TITUS
Novum Testamentum graece
Part No. 6
Chapter: 6
Verse: 1
Προσέχετε
[δὲ]
τὴν
δικαιοσύνην
ὑμῶν
μὴ
ποιεῖν
ἔμπροσϑεν
τῶν
ἀνϑρώπων
πρὸς
τὸ
ϑεαϑῆναι
αὐτοῖς
·
εἰ
δὲ
μήγε
,
μισϑὸν
οὐκ
ἔχετε
παρὰ
τῷ
πατρὶ
ὑμῶν
τῷ
ἐν
τοῖς
οὐρανοῖς
.
Verse: 2
῞Οταν
οὖν
ποιῇς
ἐλεημοσύνην
,
μὴ
σαλπίσῃς
ἔμπροσϑέν
σου
,
ὥσπερ
οἱ
ὑποκριταὶ
ποιοῦσιν
ἐν
ταῖς
συναγωγαῖς
καὶ
ἐν
ταῖς
ῥύμαις
,
ὅπως
δοξασϑῶσιν
ὑπὸ
τῶν
ἀνϑρώπων
·
ἀμὴν
λέγω
ὑμῖν
,
ἀπέχουσιν
τὸν
μισϑὸν
αὐτῶν
.
Verse: 3
σοῦ
δὲ
ποιοῦντος
ἐλεημοσύνην
μὴ
γνώτω
ἡ
ἀριστερά
σου
τί
ποιεῖ
ἡ
δεξιά
σου
,
Verse: 4
ὅπως
ᾖ
σου
ἡ
ἐλεημοσύνη
ἐν
τῷ
κρυπτῷ
·
καὶ
ὁ
πατήρ
σου
ὁ
βλέπων
ἐν
τῷ
κρυπτῷ
[αὐτὸς]
ἀποδώσει
σοι
.
Verse: 5
Καὶ
ὅταν
προσεύχησϑε
,
οὐκ
ἔσεσϑε
ὡς
οἱ
ὑποκριταί
·
ὅτι
ϕιλοῦσιν
ἐν
ταῖς
συναγωγαῖς
καὶ
ἐν
ταῖς
γωνίαις
τῶν
πλατειῶν
ἑστῶτες
προσεύχεσϑαι
,
ὅπως
ϕανῶσιν
τοῖς
ἀνϑρώποις
·
ἀμὴν
λέγω
ὑμῖν
,
ἀπέχουσιν
τὸν
μισϑὸν
αὐτῶν
.
Verse: 6
σὺ
δὲ
ὅταν
προσεύχῃ
,
εἴσελϑε
εἰς
τὸ
ταμεῖόν
σου
καὶ
κλείσας
τὴν
ϑύραν
σου
πρόσευξαι
τῷ
πατρί
σου
τῷ
ἐν
τῷ
κρυπτῷ
·
καὶ
ὁ
πατήρ
σου
ὁ
βλέπων
ἐν
τῷ
κρυπτῷ
ἀποδώσει
σοι
.
Verse: 7
Προσευχόμενοι
δὲ
μὴ
βατταλογήσητε
ὥσπερ
οἱ
ἐϑνικοί
,
δοκοῦσιν
γὰρ
ὅτι
ἐν
τῇ
πολυλογίᾳ
αὐτῶν
εἰσακουσϑήσονται
.
Verse: 8
μὴ
οὖν
ὁμοιωϑῆτε
αὐτοῖς
,
οἶδεν
γὰρ
ὁ
πατὴρ
ὑμῶν
ὧν
χρείαν
ἔχετε
πρὸ
τοῦ
ὑμᾶς
αἰτῆσαι
αὐτόν
.
Verse: 9
Οὕτως
οὖν
προσεύχεσϑε
ὑμεῖς
·
Πάτερ
ἡμῶν
ὁ
ἐν
τοῖς
οὐρανοῖς
,
ἁγιασϑήτω
τὸ
ὄνομά
σου
,
Verse: 10
ἐλϑέτω
ἡ
βασιλεία
σου
,
γενηϑήτω
τὸ
ϑέλημά
σου
,
ὡς
ἐν
οὐρανῷ
καὶ
ἐπὶ
γῆς
.
