TITUS
Novum Testamentum graece
Part No. 20
Previous part

Chapter: 20 
Verse: 1    ῾Ομοία γάρ ἐστιν βασιλεία τῶν οὐρανῶν ἀνϑρώπῳ οἰκοδεσπότῃ ὅστις ἐξῆλϑεν ἅμα πρωὶ μισϑώσασϑαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ·
Verse: 2    
συμϕωνήσας δὲ μετὰ τῶν ἐργατῶν ἐκ δηναρίου τὴν ἡμέραν ἀπέστειλεν αὐτοὺς εἰς τὸν ἀμπελῶνα αὐτοῦ.
Verse: 3    
καὶ ἐξελϑὼν περὶ τρίτην ὥραν εἶδεν ἄλλους ἑστῶτας ἐν τῇ ἀγορᾷ ἀργούς·
Verse: 4    
καὶ ἐκείνοις εἶπεν, ῾Υπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ἐὰν δίκαιον δώσω ὑμῖν.
Verse: 5    
οἱ δὲ ἀπῆλϑον. πάλιν [δὲ] ἐξελϑὼν περὶ ἕκτην καὶ ἐνάτην ὥραν ἐποίησεν ὡσαύτως.
Verse: 6    
περὶ δὲ τὴν ἑνδεκάτην ἐξελϑὼν εὗρεν ἄλλους ἑστῶτας, καὶ λέγει αὐτοῖς, Τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί;
Verse: 7    
λέγουσιν αὐτῷ, ῞Οτι οὐδεὶς ἡμᾶς ἐμισϑώσατο. λέγει αὐτοῖς, ῾Υπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα.
Verse: 8    
ὀψίας δὲ γενομένης λέγει κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ, Κάλεσον τοὺς ἐργάτας καὶ ἀπόδος αὐτοῖς τὸν μισϑὸν ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων.
Verse: 9    
καὶ ἐλϑόντες οἱ περὶ τὴν ἑνδεκάτην ὥραν ἔλαβον ἀνὰ δηνάριον.
Verse: 10    
καὶ ἐλϑόντες οἱ πρῶτοι ἐνόμισαν ὅτι πλεῖον λήμψονται· καὶ ἔλαβον [τὸ] ἀνὰ δηνάριον καὶ αὐτοί.
Verse: 11    
λαβόντες δὲ ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου
Verse: 12    
λέγοντες, Οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν, καὶ ἴσους ἡμῖν αὐτοὺς ἐποίησας τοῖς βαστάσασι τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα.
Verse: 13    
δὲ ἀποκριϑεὶς ἑνὶ αὐτῶν εἶπεν, ῾Εταῖρε, οὐκ ἀδικῶ σε· οὐχὶ δηναρίου συνεϕώνησάς μοι;
Verse: 14    
ἆρον τὸ σὸν καὶ ὕπαγε· ϑέλω δὲ τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί.
Verse: 15    
[ἢ] οὐκ ἔξεστίν μοι ϑέλω ποιῆσαι ἐν τοῖς ἐμοῖς; ὀϕϑαλμός σου πονηρός ἐστιν ὅτι ἐγὼ ἀγαϑός εἰμι;
Verse: 16    
Οὕτως ἔσονται οἱ ἔσχατοι πρῶτοι καὶ οἱ πρῶτοι ἔσχατοι.
Verse: 17    
Καὶ ἀναβαίνων ᾽Ιησοῦς εἰς ῾Ιεροσόλυμα παρέλαβεν τοὺς δώδεκα [μαϑητὰς] κατ' ἰδίαν, καὶ ἐν τῇ ὁδῷ εἶπεν αὐτοῖς,
Verse: 18    
᾽Ιδοὺ ἀναβαίνομεν εἰς ῾Ιεροσόλυμα, καὶ υἱὸς τοῦ ἀνϑρώπου παραδοϑήσεται τοῖς ἀρχιερεῦσιν καὶ γραμματεῦσιν, καὶ κατακρινοῦσιν αὐτὸν ϑανάτῳ,
Verse: 19    
καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔϑνεσιν εἰς τὸ ἐμπαῖξαι καὶ μαστιγῶσαι καὶ σταυρῶσαι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερϑήσεται.
