TITUS
Novum Testamentum graece
Part No. 12
Previous part

Chapter: 12 
Verse: 1    ᾽Εν ἐκείνῳ τῷ καιρῷ ἐπορεύϑη ᾽Ιησοῦς τοῖς σάββασιν διὰ τῶν σπορίμων· οἱ δὲ μαϑηταὶ αὐτοῦ ἐπείνασαν, καὶ ἤρξαντο τίλλειν στάχυας καὶ ἐσϑίειν.
Verse: 2    
οἱ δὲ Φαρισαῖοι ἰδόντες εἶπαν αὐτῷ, ᾽Ιδοὺ οἱ μαϑηταί σου ποιοῦσιν οὐκ ἔξεστιν ποιεῖν ἐν σαββάτῳ.
Verse: 3    
δὲ εἶπεν αὐτοῖς, Οὐκ ἀνέγνωτε τί ἐποίησεν Δαυὶδ ὅτε ἐπείνασεν καὶ οἱ μετ' αὐτοῦ;
Verse: 4    
πῶς εἰσῆλϑεν εἰς τὸν οἶκον τοῦ ϑεοῦ καὶ τοὺς ἄρτους τῆς προϑέσεως ἔϕαγον, οὐκ ἐξὸν ἦν αὐτῷ ϕαγεῖν οὐδὲ τοῖς μετ' αὐτοῦ, εἰ μὴ τοῖς ἱερεῦσιν μόνοις;
Verse: 5    
οὐκ ἀνέγνωτε ἐν τῷ νόμῳ ὅτι τοῖς σάββασιν οἱ ἱερεῖς ἐν τῷ ἱερῷ τὸ σάββατον βεβηλοῦσιν καὶ ἀναίτιοί εἰσιν;
Verse: 6    
λέγω δὲ ὑμῖν ὅτι τοῦ ἱεροῦ μεῖζόν ἐστιν ὧδε.
Verse: 7    
εἰ δὲ ἐγνώκειτε τί ἐστιν, ῎Ελεος ϑέλω καὶ οὐ ϑυσίαν, οὐκ ἂν κατεδικάσατε τοὺς ἀναιτίους.
Verse: 8    
κύριος γάρ ἐστιν τοῦ σαββάτου υἱὸς τοῦ ἀνϑρώπου.
Verse: 9    
Καὶ μεταβὰς ἐκεῖϑεν ἦλϑεν εἰς τὴν συναγωγὴν αὐτῶν·
Verse: 10    
καὶ ἰδοὺ ἄνϑρωπος χεῖρα ἔχων ξηράν. καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες, Εἰ ἔξεστιν τοῖς σάββασιν ϑεραπεῦσαι; ἵνα κατηγορήσωσιν αὐτοῦ.
Verse: 11    
δὲ εἶπεν αὐτοῖς, Τίς ἔσται ἐξ ὑμῶν ἄνϑρωπος ὃς ἕξει πρόβατον ἕν, καὶ ἐὰν ἐμπέσῃ τοῦτο τοῖς σάββασιν εἰς βόϑυνον, οὐχὶ κρατήσει αὐτὸ καὶ ἐγερεῖ;
Verse: 12    
πόσῳ οὖν διαϕέρει ἄνϑρωπος προβάτου. ὥστε ἔξεστιν τοῖς σάββασιν καλῶς ποιεῖν.
Verse: 13    
τότε λέγει τῷ ἀνϑρώπῳ, ῎Εκτεινόν σου τὴν χεῖρα. καὶ ἐξέτεινεν, καὶ ἀπεκατεστάϑη ὑγιὴς ὡς ἄλλη.
Verse: 14    
ἐξελϑόντες δὲ οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον κατ' αὐτοῦ ὅπως αὐτὸν ἀπολέσωσιν.
Verse: 15    
῾Ο δὲ ᾽Ιησοῦς γνοὺς ἀνεχώρησεν ἐκεῖϑεν. καὶ ἠκολούϑησαν αὐτῷ πολλοί, καὶ ἐϑεράπευσεν αὐτοὺς πάντας,
Verse: 16    
καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μὴ ϕανερὸν αὐτὸν ποιήσωσιν·
Verse: 17    
ἵνα πληρωϑῇ τὸ ῥηϑὲν διὰ ᾽Ησαίου τοῦ προϕήτου λέγοντος,
Verse: 18    
᾽Ιδοὺ παῖς μου ὃν ᾑρέτισα, ἀγαπητός μου εἰς ὃν εὐδόκησεν ψυχή μου· ϑήσω τὸ πνεῦμά μου ἐπ' αὐτόν, καὶ κρίσιν τοῖς ἔϑνεσιν ἀπαγγελεῖ.