Verse: 11
Τὸν
ἄρτον
ἡμῶν
τὸν
ἐπιούσιον
δὸς
ἡμῖν
σήμερον
·
Verse: 12
καὶ
ἄϕες
ἡμῖν
τὰ
ὀϕειλήματα
ἡμῶν
,
ὡς
καὶ
ἡμεῖς
ἀϕήκαμεν
τοῖς
ὀϕειλέταις
ἡμῶν
·
Verse: 13
καὶ
μὴ
εἰσενέγκῃς
ἡμᾶς
εἰς
πειρασμόν
,
ἀλλὰ
ῥῦσαι
ἡμᾶς
ἀπὸ
τοῦ
πονηροῦ
.
Verse: 14
᾽Εὰν
γὰρ
ἀϕῆτε
τοῖς
ἀνϑρώποις
τὰ
παραπτώματα
αὐτῶν
,
ἀϕήσει
καὶ
ὑμῖν
ὁ
πατὴρ
ὑμῶν
ὁ
οὐράνιος
·
Verse: 15
ἐὰν
δὲ
μὴ
ἀϕῆτε
τοῖς
ἀνϑρώποις
,
οὐδὲ
ὁ
πατὴρ
ὑμῶν
ἀϕήσει
τὰ
παραπτώματα
ὑμῶν
.
Verse: 16
῞Οταν
δὲ
νηστεύητε
,
μὴ
γίνεσϑε
ὡς
οἱ
ὑποκριταὶ
σκυϑρωποί
,
ἀϕανίζουσιν
γὰρ
τὰ
πρόσωπα
αὐτῶν
ὅπως
ϕανῶσιν
τοῖς
ἀνϑρώποις
νηστεύοντες
·
ἀμὴν
λέγω
ὑμῖν
,
ἀπέχουσιν
τὸν
μισϑὸν
αὐτῶν
.
Verse: 17
σὺ
δὲ
νηστεύων
ἄλειψαί
σου
τὴν
κεϕαλὴν
καὶ
τὸ
πρόσωπόν
σου
νίψαι
,
Verse: 18
ὅπως
μὴ
ϕανῇς
τοῖς
ἀνϑρώποις
νηστεύων
ἀλλὰ
τῷ
πατρί
σου
τῷ
ἐν
τῷ
κρυϕαίῳ
·
καὶ
ὁ
πατήρ
σου
ὁ
βλέπων
ἐν
τῷ
κρυϕαίῳ
ἀποδώσει
σοι
.
Verse: 19
Μὴ
ϑησαυρίζετε
ὑμῖν
ϑησαυροὺς
ἐπὶ
τῆς
γῆς
,
ὅπου
σὴς
καὶ
βρῶσις
ἀϕανίζει
,
καὶ
ὅπου
κλέπται
διορύσσουσιν
καὶ
κλέπτουσιν
·
Verse: 20
ϑησαυρίζετε
δὲ
ὑμῖν
ϑησαυροὺς
ἐν
οὐρανῷ
,
ὅπου
οὔτε
σὴς
οὔτε
βρῶσις
ἀϕανίζει
,
καὶ
ὅπου
κλέπται
οὐ
διορύσσουσιν
οὐδὲ
κλέπτουσιν
·
Verse: 21
ὅπου
γάρ
ἐστιν
ὁ
ϑησαυρός
σου
,
ἐκεῖ
ἔσται
καὶ
ἡ
καρδία
σου
.
Verse: 22
῾Ο
λύχνος
τοῦ
σώματός
ἐστιν
ὁ
ὀϕϑαλμός
.
ἐὰν
οὖν
ᾖ
ὁ
ὀϕϑαλμός
σου
ἁπλοῦς
,
ὅλον
τὸ
σῶμά
σου
ϕωτεινὸν
ἔσται
·
Verse: 23
ἐὰν
δὲ
ὁ
ὀϕϑαλμός
σου
πονηρὸς
ᾖ
,
ὅλον
τὸ
σῶμά
σου
σκοτεινὸν
ἔσται
.
εἰ
οὖν
τὸ
ϕῶς
τὸ
ἐν
σοὶ
σκότος
ἐστίν
,
τὸ
σκότος
πόσον
.
