TITUS
Novum Testamentum graece
Part No. 26
Previous part

Chapter: 26 
Verse: 1    Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ᾽Ιησοῦς πάντας τοὺς λόγους τούτους, εἶπεν τοῖς μαϑηταῖς αὐτοῦ,
Verse: 2    
Οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται, καὶ υἱὸς τοῦ ἀνϑρώπου παραδίδοται εἰς τὸ σταυρωϑῆναι.
Verse: 3    
Τότε συνήχϑησαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως τοῦ λεγομένου Καϊάϕα,
Verse: 4    
καὶ συνεβουλεύσαντο ἵνα τὸν ᾽Ιησοῦν δόλῳ κρατήσωσιν καὶ ἀποκτείνωσιν·
Verse: 5    
ἔλεγον δέ, Μὴ ἐν τῇ ἑορτῇ, ἵνα μὴ ϑόρυβος γένηται ἐν τῷ λαῷ.
Verse: 6    
Τοῦ δὲ ᾽Ιησοῦ γενομένου ἐν Βηϑανίᾳ ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ,
Verse: 7    
προσῆλϑεν αὐτῷ γυνὴ ἔχουσα ἀλάβαστρον μύρου βαρυτίμου καὶ κατέχεεν ἐπὶ τῆς κεϕαλῆς αὐτοῦ ἀνακειμένου.
Verse: 8    
ἰδόντες δὲ οἱ μαϑηταὶ ἠγανάκτησαν λέγοντες, Εἰς τί ἀπώλεια αὕτη;
Verse: 9    
ἐδύνατο γὰρ τοῦτο πραϑῆναι πολλοῦ καὶ δοϑῆναι πτωχοῖς.
Verse: 10    
γνοὺς δὲ ᾽Ιησοῦς εἶπεν αὐτοῖς, Τί κόπους παρέχετε τῇ γυναικί; ἔργον γὰρ καλὸν ἠργάσατο εἰς ἐμέ·
Verse: 11    
πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεϑ' ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε·
Verse: 12    
βαλοῦσα γὰρ αὕτη τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός μου πρὸς τὸ ἐνταϕιάσαι με ἐποίησεν.
Verse: 13    
ἀμὴν λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχϑῇ τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ, λαληϑήσεται καὶ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς.
Verse: 14    
Τότε πορευϑεὶς εἷς τῶν δώδεκα, λεγόμενος ᾽Ιούδας ᾽Ισκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς
Verse: 15    
εἶπεν, Τί ϑέλετέ μοι δοῦναι κἀγὼ ὑμῖν παραδώσω αὐτόν; οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια.
Verse: 16    
καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν ἵνα αὐτὸν παραδῷ.
Verse: 17    
Τῇ δὲ πρώτῃ τῶν ἀζύμων προσῆλϑον οἱ μαϑηταὶ τῷ ᾽Ιησοῦ λέγοντες, Ποῦ ϑέλεις ἑτοιμάσωμέν σοι ϕαγεῖν τὸ πάσχα;
Verse: 18    
δὲ εἶπεν, ῾Υπάγετε εἰς τὴν πόλιν πρὸς τὸν δεῖνα καὶ εἴπατε αὐτῷ, ῾Ο διδάσκαλος λέγει, ῾Ο καιρός μου ἐγγύς ἐστιν· πρὸς σὲ ποιῶ τὸ πάσχα μετὰ τῶν μαϑητῶν μου.
Verse: 19    
καὶ ἐποίησαν οἱ μαϑηταὶ ὡς συνέταξεν αὐτοῖς ᾽Ιησοῦς, καὶ ἡτοίμασαν τὸ πάσχα.
Verse: 20    
᾽Οψίας δὲ γενομένης ἀνέκειτο μετὰ τῶν δώδεκα.
Verse: 21    
καὶ ἐσϑιόντων αὐτῶν εἶπεν, ᾽Αμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με.
Verse: 22    
καὶ λυπούμενοι σϕόδρα ἤρξαντο λέγειν αὐτῷ εἷς ἕκαστος, Μήτι ἐγώ εἰμι, κύριε;
Verse: 23    
δὲ ἀποκριϑεὶς εἶπεν, ῾Ο ἐμβάψας μετ' ἐμοῦ τὴν χεῖρα ἐν τῷ τρυβλίῳ οὗτός με παραδώσει.
