TITUS
Novum Testamentum graece
Part No. 28
Previous part

Chapter: 28 
Verse: 1    ᾽Οψὲ δὲ σαββάτων, τῇ ἐπιϕωσκούσῃ εἰς μίαν σαββάτων, ἦλϑεν Μαρία Μαγδαληνὴ καὶ ἄλλη Μαρία ϑεωρῆσαι τὸν τάϕον.
Verse: 2    
καὶ ἰδοὺ σεισμὸς ἐγένετο μέγας· ἄγγελος γὰρ κυρίου καταβὰς ἐξ οὐρανοῦ καὶ προσελϑὼν ἀπεκύλισεν τὸν λίϑον καὶ ἐκάϑητο ἐπάνω αὐτοῦ.
Verse: 3    
ἦν δὲ εἰδέα αὐτοῦ ὡς ἀστραπὴ καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡς χιών.
Verse: 4    
ἀπὸ δὲ τοῦ ϕόβου αὐτοῦ ἐσείσϑησαν οἱ τηροῦντες καὶ ἐγενήϑησαν ὡς νεκροί.
Verse: 5    
ἀποκριϑεὶς δὲ ἄγγελος εἶπεν ταῖς γυναιξίν, Μὴ ϕοβεῖσϑε ὑμεῖς, οἶδα γὰρ ὅτι ᾽Ιησοῦν τὸν ἐσταυρωμένον ζητεῖτε·
Verse: 6    
οὐκ ἔστιν ὧδε, ἠγέρϑη γὰρ καϑὼς εἶπεν· δεῦτε ἴδετε τὸν τόπον ὅπου ἔκειτο.
Verse: 7    
καὶ ταχὺ πορευϑεῖσαι εἴπατε τοῖς μαϑηταῖς αὐτοῦ ὅτι ᾽Ηγέρϑη ἀπὸ τῶν νεκρῶν, καὶ ἰδοὺ προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν, ἐκεῖ αὐτὸν ὄψεσϑε· ἰδοὺ εἶπον ὑμῖν.
Verse: 8    
καὶ ἀπελϑοῦσαι ταχὺ ἀπὸ τοῦ μνημείου μετὰ ϕόβου καὶ χαρᾶς μεγάλης ἔδραμον ἀπαγγεῖλαι τοῖς μαϑηταῖς αὐτοῦ.
Verse: 9    
καὶ ἰδοὺ ᾽Ιησοῦς ὑπήντησεν αὐταῖς λέγων, Χαίρετε. αἱ δὲ προσελϑοῦσαι ἐκράτησαν αὐτοῦ τοὺς πόδας καὶ προσεκύνησαν αὐτῷ.
Verse: 10    
τότε λέγει αὐταῖς ᾽Ιησοῦς, Μὴ ϕοβεῖσϑε· ὑπάγετε ἀπαγγείλατε τοῖς ἀδελϕοῖς μου ἵνα ἀπέλϑωσιν εἰς τὴν Γαλιλαίαν, κἀκεῖ με ὄψονται.
Verse: 11    
Πορευομένων δὲ αὐτῶν ἰδού τινες τῆς κουστωδίας ἐλϑόντες εἰς τὴν πόλιν ἀπήγγειλαν τοῖς ἀρχιερεῦσιν ἅπαντα τὰ γενόμενα.
Verse: 12    
καὶ συναχϑέντες μετὰ τῶν πρεσβυτέρων συμβούλιόν τε λαβόντες ἀργύρια ἱκανὰ ἔδωκαν τοῖς στρατιώταις
Verse: 13    
λέγοντες, Εἴπατε ὅτι Οἱ μαϑηταὶ αὐτοῦ νυκτὸς ἐλϑόντες ἔκλεψαν αὐτὸν ἡμῶν κοιμωμένων.
Verse: 14    
καὶ ἐὰν ἀκουσϑῇ τοῦτο ἐπὶ τοῦ ἡγεμόνος, ἡμεῖς πείσομεν αὐτὸν καὶ ὑμᾶς ἀμερίμνους ποιήσομεν.
Verse: 15    
οἱ δὲ λαβόντες τὰ ἀργύρια ἐποίησαν ὡς ἐδιδάχϑησαν. Καὶ διεϕημίσϑη λόγος οὗτος παρὰ ᾽Ιουδαίοις μέχρι τῆς σήμερον [ἡμέρας].
Verse: 16    
Οἱ δὲ ἕνδεκα μαϑηταὶ ἐπορεύϑησαν εἰς τὴν Γαλιλαίαν εἰς τὸ ὄρος οὗ ἐτάξατο αὐτοῖς ᾽Ιησοῦς,
Verse: 17    
καὶ ἰδόντες αὐτὸν προσεκύνησαν, οἱ δὲ ἐδίστασαν.
Verse: 18    
καὶ προσελϑὼν ᾽Ιησοῦς ἐλάλησεν αὐτοῖς λέγων, ᾽Εδόϑη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς.
Verse: 19    
πορευϑέντες οὖν μαϑητεύσατε πάντα τὰ ἔϑνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος,
Verse: 20    
διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν· καὶ ἰδοὺ ἐγὼ μεϑ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος.





Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.