Verse: 24
Οὐδεὶς
δύναται
δυσὶ
κυρίοις
δουλεύειν
·
ἢ
γὰρ
τὸν
ἕνα
μισήσει
καὶ
τὸν
ἕτερον
ἀγαπήσει
,
ἢ
ἑνὸς
ἀνϑέξεται
καὶ
τοῦ
ἑτέρου
καταϕρονήσει
·
οὐ
δύνασϑε
ϑεῷ
δουλεύειν
καὶ
μαμωνᾷ
.
Verse: 25
Διὰ
τοῦτο
λέγω
ὑμῖν
,
μὴ
μεριμνᾶτε
τῇ
ψυχῇ
ὑμῶν
τί
ϕάγητε
[ἢ
τί
πίητε]
,
μηδὲ
τῷ
σώματι
ὑμῶν
τί
ἐνδύσησϑε
·
οὐχὶ
ἡ
ψυχὴ
πλεῖόν
ἐστιν
τῆς
τροϕῆς
καὶ
τὸ
σῶμα
τοῦ
ἐνδύματος
;
Verse: 26
ἐμβλέψατε
εἰς
τὰ
πετεινὰ
τοῦ
οὐρανοῦ
ὅτι
οὐ
σπείρουσιν
οὐδὲ
ϑερίζουσιν
οὐδὲ
συνάγουσιν
εἰς
ἀποϑήκας
,
καὶ
ὁ
πατὴρ
ὑμῶν
ὁ
οὐράνιος
τρέϕει
αὐτά
·
οὐχ
ὑμεῖς
μᾶλλον
διαϕέρετε
αὐτῶν
;
Verse: 27
τίς
δὲ
ἐξ
ὑμῶν
μεριμνῶν
δύναται
προσϑεῖναι
ἐπὶ
τὴν
ἡλικίαν
αὐτοῦ
πῆχυν
ἕνα
;
Verse: 28
καὶ
περὶ
ἐνδύματος
τί
μεριμνᾶτε
;
καταμάϑετε
τὰ
κρίνα
τοῦ
ἀγροῦ
πῶς
αὐξάνουσιν
·
οὐ
κοπιῶσιν
οὐδὲ
νήϑουσιν
·
Verse: 29
λέγω
δὲ
ὑμῖν
ὅτι
οὐδὲ
Σολομὼν
ἐν
πάσῃ
τῇ
δόξῃ
αὐτοῦ
περιεβάλετο
ὡς
ἓν
τούτων
.
Verse: 30
εἰ
δὲ
τὸν
χόρτον
τοῦ
ἀγροῦ
σήμερον
ὄντα
καὶ
αὔριον
εἰς
κλίβανον
βαλλόμενον
ὁ
ϑεὸς
οὕτως
ἀμϕιέννυσιν
,
οὐ
πολλῷ
μᾶλλον
ὑμᾶς
,
ὀλιγόπιστοι
;
Verse: 31
μὴ
οὖν
μεριμνήσητε
λέγοντες
,
Τί
ϕάγωμεν
;
ἤ
,
Τί
πίωμεν
;
ἤ
,
Τί
περιβαλώμεϑα
;
Verse: 32
πάντα
γὰρ
ταῦτα
τὰ
ἔϑνη
ἐπιζητοῦσιν
·
οἶδεν
γὰρ
ὁ
πατὴρ
ὑμῶν
ὁ
οὐράνιος
ὅτι
χρῄζετε
τούτων
ἁπάντων
.
Verse: 33
ζητεῖτε
δὲ
πρῶτον
τὴν
βασιλείαν
καὶ
τὴν
δικαιοσύνην
αὐτοῦ
,
καὶ
ταῦτα
πάντα
προστεϑήσεται
ὑμῖν
.
Verse: 34
μὴ
οὖν
μεριμνήσητε
εἰς
τὴν
αὔριον
,
ἡ
γὰρ
αὔριον
μεριμνήσει
αὑτῆς
·
ἀρκετὸν
τῇ
ἡμέρᾳ
ἡ
κακία
αὐτῆς
.
This text is part of the
TITUS
edition of
Novum Testamentum graece
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.