TITUS
Novum Testamentum graece
Part No. 13
Previous part

Chapter: 13 
Verse: 1    ᾽Εν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελϑὼν ᾽Ιησοῦς τῆς οἰκίας ἐκάϑητο παρὰ τὴν ϑάλασσαν·
Verse: 2    
καὶ συνήχϑησαν πρὸς αὐτὸν ὄχλοι πολλοί, ὥστε αὐτὸν εἰς πλοῖον ἐμβάντα καϑῆσϑαι, καὶ πᾶς ὄχλος ἐπὶ τὸν αἰγιαλὸν εἱστήκει.
Verse: 3    
καὶ ἐλάλησεν αὐτοῖς πολλὰ ἐν παραβολαῖς λέγων, ᾽Ιδοὺ ἐξῆλϑεν σπείρων τοῦ σπείρειν.
Verse: 4    
καὶ ἐν τῷ σπείρειν αὐτὸν μὲν ἔπεσεν παρὰ τὴν ὁδόν, καὶ ἐλϑόντα τὰ πετεινὰ κατέϕαγεν αὐτά.
Verse: 5    
ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰ πετρώδη ὅπου οὐκ εἶχεν γῆν πολλήν, καὶ εὐϑέως ἐξανέτειλεν διὰ τὸ μὴ ἔχειν βάϑος γῆς.
Verse: 6    
ἡλίου δὲ ἀνατείλαντος ἐκαυματίσϑη καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνϑη.
Verse: 7    
ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰς ἀκάνϑας, καὶ ἀνέβησαν αἱ ἄκανϑαι καὶ ἔπνιξαν αὐτά.
Verse: 8    
ἄλλα δὲ ἔπεσεν ἐπὶ τὴν γῆν τὴν καλὴν καὶ ἐδίδου καρπόν, μὲν ἑκατόν, δὲ ἑξήκοντα, δὲ τριάκοντα.
Verse: 9    
ἔχων ὦτα ἀκουέτω.
Verse: 10    
Καὶ προσελϑόντες οἱ μαϑηταὶ εἶπαν αὐτῷ, Διὰ τί ἐν παραβολαῖς λαλεῖς αὐτοῖς;
Verse: 11    
δὲ ἀποκριϑεὶς εἶπεν [αὐτοῖς] ὅτι ῾Υμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν, ἐκείνοις δὲ οὐ δέδοται.
Verse: 12    
ὅστις γὰρ ἔχει, δοϑήσεται αὐτῷ καὶ περισσευϑήσεται· ὅστις δὲ οὐκ ἔχει, καὶ ἔχει ἀρϑήσεται ἀπ' αὐτοῦ.
Verse: 13    
διὰ τοῦτο ἐν παραβολαῖς αὐτοῖς λαλῶ, ὅτι βλέποντες οὐ βλέπουσιν καὶ ἀκούοντες οὐκ ἀκούουσιν οὐδὲ συνίουσιν·
Verse: 14    
καὶ ἀναπληροῦται αὐτοῖς προϕητεία ᾽Ησαίου λέγουσα, ᾽Ακοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε.
Verse: 15    
ἐπαχύνϑη γὰρ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν βαρέως ἤκουσαν, καὶ τοὺς ὀϕϑαλμοὺς αὐτῶν ἐκάμμυσαν· μήποτε ἴδωσιν τοῖς ὀϕϑαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσιν καὶ τῇ καρδίᾳ συνῶσιν καὶ ἐπιστρέψωσιν, καὶ ἰάσομαι αὐτούς.
Verse: 16    
ὑμῶν δὲ μακάριοι οἱ ὀϕϑαλμοὶ ὅτι βλέπουσιν, καὶ τὰ ὦτα ὑμῶν ὅτι ἀκούουσιν.
Verse: 17    
ἀμὴν γὰρ λέγω ὑμῖν ὅτι πολλοὶ προϕῆται καὶ δίκαιοι ἐπεϑύμησαν ἰδεῖν βλέπετε καὶ οὐκ εἶδαν, καὶ ἀκοῦσαι ἀκούετε καὶ οὐκ ἤκουσαν.
Verse: 18    
῾Υμεῖς οὖν ἀκούσατε τὴν παραβολὴν τοῦ σπείραντος.
Verse: 19    
παντὸς ἀκούοντος τὸν λόγον τῆς βασιλείας καὶ μὴ συνιέντος, ἔρχεται πονηρὸς καὶ ἁρπάζει τὸ ἐσπαρμένον ἐν τῇ καρδίᾳ αὐτοῦ· οὗτός ἐστιν παρὰ τὴν ὁδὸν σπαρείς.
Verse: 20    
δὲ ἐπὶ τὰ πετρώδη σπαρείς, οὗτός ἐστιν τὸν λόγον ἀκούων καὶ εὐϑὺς μετὰ χαρᾶς λαμβάνων αὐτόν·
Verse: 21    
οὐκ ἔχει δὲ ῥίζαν ἐν ἑαυτῷ ἀλλὰ πρόσκαιρός ἐστιν, γενομένης δὲ ϑλίψεως διωγμοῦ διὰ τὸν λόγον εὐϑὺς σκανδαλίζεται.