Verse: 19    
οὐκ ἐρίσει οὐδὲ κραυγάσει, οὐδὲ ἀκούσει τις ἐν ταῖς πλατείαις τὴν ϕωνὴν αὐτοῦ.
Verse: 20    
κάλαμον συντετριμμένον οὐ κατεάξει καὶ λίνον τυϕόμενον οὐ σβέσει, ἕως ἂν ἐκβάλῃ εἰς νῖκος τὴν κρίσιν.
Verse: 21    
καὶ τῷ ὀνόματι αὐτοῦ ἔϑνη ἐλπιοῦσιν.
Verse: 22    
Τότε προσηνέχϑη αὐτῷ δαιμονιζόμενος τυϕλὸς καὶ κωϕός· καὶ ἐϑεράπευσεν αὐτόν, ὥστε τὸν κωϕὸν λαλεῖν καὶ βλέπειν.
Verse: 23    
καὶ ἐξίσταντο πάντες οἱ ὄχλοι καὶ ἔλεγον, Μήτι οὗτός ἐστιν υἱὸς Δαυίδ;
Verse: 24    
οἱ δὲ Φαρισαῖοι ἀκούσαντες εἶπον, Οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια εἰ μὴ ἐν τῷ Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων.
Verse: 25    
εἰδὼς δὲ τὰς ἐνϑυμήσεις αὐτῶν εἶπεν αὐτοῖς, Πᾶσα βασιλεία μερισϑεῖσα καϑ' ἑαυτῆς ἐρημοῦται, καὶ πᾶσα πόλις οἰκία μερισϑεῖσα καϑ' ἑαυτῆς οὐ σταϑήσεται.
Verse: 26    
καὶ εἰ Σατανᾶς τὸν Σατανᾶν ἐκβάλλει, ἐϕ' ἑαυτὸν ἐμερίσϑη· πῶς οὖν σταϑήσεται βασιλεία αὐτοῦ;
Verse: 27    
καὶ εἰ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσιν; διὰ τοῦτο αὐτοὶ κριταὶ ἔσονται ὑμῶν.
Verse: 28    
εἰ δὲ ἐν πνεύματι ϑεοῦ ἐγὼ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔϕϑασεν ἐϕ' ὑμᾶς βασιλεία τοῦ ϑεοῦ.
Verse: 29    
πῶς δύναταί τις εἰσελϑεῖν εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ καὶ τὰ σκεύη αὐτοῦ ἁρπάσαι, ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρόν; καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσει.
Verse: 30    
μὴ ὢν μετ' ἐμοῦ κατ' ἐμοῦ ἐστιν, καὶ μὴ συνάγων μετ' ἐμοῦ σκορπίζει.
Verse: 31    
Διὰ τοῦτο λέγω ὑμῖν, πᾶσα ἁμαρτία καὶ βλασϕημία ἀϕεϑήσεται τοῖς ἀνϑρώποις, δὲ τοῦ πνεύματος βλασϕημία οὐκ ἀϕεϑήσεται.
Verse: 32    
καὶ ὃς ἐὰν εἴπῃ λόγον κατὰ τοῦ υἱοῦ τοῦ ἀνϑρώπου, ἀϕεϑήσεται αὐτῷ· ὃς δ' ἂν εἴπῃ κατὰ τοῦ πνεύματος τοῦ ἁγίου, οὐκ ἀϕεϑήσεται αὐτῷ οὔτε ἐν τούτῳ τῷ αἰῶνι οὔτε ἐν τῷ μέλλοντι.
Verse: 33    
῍Η ποιήσατε τὸ δένδρον καλὸν καὶ τὸν καρπὸν αὐτοῦ καλόν, ποιήσατε τὸ δένδρον σαπρὸν καὶ τὸν καρπὸν αὐτοῦ σαπρόν· ἐκ γὰρ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται.
Verse: 34    
γεννήματα ἐχιδνῶν, πῶς δύνασϑε ἀγαϑὰ λαλεῖν πονηροὶ ὄντες; ἐκ γὰρ τοῦ περισσεύματος τῆς καρδίας τὸ στόμα λαλεῖ.
