TITUS
Novum Testamentum graece
Part No. 4
Previous part

Chapter: 4 
Verse: 1    Τότε ᾽Ιησοῦς ἀνήχϑη εἰς τὴν ἔρημον ὑπὸ τοῦ πνεύματος, πειρασϑῆναι ὑπὸ τοῦ διαβόλου.
Verse: 2    
καὶ νηστεύσας ἡμέρας τεσσαράκοντα καὶ νύκτας τεσσαράκοντα ὕστερον ἐπείνασεν.
Verse: 3    
Καὶ προσελϑὼν πειράζων εἶπεν αὐτῷ, Εἰ υἱὸς εἶ τοῦ ϑεοῦ, εἰπὲ ἵνα οἱ λίϑοι οὗτοι ἄρτοι γένωνται.
Verse: 4    
δὲ ἀποκριϑεὶς εἶπεν, Γέγραπται, Οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνϑρωπος, ἀλλ' ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος ϑεοῦ.
Verse: 5    
Τότε παραλαμβάνει αὐτὸν διάβολος εἰς τὴν ἁγίαν πόλιν, καὶ ἵστησιν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ,
Verse: 6    
καὶ λέγει αὐτῷ, Εἰ υἱὸς εἶ τοῦ ϑεοῦ, βάλε σεαυτὸν κάτω· γέγραπται γὰρ ὅτι Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ καὶ ἐπὶ χειρῶν ἀροῦσίν σε, μήποτε προσκόψῃς πρὸς λίϑον τὸν πόδα σου.
Verse: 7    
ἔϕη αὐτῷ ᾽Ιησοῦς, Πάλιν γέγραπται, Οὐκ ἐκπειράσεις κύριον τὸν ϑεόν σου.
Verse: 8    
Πάλιν παραλαμβάνει αὐτὸν διάβολος εἰς ὄρος ὑψηλὸν λίαν, καὶ δείκνυσιν αὐτῷ πάσας τὰς βασιλείας τοῦ κόσμου καὶ τὴν δόξαν αὐτῶν,
Verse: 9    
καὶ λέγει αὐτῷ, Ταῦτά σοι πάντα δώσω ἐὰν πεσὼν προσκυνήσῃς μοι.
Verse: 10    
τότε λέγει αὐτῷ ᾽Ιησοῦς, ῞Υπαγε, Σατανᾶ· γέγραπται γάρ, Κύριον τὸν ϑεόν σου προσκυνήσεις καὶ αὐτῷμόνῳ λατρεύσεις.
Verse: 11    
Τότε ἀϕίησιν αὐτὸν διάβολος, καὶ ἰδοὺ ἄγγελοι προσῆλϑον καὶ διηκόνουν αὐτῷ.
Verse: 12    
᾽Ακούσας δὲ ὅτι ᾽Ιωάννης παρεδόϑη ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν.
Verse: 13    
καὶ καταλιπὼν τὴν Ναζαρὰ ἐλϑὼν κατῴκησεν εἰς Καϕαρναοὺμ τὴν παραϑαλασσίαν ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεϕϑαλίμ·
Verse: 14    
ἵνα πληρωϑῇ τὸ ῥηϑὲν διὰ ᾽Ησαίου τοῦ προϕήτου λέγοντος,
Verse: 15    
Γῆ Ζαβουλὼν καὶ γῆ Νεϕϑαλίμ, ὁδὸν ϑαλάσσης, πέραν τοῦ ᾽Ιορδάνου, Γαλιλαία τῶν ἐϑνῶν,
Verse: 16    
λαὸς καϑήμενος ἐν σκότει ϕῶς εἶδεν μέγα, καὶ τοῖς καϑημένοις ἐν χώρᾳ καὶ σκιᾷ ϑανάτου ϕῶς ἀνέτειλεν αὐτοῖς.
Verse: 17    
᾽Απὸ τότε ἤρξατο ᾽Ιησοῦς κηρύσσειν καὶ λέγειν, Μετανοεῖτε, ἤγγικεν γὰρ βασιλεία τῶν οὐρανῶν.
Verse: 18    
Περιπατῶν δὲ παρὰ τὴν ϑάλασσαν τῆς Γαλιλαίας εἶδεν δύο ἀδελϕούς, Σίμωνα τὸν λεγόμενον Πέτρον καὶ ᾽Ανδρέαν τὸν ἀδελϕὸν αὐτοῦ, βάλλοντας ἀμϕίβληστρον εἰς τὴν ϑάλασσαν· ἦσαν γὰρ ἁλιεῖς.
Verse: 19    
καὶ λέγει αὐτοῖς, Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνϑρώπων.
Verse: 20    
οἱ δὲ εὐϑέως ἀϕέντες τὰ δίκτυα ἠκολούϑησαν αὐτῷ.
Verse: 21    
Καὶ προβὰς ἐκεῖϑεν εἶδεν ἄλλους δύο ἀδελϕούς, ᾽Ιάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ ᾽Ιωάννην τὸν ἀδελϕὸν αὐτοῦ, ἐν τῷ πλοίῳ μετὰ Ζεβεδαίου τοῦ πατρὸς αὐτῶν καταρτίζοντας τὰ δίκτυα αὐτῶν· καὶ ἐκάλεσεν αὐτούς.
Verse: 22    
οἱ δὲ εὐϑέως ἀϕέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν ἠκολούϑησαν αὐτῷ.
Verse: 23    
Καὶ περιῆγεν ἐν ὅλῃ τῇ Γαλιλαίᾳ, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ ϑεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.
Verse: 24    
καὶ ἀπῆλϑεν ἀκοὴ αὐτοῦ εἰς ὅλην τὴν Συρίαν· καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις καὶ βασάνοις συνεχομένους καὶ δαιμονιζομένους καὶ σεληνιαζομένους καὶ παραλυτικούς, καὶ ἐϑεράπευσεν αὐτούς.
Verse: 25    
καὶ ἠκολούϑησαν αὐτῷ ὄχλοι πολλοὶ ἀπὸ τῆς Γαλιλαίας καὶ Δεκαπόλεως καὶ ῾Ιεροσολύμων καὶ ᾽Ιουδαίας καὶ πέραν τοῦ ᾽Ιορδάνου.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.