν
αὐτῶν
καὶ
σκληροκαρδίαν
ὅτι
τοῖς
ϑεασαμένοις
αὐτὸν
ἐγηγερμένον
οὐκ
ἐπίστευσαν
.
Verse: 15
καὶ
εἶπεν
αὐτοῖς
,
Πορευϑέντες
εἰς
τὸν
κόσμον
ἅπαντα
κηρύξατε
τὸ
εὐαγγέλιον
πάσῃ
τῇ
κτίσει
.
Verse: 16
ὁ
πιστεύσας
καὶ
βαπτισϑεὶς
σωϑήσεται
,
ὁ
δὲ
ἀπιστήσας
κατακριϑήσεται
.
Verse: 17
σημεῖα
δὲ
τοῖς
πιστεύσασιν
ταῦτα
παρακολουϑήσει
·
ἐν
τῷ
ὀνόματί
μου
δαιμόνια
ἐκβαλοῦσιν
,
γλώσσαις
λαλήσουσιν
καιναῖς
,
Verse: 18
[καὶ
ἐν
ταῖς
χερσὶν]
ὄϕεις
ἀροῦσιν
,
κἂν
ϑανάσιμόν
τι
πίωσιν
οὐ
μὴ
αὐτοὺς
βλάψῃ
,
ἐπὶ
ἀρρώστους
χεῖρας
ἐπιϑήσουσιν
καὶ
καλῶς
ἕξουσιν
.
Verse: 19
῾Ο
μὲν
οὖν
κύριος
[᾽Ιησοῦς]
μετὰ
τὸ
λαλῆσαι
αὐτοῖς
ἀνελήμϕϑη
εἰς
τὸν
οὐρανὸν
καὶ
ἐκάϑισεν
ἐκ
δεξιῶν
τοῦ
ϑεοῦ
.
Verse: 20
ἐκεῖνοι
δὲ
ἐξελϑόντες
ἐκήρυξαν
πανταχοῦ
,
τοῦ
κυρίου
συνεργοῦντος
καὶ
τὸν
λόγον
βεβαιοῦντος
διὰ
τῶν
ἐπακολουϑούντων
σημείων
.]
Verse: 9-20alt
[Πάντα
δὲ
τὰ
παρηγγελμένα
τοῖς
περὶ
τὸν
Πέτρον
συντόμως
ἐξήγγειλαν
.
Μετὰ
δὲ
ταῦτα
καὶ
αὐτὸς
ὁ
᾽Ιησοῦς
ἀπὸ
ἀνατολῆς
καὶ
ἄχρι
δύσεως
ἐξαπέστειλεν
δι
'
αὐτῶν
τὸ
ἱερὸν
καὶ
ἄϕϑαρτον
κήρυγμα
τῆς
αἰωνίου
σωτηρίας
.
ἀμήν
.]
This text is part of the
TITUS
edition of
Novum Testamentum graece
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.