TITUS
Novum Testamentum graece
Part No. 8
Previous part

Chapter: 8 
Verse: 1    Καταβάντος δὲ αὐτοῦ ἀπὸ τοῦ ὄρους ἠκολούϑησαν αὐτῷ ὄχλοι πολλοί.
Verse: 2    
καὶ ἰδοὺ λεπρὸς προσελϑὼν προσεκύνει αὐτῷ λέγων, Κύριε, ἐὰν ϑέλῃς δύνασαί με καϑαρίσαι.
Verse: 3    
καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ λέγων, Θέλω, καϑαρίσϑητι· καὶ εὐϑέως ἐκαϑαρίσϑη αὐτοῦ λέπρα.
Verse: 4    
καὶ λέγει αὐτῷ ᾽Ιησοῦς, ῞Ορα μηδενὶ εἴπῃς, ἀλλὰ ὕπαγε σεαυτὸν δεῖξον τῷ ἱερεῖ, καὶ προσένεγκον τὸ δῶρον προσέταξεν Μωϋσῆς, εἰς μαρτύριον αὐτοῖς.
Verse: 5    
Εἰσελϑόντος δὲ αὐτοῦ εἰς Καϕαρναοὺμ προσῆλϑεν αὐτῷ ἑκατόνταρχος παρακαλῶν αὐτὸν
Verse: 6    
καὶ λέγων, Κύριε, παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικός, δεινῶς βασανιζόμενος.
Verse: 7    
καὶ λέγει αὐτῷ, ᾽Εγὼ ἐλϑὼν ϑεραπεύσω αὐτόν.
Verse: 8    
καὶ ἀποκριϑεὶς ἑκατόνταρχος ἔϕη, Κύριε, οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλϑῃς· ἀλλὰ μόνον εἰπὲ λόγῳ, καὶ ἰαϑήσεται παῖς μου.
Verse: 9    
καὶ γὰρ ἐγὼ ἄνϑρωπός εἰμι ὑπὸ ἐξουσίαν, ἔχων ὑπ' ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ, Πορεύϑητι, καὶ πορεύεται, καὶ ἄλλῳ, ῎Ερχου, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου, Ποίησον τοῦτο, καὶ ποιεῖ.
Verse: 10    
ἀκούσας δὲ ᾽Ιησοῦς ἐϑαύμασεν καὶ εἶπεν τοῖς ἀκολουϑοῦσιν, ᾽Αμὴν λέγω ὑμῖν, παρ' οὐδενὶ τοσαύτην πίστιν ἐν τῷ ᾽Ισραὴλ εὗρον.
Verse: 11    
λέγω δὲ ὑμῖν ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσιν καὶ ἀνακλιϑήσονται μετὰ ᾽Αβραὰμ καὶ ᾽Ισαὰκ καὶ ᾽Ιακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν·
Verse: 12    
οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληϑήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται κλαυϑμὸς καὶ βρυγμὸς τῶν ὀδόντων.
Verse: 13    
καὶ εἶπεν ᾽Ιησοῦς τῷ ἑκατοντάρχῃ, ῞Υπαγε, ὡς ἐπίστευσας γενηϑήτω σοι. καὶ ἰάϑη παῖς [αὐτοῦ] ἐν τῇ ὥρᾳ ἐκείνῃ.
Verse: 14    
Καὶ ἐλϑὼν ᾽Ιησοῦς εἰς τὴν οἰκίαν Πέτρου εἶδεν τὴν πενϑερὰν αὐτοῦ βεβλημένην καὶ πυρέσσουσαν·
Verse: 15    
καὶ ἥψατο τῆς χειρὸς αὐτῆς, καὶ ἀϕῆκεν αὐτὴν πυρετός· καὶ ἠγέρϑη καὶ διηκόνει αὐτῷ.
Verse: 16    
᾽Οψίας δὲ γενομένης προσήνεγκαν αὐτῷ δαιμονιζομένους πολλούς· καὶ ἐξέβαλεν τὰ πνεύματα λόγῳ, καὶ πάντας τοὺς κακῶς ἔχοντας ἐϑεράπευσεν·
Verse: 17    
ὅπως πληρωϑῇ τὸ ῥηϑὲν διὰ ᾽Ησαίου τοῦ προϕήτου λέγοντος, Αὐτὸς τὰς ἀσϑενείας ἡμῶν ἔλαβεν καὶ τὰς νόσους ἐβάστασεν.
Verse: 18    
᾽Ιδὼν δὲ ᾽Ιησοῦς ὄχλον περὶ αὐτὸν ἐκέλευσεν ἀπελϑεῖν εἰς τὸ πέραν.