Verse: 35    
ἀγαϑὸς ἄνϑρωπος ἐκ τοῦ ἀγαϑοῦ ϑησαυροῦ ἐκβάλλει ἀγαϑά, καὶ πονηρὸς ἄνϑρωπος ἐκ τοῦ πονηροῦ ϑησαυροῦ ἐκβάλλει πονηρά.
Verse: 36    
λέγω δὲ ὑμῖν ὅτι πᾶν ῥῆμα ἀργὸν λαλήσουσιν οἱ ἄνϑρωποι ἀποδώσουσιν περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως·
Verse: 37    
ἐκ γὰρ τῶν λόγων σου δικαιωϑήσῃ, καὶ ἐκ τῶν λόγων σου καταδικασϑήσῃ.
Verse: 38    
Τότε ἀπεκρίϑησαν αὐτῷ τινες τῶν γραμματέων καὶ Φαρισαίων λέγοντες, Διδάσκαλε, ϑέλομεν ἀπὸ σοῦ σημεῖον ἰδεῖν.
Verse: 39    
δὲ ἀποκριϑεὶς εἶπεν αὐτοῖς, Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοϑήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον ᾽Ιωνᾶ τοῦ προϕήτου.
Verse: 40    
ὥσπερ γὰρ ἦν ᾽Ιωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται υἱὸς τοῦ ἀνϑρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.
Verse: 41    
ἄνδρες Νινευῖται ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινοῦσιν αὐτήν· ὅτι μετενόησαν εἰς τὸ κήρυγμα ᾽Ιωνᾶ, καὶ ἰδοὺ πλεῖον ᾽Ιωνᾶ ὧδε.
Verse: 42    
βασίλισσα νότου ἐγερϑήσεται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινεῖ αὐτήν· ὅτι ἦλϑεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοϕίαν Σολομῶνος, καὶ ἰδοὺ πλεῖον Σολομῶνος ὧδε.
Verse: 43    
῞Οταν δὲ τὸ ἀκάϑαρτον πνεῦμα ἐξέλϑῃ ἀπὸ τοῦ ἀνϑρώπου, διέρχεται δι' ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν, καὶ οὐχ εὑρίσκει.
Verse: 44    
τότε λέγει, Εἰς τὸν οἶκόν μου ἐπιστρέψω ὅϑεν ἐξῆλϑον· καὶ ἐλϑὸν εὑρίσκει σχολάζοντα σεσαρωμένον καὶ κεκοσμημένον.
Verse: 45    
τότε πορεύεται καὶ παραλαμβάνει μεϑ' ἑαυτοῦ ἑπτὰ ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ, καὶ εἰσελϑόντα κατοικεῖ ἐκεῖ· καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνϑρώπου ἐκείνου χείρονα τῶν πρώτων. οὕτως ἔσται καὶ τῇ γενεᾷ ταύτῃ τῇ πονηρᾷ.
Verse: 46    
῎Ετι αὐτοῦ λαλοῦντος τοῖς ὄχλοις ἰδοὺ μήτηρ καὶ οἱ ἀδελϕοὶ αὐτοῦ εἱστήκεισαν ἔξω ζητοῦντες αὐτῷ λαλῆσαι.
Verse: 47    
[εἶπεν δέ τις αὐτῷ, ᾽Ιδοὺ μήτηρ σου καὶ οἱ ἀδελϕοί σου ἔξω ἑστήκασιν ζητοῦντές σοι λαλῆσαι.]
Verse: 48    
δὲ ἀποκριϑεὶς εἶπεν τῷ λέγοντι αὐτῷ, Τίς ἐστιν μήτηρ μου, καὶ τίνες εἰσὶν οἱ ἀδελϕοί μου;
Verse: 49    
καὶ ἐκτείνας τὴν χεῖρα αὐτοῦ ἐπὶ τοὺς μαϑητὰς αὐτοῦ εἶπεν, ᾽Ιδοὺ μήτηρ μου καὶ οἱ ἀδελϕοί μου·
Verse: 50    
ὅστις γὰρ ἂν ποιήσῃ τὸ ϑέλημα τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς αὐτός μου ἀδελϕὸς καὶ ἀδελϕὴ καὶ μήτηρ ἐστίν.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.