Verse: 24    
μὲν υἱὸς τοῦ ἀνϑρώπου ὑπάγει καϑὼς γέγραπται περὶ αὐτοῦ, οὐαὶ δὲ τῷ ἀνϑρώπῳ ἐκείνῳ δι' οὗ υἱὸς τοῦ ἀνϑρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήϑη ἄνϑρωπος ἐκεῖνος.
Verse: 25    
ἀποκριϑεὶς δὲ ᾽Ιούδας παραδιδοὺς αὐτὸν εἶπεν, Μήτι ἐγώ εἰμι, ῥαββί; λέγει αὐτῷ, Σὺ εἶπας.
Verse: 26    
᾽Εσϑιόντων δὲ αὐτῶν λαβὼν ᾽Ιησοῦς ἄρτον καὶ εὐλογήσας ἔκλασεν καὶ δοὺς τοῖς μαϑηταῖς εἶπεν, Λάβετε ϕάγετε, τοῦτό ἐστιν τὸ σῶμά μου.
Verse: 27    
καὶ λαβὼν ποτήριον καὶ εὐχαριστήσας ἔδωκεν αὐτοῖς λέγων, Πίετε ἐξ αὐτοῦ πάντες,
Verse: 28    
τοῦτο γάρ ἐστιν τὸ αἷμά μου τῆς διαϑήκης τὸ περὶ πολλῶν ἐκχυννόμενον εἰς ἄϕεσιν ἁμαρτιῶν.
Verse: 29    
λέγω δὲ ὑμῖν, οὐ μὴ πίω ἀπ' ἄρτι ἐκ τούτου τοῦ γενήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω μεϑ' ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ πατρός μου.
Verse: 30    
Καὶ ὑμνήσαντες ἐξῆλϑον εἰς τὸ ῎Ορος τῶν ᾽Ελαιῶν.
Verse: 31    
Τότε λέγει αὐτοῖς ᾽Ιησοῦς, Πάντες ὑμεῖς σκανδαλισϑήσεσϑε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ, γέγραπται γάρ, Πατάξω τὸν ποιμένα, καὶ διασκορπισϑήσονται τὰ πρόβατα τῆς ποίμνης·
Verse: 32    
μετὰ δὲ τὸ ἐγερϑῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν.
Verse: 33    
ἀποκριϑεὶς δὲ Πέτρος εἶπεν αὐτῷ, Εἰ πάντες σκανδαλισϑήσονται ἐν σοί, ἐγὼ οὐδέποτε σκανδαλισϑήσομαι.
Verse: 34    
ἔϕη αὐτῷ ᾽Ιησοῦς, ᾽Αμὴν λέγω σοι ὅτι ἐν ταύτῃ τῇ νυκτὶ πρὶν ἀλέκτορα ϕωνῆσαι τρὶς ἀπαρνήσῃ με.
Verse: 35    
λέγει αὐτῷ Πέτρος, Κἂν δέῃ με σὺν σοὶ ἀποϑανεῖν, οὐ μή σε ἀπαρνήσομαι. ὁμοίως καὶ πάντες οἱ μαϑηταὶ εἶπαν.
Verse: 36    
Τότε ἔρχεται μετ' αὐτῶν ᾽Ιησοῦς εἰς χωρίον λεγόμενον Γεϑσημανί, καὶ λέγει τοῖς μαϑηταῖς, Καϑίσατε αὐτοῦ ἕως ἂν ἀπελϑὼν ἐκεῖ προσεύξωμαι.
Verse: 37    
καὶ παραλαβὼν τὸν Πέτρον καὶ τοὺς δύο υἱοὺς Ζεβεδαίου ἤρξατο λυπεῖσϑαι καὶ ἀδημονεῖν.
Verse: 38    
τότε λέγει αὐτοῖς, Περίλυπός ἐστιν ψυχή μου ἕως ϑανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε μετ' ἐμοῦ.
Verse: 39    
καὶ προελϑὼν μικρὸν ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ προσευχόμενος καὶ λέγων, Πάτερ μου, εἰ δυνατόν ἐστιν, παρελϑάτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ ϑέλω ἀλλ' ὡς σύ.
Verse: 40    
καὶ ἔρχεται πρὸς τοὺς μαϑητὰς καὶ εὑρίσκει αὐτοὺς καϑεύδοντας, καὶ λέγει τῷ Πέτρῳ, Οὕτως οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετ' ἐμοῦ;
Verse: 41    
γρηγορεῖτε καὶ προσεύχεσϑε, ἵνα μὴ εἰσέλϑητε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόϑυμον δὲ σὰρξ ἀσϑενής.