Verse: 22    
δὲ εἰς τὰς ἀκάνϑας σπαρείς, οὗτός ἐστιν τὸν λόγον ἀκούων καὶ μέριμνα τοῦ αἰῶνος [τούτου] καὶ ἀπάτη τοῦ πλούτου συμπνίγει τὸν λόγον, καὶ ἄκαρπος γίνεται.
Verse: 23    
δὲ ἐπὶ τὴν καλὴν γῆν σπαρείς, οὗτός ἐστιν τὸν λόγον ἀκούων καὶ συνιείς, ὃς δὴ καρποϕορεῖ καὶ ποιεῖ μὲν ἑκατόν, δὲ ἑξήκοντα, δὲ τριάκοντα.
Verse: 24    
῎Αλλην παραβολὴν παρέϑηκεν αὐτοῖς λέγων, ῾Ωμοιώϑη βασιλεία τῶν οὐρανῶν ἀνϑρώπῳ σπείραντι καλὸν σπέρμα ἐν τῷ ἀγρῷ αὐτοῦ.
Verse: 25    
ἐν δὲ τῷ καϑεύδειν τοὺς ἀνϑρώπους ἦλϑεν αὐτοῦ ἐχϑρὸς καὶ ἐπέσπειρεν ζιζάνια ἀνὰ μέσον τοῦ σίτου καὶ ἀπῆλϑεν.
Verse: 26    
ὅτε δὲ ἐβλάστησεν χόρτος καὶ καρπὸν ἐποίησεν, τότε ἐϕάνη καὶ τὰ ζιζάνια.
Verse: 27    
προσελϑόντες δὲ οἱ δοῦλοι τοῦ οἰκοδεσπότου εἶπον αὐτῷ, Κύριε, οὐχὶ καλὸν σπέρμα ἔσπειρας ἐν τῷ σῷ ἀγρῷ; πόϑεν οὖν ἔχει ζιζάνια;
Verse: 28    
δὲ ἔϕη αὐτοῖς, ᾽Εχϑρὸς ἄνϑρωπος τοῦτο ἐποίησεν. οἱ δὲ δοῦλοι λέγουσιν αὐτῷ, Θέλεις οὖν ἀπελϑόντες συλλέξωμεν αὐτά;
Verse: 29    
δέ ϕησιν, Οὔ, μήποτε συλλέγοντες τὰ ζιζάνια ἐκριζώσητε ἅμα αὐτοῖς τὸν σῖτον.
Verse: 30    
ἄϕετε συναυξάνεσϑαι ἀμϕότερα ἕως τοῦ ϑερισμοῦ· καὶ ἐν καιρῷ τοῦ ϑερισμοῦ ἐρῶ τοῖς ϑερισταῖς, Συλλέξατε πρῶτον τὰ ζιζάνια καὶ δήσατε αὐτὰ εἰς δέσμας πρὸς τὸ κατακαῦσαι αὐτά, τὸν δὲ σῖτον συναγάγετε εἰς τὴν ἀποϑήκην μου.
Verse: 31    
῎Αλλην παραβολὴν παρέϑηκεν αὐτοῖς λέγων, ῾Ομοία ἐστὶν βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνϑρωπος ἔσπειρεν ἐν τῷ ἀγρῷ αὐτοῦ·
Verse: 32    
μικρότερον μέν ἐστιν πάντων τῶν σπερμάτων, ὅταν δὲ αὐξηϑῇ μεῖζον τῶν λαχάνων ἐστὶν καὶ γίνεται δένδρον, ὥστε ἐλϑεῖν τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ κατασκηνοῦν ἐν τοῖς κλάδοις αὐτοῦ.
Verse: 33    
῎Αλλην παραβολὴν ἐλάλησεν αὐτοῖς· ῾Ομοία ἐστὶν βασιλεία τῶν οὐρανῶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ ἐνέκρυψεν εἰς ἀλεύρου σάτα τρία ἕως οὗ ἐζυμώϑη ὅλον.
Verse: 34    
Ταῦτα πάντα ἐλάλησεν ᾽Ιησοῦς ἐν παραβολαῖς τοῖς ὄχλοις, καὶ χωρὶς παραβολῆς οὐδὲν ἐλάλει αὐτοῖς·
Verse: 35    
ὅπως πληρωϑῇ τὸ ῥηϑὲν διὰ τοῦ προϕήτου λέγοντος, ᾽Ανοίξω ἐν παραβολαῖς τὸ στόμα μου, ἐρεύξομαι κεκρυμμένα ἀπὸ καταβολῆς [κόσμου].
Verse: 36    
Τότε ἀϕεὶς τοὺς ὄχλους ἦλϑεν εἰς τὴν οἰκίαν. καὶ προσῆλϑον αὐτῷ οἱ μαϑηταὶ αὐτοῦ λέγοντες, Διασάϕησον ἡμῖν τὴν παραβολὴν τῶν ζιζανίων τοῦ ἀγροῦ.