Verse: 20    
Τότε προσῆλϑεν αὐτῷ μήτηρ τῶν υἱῶν Ζεβεδαίου μετὰ τῶν υἱῶν αὐτῆς προσκυνοῦσα καὶ αἰτοῦσά τι ἀπ' αὐτοῦ.
Verse: 21    
δὲ εἶπεν αὐτῇ, Τί ϑέλεις; λέγει αὐτῷ, Εἰπὲ ἵνα καϑίσωσιν οὗτοι οἱ δύο υἱοί μου εἷς ἐκ δεξιῶν σου καὶ εἷς ἐξ εὐωνύμων σου ἐν τῇ βασιλείᾳ σου.
Verse: 22    
ἀποκριϑεὶς δὲ ᾽Ιησοῦς εἶπεν, Οὐκ οἴδατε τί αἰτεῖσϑε· δύνασϑε πιεῖν τὸ ποτήριον ἐγὼ μέλλω πίνειν; λέγουσιν αὐτῷ, Δυνάμεϑα.
Verse: 23    
λέγει αὐτοῖς, Τὸ μὲν ποτήριόν μου πίεσϑε, τὸ δὲ καϑίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμὸν τοῦτο δοῦναι, ἀλλ' οἷς ἡτοίμασται ὑπὸ τοῦ πατρός μου.
Verse: 24    
Καὶ ἀκούσαντες οἱ δέκα ἠγανάκτησαν περὶ τῶν δύο ἀδελϕῶν.
Verse: 25    
δὲ ᾽Ιησοῦς προσκαλεσάμενος αὐτοὺς εἶπεν, Οἴδατε ὅτι οἱ ἄρχοντες τῶν ἐϑνῶν κατακυριεύουσιν αὐτῶν καὶ οἱ μεγάλοι κατεξουσιάζουσιν αὐτῶν.
Verse: 26    
οὐχ οὕτως ἔσται ἐν ὑμῖν· ἀλλ' ὃς ἐὰν ϑέλῃ ἐν ὑμῖν μέγας γενέσϑαι ἔσται ὑμῶν διάκονος,
Verse: 27    
καὶ ὃς ἂν ϑέλῃ ἐν ὑμῖν εἶναι πρῶτος ἔσται ὑμῶν δοῦλος·
Verse: 28    
ὥσπερ υἱὸς τοῦ ἀνϑρώπου οὐκ ἦλϑεν διακονηϑῆναι ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.
Verse: 29    
Καὶ ἐκπορευομένων αὐτῶν ἀπὸ ᾽Ιεριχὼ ἠκολούϑησεν αὐτῷ ὄχλος πολύς.
Verse: 30    
καὶ ἰδοὺ δύο τυϕλοὶ καϑήμενοι παρὰ τὴν ὁδόν, ἀκούσαντες ὅτι ᾽Ιησοῦς παράγει, ἔκραξαν λέγοντες, [Κύριε,] ἐλέησον ἡμᾶς, υἱὲ Δαυίδ.
Verse: 31    
δὲ ὄχλος ἐπετίμησεν αὐτοῖς ἵνα σιωπήσωσιν· οἱ δὲ μεῖζον ἔκραξαν λέγοντες, Κύριε, ἐλέησον ἡμᾶς, υἱὲ Δαυίδ.
Verse: 32    
καὶ στὰς ᾽Ιησοῦς ἐϕώνησεν αὐτοὺς καὶ εἶπεν, Τί ϑέλετε ποιήσω ὑμῖν;
Verse: 33    
λέγουσιν αὐτῷ, Κύριε, ἵνα ἀνοιγῶσιν οἱ ὀϕϑαλμοὶ ἡμῶν.
Verse: 34    
σπλαγχνισϑεὶς δὲ ᾽Ιησοῦς ἥψατο τῶν ὀμμάτων αὐτῶν, καὶ εὐϑέως ἀνέβλεψαν καὶ ἠκολούϑησαν αὐτῷ.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.