Verse: 42    
πάλιν ἐκ δευτέρου ἀπελϑὼν προσηύξατο λέγων, Πάτερ μου, εἰ οὐ δύναται τοῦτο παρελϑεῖν ἐὰν μὴ αὐτὸ πίω, γενηϑήτω τὸ ϑέλημά σου.
Verse: 43    
καὶ ἐλϑὼν πάλιν εὗρεν αὐτοὺς καϑεύδοντας, ἦσαν γὰρ αὐτῶν οἱ ὀϕϑαλμοὶ βεβαρημένοι.
Verse: 44    
καὶ ἀϕεὶς αὐτοὺς πάλιν ἀπελϑὼν προσηύξατο ἐκ τρίτου τὸν αὐτὸν λόγον εἰπὼν πάλιν.
Verse: 45    
τότε ἔρχεται πρὸς τοὺς μαϑητὰς καὶ λέγει αὐτοῖς, Καϑεύδετε τὸ λοιπὸν καὶ ἀναπαύεσϑε; ἰδοὺ ἤγγικεν ὥρα καὶ υἱὸς τοῦ ἀνϑρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν.
Verse: 46    
ἐγείρεσϑε, ἄγωμεν· ἰδοὺ ἤγγικεν παραδιδούς με.
Verse: 47    
Καὶ ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ ᾽Ιούδας εἷς τῶν δώδεκα ἦλϑεν καὶ μετ' αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ.
Verse: 48    
δὲ παραδιδοὺς αὐτὸν ἔδωκεν αὐτοῖς σημεῖον λέγων, ῝Ον ἂν ϕιλήσω αὐτός ἐστιν· κρατήσατε αὐτόν.
Verse: 49    
καὶ εὐϑέως προσελϑὼν τῷ ᾽Ιησοῦ εἶπεν, Χαῖρε, ῥαββί· καὶ κατεϕίλησεν αὐτόν.
Verse: 50    
δὲ ᾽Ιησοῦς εἶπεν αὐτῷ, ῾Εταῖρε, ἐϕ' πάρει. τότε προσελϑόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν ᾽Ιησοῦν καὶ ἐκράτησαν αὐτόν.
Verse: 51    
καὶ ἰδοὺ εἷς τῶν μετὰ ᾽Ιησοῦ ἐκτείνας τὴν χεῖρα ἀπέσπασεν τὴν μάχαιραν αὐτοῦ καὶ πατάξας τὸν δοῦλον τοῦ ἀρχιερέως ἀϕεῖλεν αὐτοῦ τὸ ὠτίον.
Verse: 52    
τότε λέγει αὐτῷ ᾽Ιησοῦς, ᾽Απόστρεψον τὴν μάχαιράν σου εἰς τὸν τόπον αὐτῆς, πάντες γὰρ οἱ λαβόντες μάχαιραν ἐν μαχαίρῃ ἀπολοῦνται.
Verse: 53    
δοκεῖς ὅτι οὐ δύναμαι παρακαλέσαι τὸν πατέρα μου, καὶ παραστήσει μοι ἄρτι πλείω δώδεκα λεγιῶνας ἀγγέλων;
Verse: 54    
πῶς οὖν πληρωϑῶσιν αἱ γραϕαὶ ὅτι οὕτως δεῖ γενέσϑαι;
Verse: 55    
᾽Εν ἐκείνῃ τῇ ὥρᾳ εἶπεν ᾽Ιησοῦς τοῖς ὄχλοις, ῾Ως ἐπὶ λῃστὴν ἐξήλϑατε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; καϑ' ἡμέραν ἐν τῷ ἱερῷ ἐκαϑεζόμην διδάσκων καὶ οὐκ ἐκρατήσατέ με.
Verse: 56    
τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωϑῶσιν αἱ γραϕαὶ τῶν προϕητῶν. Τότε οἱ μαϑηταὶ πάντες ἀϕέντες αὐτὸν ἔϕυγον.
Verse: 57    
Οἱ δὲ κρατήσαντες τὸν ᾽Ιησοῦν ἀπήγαγον πρὸς Καϊάϕαν τὸν ἀρχιερέα, ὅπου οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι συνήχϑησαν.
Verse: 58    
δὲ Πέτρος ἠκολούϑει αὐτῷ ἀπὸ μακρόϑεν ἕως τῆς αὐλῆς τοῦ ἀρχιερέως, καὶ εἰσελϑὼν ἔσω ἐκάϑητο μετὰ τῶν ὑπηρετῶν ἰδεῖν τὸ τέλος.