Verse: 19    
καὶ προσελϑὼν εἷς γραμματεὺς εἶπεν αὐτῷ, Διδάσκαλε, ἀκολουϑήσω σοι ὅπου ἐὰν ἀπέρχῃ.
Verse: 20    
καὶ λέγει αὐτῷ ᾽Ιησοῦς, Αἱ ἀλώπεκες ϕωλεοὺς ἔχουσιν καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, δὲ υἱὸς τοῦ ἀνϑρώπου οὐκ ἔχει ποῦ τὴν κεϕαλὴν κλίνῃ.
Verse: 21    
ἕτερος δὲ τῶν μαϑητῶν [αὐτοῦ] εἶπεν αὐτῷ, Κύριε, ἐπίτρεψόν μοι πρῶτον ἀπελϑεῖν καὶ ϑάψαι τὸν πατέρα μου.
Verse: 22    
δὲ ᾽Ιησοῦς λέγει αὐτῷ, ᾽Ακολούϑει μοι, καὶ ἄϕες τοὺς νεκροὺς ϑάψαι τοὺς ἑαυτῶν νεκρούς.
Verse: 23    
Καὶ ἐμβάντι αὐτῷ εἰς [τὸ] πλοῖον ἠκολούϑησαν αὐτῷ οἱ μαϑηταὶ αὐτοῦ.
Verse: 24    
καὶ ἰδοὺ σεισμὸς μέγας ἐγένετο ἐν τῇ ϑαλάσσῃ, ὥστε τὸ πλοῖον καλύπτεσϑαι ὑπὸ τῶν κυμάτων· αὐτὸς δὲ ἐκάϑευδεν.
Verse: 25    
καὶ προσελϑόντες ἤγειραν αὐτὸν λέγοντες, Κύριε, σῶσον, ἀπολλύμεϑα.
Verse: 26    
καὶ λέγει αὐτοῖς, Τί δειλοί ἐστε, ὀλιγόπιστοι; τότε ἐγερϑεὶς ἐπετίμησεν τοῖς ἀνέμοις καὶ τῇ ϑαλάσσῃ, καὶ ἐγένετο γαλήνη μεγάλη.
Verse: 27    
οἱ δὲ ἄνϑρωποι ἐϑαύμασαν λέγοντες, Ποταπός ἐστιν οὗτος ὅτι καὶ οἱ ἄνεμοι καὶ ϑάλασσα αὐτῷ ὑπακούουσιν;
Verse: 28    
Καὶ ἐλϑόντος αὐτοῦ εἰς τὸ πέραν εἰς τὴν χώραν τῶν Γαδαρηνῶν ὑπήντησαν αὐτῷ δύο δαιμονιζόμενοι ἐκ τῶν μνημείων ἐξερχόμενοι, χαλεποὶ λίαν, ὥστε μὴ ἰσχύειν τινὰ παρελϑεῖν διὰ τῆς ὁδοῦ ἐκείνης.
Verse: 29    
καὶ ἰδοὺ ἔκραξαν λέγοντες, Τί ἡμῖν καὶ σοί, υἱὲ τοῦ ϑεοῦ; ἦλϑες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς;
Verse: 30    
ἦν δὲ μακρὰν ἀπ' αὐτῶν ἀγέλη χοίρων πολλῶν βοσκομένη.
Verse: 31    
οἱ δὲ δαίμονες παρεκάλουν αὐτὸν λέγοντες, Εἰ ἐκβάλλεις ἡμᾶς, ἀπόστειλον ἡμᾶς εἰς τὴν ἀγέλην τῶν χοίρων.
Verse: 32    
καὶ εἶπεν αὐτοῖς, ῾Υπάγετε. οἱ δὲ ἐξελϑόντες ἀπῆλϑον εἰς τοὺς χοίρους· καὶ ἰδοὺ ὥρμησεν πᾶσα ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν ϑάλασσαν, καὶ ἀπέϑανον ἐν τοῖς ὕδασιν.
Verse: 33    
οἱ δὲ βόσκοντες ἔϕυγον, καὶ ἀπελϑόντες εἰς τὴν πόλιν ἀπήγγειλαν πάντα καὶ τὰ τῶν δαιμονιζομένων.
Verse: 34    
καὶ ἰδοὺ πᾶσα πόλις ἐξῆλϑεν εἰς ὑπάντησιν τῷ ᾽Ιησοῦ, καὶ ἰδόντες αὐτὸν παρεκάλεσαν ὅπως μεταβῇ ἀπὸ τῶν ὁρίων αὐτῶν.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.