Verse: 37    
δὲ ἀποκριϑεὶς εἶπεν, ῾Ο σπείρων τὸ καλὸν σπέρμα ἐστὶν υἱὸς τοῦ ἀνϑρώπου·
Verse: 38    
δὲ ἀγρός ἐστιν κόσμος· τὸ δὲ καλὸν σπέρμα, οὗτοί εἰσιν οἱ υἱοὶ τῆς βασιλείας· τὰ δὲ ζιζάνιά εἰσιν οἱ υἱοὶ τοῦ πονηροῦ,
Verse: 39    
δὲ ἐχϑρὸς σπείρας αὐτά ἐστιν διάβολος· δὲ ϑερισμὸς συντέλεια αἰῶνός ἐστιν, οἱ δὲ ϑερισταὶ ἄγγελοί εἰσιν.
Verse: 40    
ὥσπερ οὖν συλλέγεται τὰ ζιζάνια καὶ πυρὶ καίεται, οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος·
Verse: 41    
ἀποστελεῖ υἱὸς τοῦ ἀνϑρώπου τοὺς ἀγγέλους αὐτοῦ, καὶ συλλέξουσιν ἐκ τῆς βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν,
Verse: 42    
καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται κλαυϑμὸς καὶ βρυγμὸς τῶν ὀδόντων.
Verse: 43    
Τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς αὐτῶν. ἔχων ὦτα ἀκουέτω.
Verse: 44    
῾Ομοία ἐστὶν βασιλεία τῶν οὐρανῶν ϑησαυρῷ κεκρυμμένῳ ἐν τῷ ἀγρῷ, ὃν εὑρὼν ἄνϑρωπος ἔκρυψεν, καὶ ἀπὸ τῆς χαρᾶς αὐτοῦ ὑπάγει καὶ πωλεῖ πάντα ὅσα ἔχει καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον.
Verse: 45    
Πάλιν ὁμοία ἐστὶν βασιλεία τῶν οὐρανῶν ἀνϑρώπῳ ἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρίτας·
Verse: 46    
εὑρὼν δὲ ἕνα πολύτιμον μαργαρίτην ἀπελϑὼν πέπρακεν πάντα ὅσα εἶχεν καὶ ἠγόρασεν αὐτόν.
Verse: 47    
Πάλιν ὁμοία ἐστὶν βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληϑείσῃ εἰς τὴν ϑάλασσαν καὶ ἐκ παντὸς γένους συναγαγούσῃ·
Verse: 48    
ἣν ὅτε ἐπληρώϑη ἀναβιβάσαντες ἐπὶ τὸν αἰγιαλὸν καὶ καϑίσαντες συνέλεξαν τὰ καλὰ εἰς ἄγγη, τὰ δὲ σαπρὰ ἔξω ἔβαλον.
Verse: 49    
οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος· ἐξελεύσονται οἱ ἄγγελοι καὶ ἀϕοριοῦσιν τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων
Verse: 50    
καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται κλαυϑμὸς καὶ βρυγμὸς τῶν ὀδόντων.
Verse: 51    
Συνήκατε ταῦτα πάντα; λέγουσιν αὐτῷ, Ναί.
Verse: 52    
δὲ εἶπεν αὐτοῖς, Διὰ τοῦτο πᾶς γραμματεὺς μαϑητευϑεὶς τῇ βασιλείᾳ τῶν οὐρανῶν ὅμοιός ἐστιν ἀνϑρώπῳ οἰκοδεσπότῃ ὅστις ἐκβάλλει ἐκ τοῦ ϑησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά.
Verse: 53    
Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ᾽Ιησοῦς τὰς παραβολὰς ταύτας, μετῆρεν ἐκεῖϑεν.
Verse: 54    
καὶ ἐλϑὼν εἰς τὴν πατρίδα αὐτοῦ ἐδίδασκεν αὐτοὺς ἐν τῇ συναγωγῇ αὐτῶν, ὥστε ἐκπλήσσεσϑαι αὐτοὺς καὶ λέγειν, Πόϑεν τούτῳ σοϕία αὕτη καὶ αἱ δυνάμεις;
Verse: 55    
οὐχ οὗτός ἐστιν τοῦ τέκτονος υἱός; οὐχ μήτηρ αὐτοῦ λέγεται Μαριὰμ καὶ οἱ ἀδελϕοὶ αὐτοῦ ᾽Ιάκωβος καὶ ᾽Ιωσὴϕ καὶ Σίμων καὶ ᾽Ιούδας;
Verse: 56    
καὶ αἱ ἀδελϕαὶ αὐτοῦ οὐχὶ πᾶσαι πρὸς ἡμᾶς εἰσιν; πόϑεν οὖν τούτῳ ταῦτα πάντα;
Verse: 57    
καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ. δὲ ᾽Ιησοῦς εἶπεν αὐτοῖς, Οὐκ ἔστιν προϕήτης ἄτιμος εἰ μὴ ἐν τῇ πατρίδι καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ.
Verse: 58    
καὶ οὐκ ἐποίησεν ἐκεῖ δυνάμεις πολλὰς διὰ τὴν ἀπιστίαν αὐτῶν.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.