Verse: 59    
οἱ δὲ ἀρχιερεῖς καὶ τὸ συνέδριον ὅλον ἐζήτουν ψευδομαρτυρίαν κατὰ τοῦ ᾽Ιησοῦ ὅπως αὐτὸν ϑανατώσωσιν,
Verse: 60    
καὶ οὐχ εὗρον πολλῶν προσελϑόντων ψευδομαρτύρων. ὕστερον δὲ προσελϑόντες δύο
Verse: 61    
εἶπαν, Οὗτος ἔϕη, Δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ ϑεοῦ καὶ διὰ τριῶν ἡμερῶν οἰκοδομῆσαι.
Verse: 62    
καὶ ἀναστὰς ἀρχιερεὺς εἶπεν αὐτῷ, Οὐδὲν ἀποκρίνῃ; τί οὗτοί σου καταμαρτυροῦσιν;
Verse: 63    
δὲ ᾽Ιησοῦς ἐσιώπα. καὶ ἀρχιερεὺς εἶπεν αὐτῷ, ᾽Εξορκίζω σε κατὰ τοῦ ϑεοῦ τοῦ ζῶντος ἵνα ἡμῖν εἴπῃς εἰ σὺ εἶ Χριστὸς υἱὸς τοῦ ϑεοῦ.
Verse: 64    
λέγει αὐτῷ ᾽Ιησοῦς, Σὺ εἶπας· πλὴν λέγω ὑμῖν, ἀπ' ἄρτι ὄψεσϑε τὸν υἱὸν τοῦ ἀνϑρώπου καϑήμενον ἐκ δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεϕελῶν τοῦ οὐρανοῦ.
Verse: 65    
τότε ἀρχιερεὺς διέρρηξεν τὰ ἱμάτια αὐτοῦ λέγων, ᾽Εβλασϕήμησεν· τί ἔτι χρείαν ἔχομεν μαρτύρων; ἴδε νῦν ἠκούσατε τὴν βλασϕημίαν·
Verse: 66    
τί ὑμῖν δοκεῖ; οἱ δὲ ἀποκριϑέντες εἶπαν, ῎Ενοχος ϑανάτου ἐστίν.
Verse: 67    
Τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐκολάϕισαν αὐτόν, οἱ δὲ ἐράπισαν
Verse: 68    
λέγοντες, Προϕήτευσον ἡμῖν, Χριστέ, τίς ἐστιν παίσας σε;
Verse: 69    
῾Ο δὲ Πέτρος ἐκάϑητο ἔξω ἐν τῇ αὐλῇ· καὶ προσῆλϑεν αὐτῷ μία παιδίσκη λέγουσα, Καὶ σὺ ἦσϑα μετὰ ᾽Ιησοῦ τοῦ Γαλιλαίου.
Verse: 70    
δὲ ἠρνήσατο ἔμπροσϑεν πάντων λέγων, Οὐκ οἶδα τί λέγεις.
Verse: 71    
ἐξελϑόντα δὲ εἰς τὸν πυλῶνα εἶδεν αὐτὸν ἄλλη καὶ λέγει τοῖς ἐκεῖ, Οὗτος ἦν μετὰ ᾽Ιησοῦ τοῦ Ναζωραίου.
Verse: 72    
καὶ πάλιν ἠρνήσατο μετὰ ὅρκου ὅτι Οὐκ οἶδα τὸν ἄνϑρωπον.
Verse: 73    
μετὰ μικρὸν δὲ προσελϑόντες οἱ ἑστῶτες εἶπον τῷ Πέτρῳ, ᾽Αληϑῶς καὶ σὺ ἐξ αὐτῶν εἶ, καὶ γὰρ λαλιά σου δῆλόν σε ποιεῖ.
Verse: 74    
τότε ἤρξατο καταϑεματίζειν καὶ ὀμνύειν ὅτι Οὐκ οἶδα τὸν ἄνϑρωπον. καὶ εὐϑέως ἀλέκτωρ ἐϕώνησεν.
Verse: 75    
καὶ ἐμνήσϑη Πέτρος τοῦ ῥήματος ᾽Ιησοῦ εἰρηκότος ὅτι Πρὶν ἀλέκτορα ϕωνῆσαι τρὶς ἀπαρνήσῃ με· καὶ ἐξελϑὼν ἔξω ἔκλαυσεν πικρῶς.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.