TITUS
Novum Testamentum graece
Part No. 42
Previous part

Chapter: 14 
Verse: 1    ῏Ην δὲ τὸ πάσχα καὶ τὰ ἄζυμα μετὰ δύο ἡμέρας. καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς πῶς αὐτὸν ἐν δόλῳ κρατήσαντες ἀποκτείνωσιν·
Verse: 2    
ἔλεγον γάρ, Μὴ ἐν τῇ ἑορτῇ, μήποτε ἔσται ϑόρυβος τοῦ λαοῦ.
Verse: 3    
Καὶ ὄντος αὐτοῦ ἐν Βηϑανίᾳ ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ κατακειμένου αὐτοῦ ἦλϑεν γυνὴ ἔχουσα ἀλάβαστρον μύρου νάρδου πιστικῆς πολυτελοῦς· συντρίψασα τὴν ἀλάβαστρον κατέχεεν αὐτοῦ τῆς κεϕαλῆς.
Verse: 4    
ἦσαν δέ τινες ἀγανακτοῦντες πρὸς ἑαυτούς, Εἰς τί ἀπώλεια αὕτη τοῦ μύρου γέγονεν;
Verse: 5    
ἠδύνατο γὰρ τοῦτο τὸ μύρον πραϑῆναι ἐπάνω δηναρίων τριακοσίων καὶ δοϑῆναι τοῖς πτωχοῖς· καὶ ἐνεβριμῶντο αὐτῇ.
Verse: 6    
δὲ ᾽Ιησοῦς εἶπεν, ῎Αϕετε αὐτήν· τί αὐτῇ κόπους παρέχετε; καλὸν ἔργον ἠργάσατο ἐν ἐμοί.
Verse: 7    
πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεϑ' ἑαυτῶν, καὶ ὅταν ϑέλητε δύνασϑε αὐτοῖς εὖ ποιῆσαι, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε.
Verse: 8    
ἔσχεν ἐποίησεν· προέλαβεν μυρίσαι τὸ σῶμά μου εἰς τὸν ἐνταϕιασμόν.
Verse: 9    
ἀμὴν δὲ λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχϑῇ τὸ εὐαγγέλιον εἰς ὅλον τὸν κόσμον, καὶ ἐποίησεν αὕτη λαληϑήσεται εἰς μνημόσυνον αὐτῆς.
Verse: 10    
Καὶ ᾽Ιούδας ᾽Ισκαριὼϑ εἷς τῶν δώδεκα ἀπῆλϑεν πρὸς τοὺς ἀρχιερεῖς ἵνα αὐτὸν παραδοῖ [αὐτοῖς].
Verse: 11    
οἱ δὲ ἀκούσαντες ἐχάρησαν καὶ ἐπηγγείλαντο αὐτῷ ἀργύριον δοῦναι. καὶ ἐζήτει πῶς αὐτὸν εὐκαίρως παραδοῖ.
Verse: 12    
Καὶ τῇ πρώτῃ ἡμέρᾳ τῶν ἀζύμων, ὅτε τὸ πάσχα ἔϑυον, λέγουσιν αὐτῷ οἱ μαϑηταὶ αὐτοῦ, Ποῦ ϑέλεις ἀπελϑόντες ἑτοιμάσωμεν ἵνα ϕάγῃς τὸ πάσχα;
Verse: 13    
καὶ ἀποστέλλει δύο τῶν μαϑητῶν αὐτοῦ καὶ λέγει αὐτοῖς, ῾Υπάγετε εἰς τὴν πόλιν, καὶ ἀπαντήσει ὑμῖν ἄνϑρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουϑήσατε αὐτῷ,
Verse: 14    
καὶ ὅπου ἐὰν εἰσέλϑῃ εἴπατε τῷ οἰκοδεσπότῃ ὅτι ῾Ο διδάσκαλος λέγει, Ποῦ ἐστιν τὸ κατάλυμά μου ὅπου τὸ πάσχα μετὰ τῶν μαϑητῶν μου ϕάγω;
Verse: 15    
καὶ αὐτὸς ὑμῖν δείξει ἀνάγαιον μέγα ἐστρωμένον ἕτοιμον· καὶ ἐκεῖ ἑτοιμάσατε ἡμῖν.
Verse: 16    
καὶ ἐξῆλϑον οἱ μαϑηταὶ καὶ ἦλϑον εἰς τὴν πόλιν καὶ εὗρον καϑὼς εἶπεν αὐτοῖς, καὶ ἡτοίμασαν τὸ πάσχα.
Verse: 17    
Καὶ ὀψίας γενομένης ἔρχεται μετὰ τῶν δώδεκα.
Verse: 18    
καὶ ἀνακειμένων αὐτῶν καὶ ἐσϑιόντων ᾽Ιησοῦς εἶπεν, ᾽Αμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με, ἐσϑίων μετ' ἐμοῦ.
Verse: 19    
ἤρξαντο λυπεῖσϑαι καὶ λέγειν αὐτῷ εἷς κατὰ εἷς, Μήτι ἐγώ;
Verse: 20    
δὲ εἶπεν αὐτοῖς, Εἷς [ἐκ] τῶν δώδεκα, ἐμβαπτόμενος μετ' ἐμοῦ εἰς τὸ τρύβλιον.
Verse: 21    
ὅτι μὲν υἱὸς τοῦ ἀνϑρώπου ὑπάγει καϑὼς γέγραπται περὶ αὐτοῦ, οὐαὶ δὲ τῷ ἀνϑρώπῳ ἐκείνῳ δι' οὗ υἱὸς τοῦ ἀνϑρώπου παραδίδοται· καλὸν αὐτῷ εἰ οὐκ ἐγεννήϑη ἄνϑρωπος ἐκεῖνος.
Verse: 22    
Καὶ ἐσϑιόντων αὐτῶν λαβὼν ἄρτον εὐλογήσας ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς καὶ εἶπεν, Λάβετε, τοῦτό ἐστιν τὸ σῶμά μου.
Verse: 23    
καὶ λαβὼν ποτήριον εὐχαριστήσας ἔδωκεν αὐτοῖς, καὶ ἔπιον ἐξ αὐτοῦ πάντες.
Verse: 24    
καὶ εἶπεν αὐτοῖς, Τοῦτό ἐστιν τὸ αἷμά μου τῆς διαϑήκης τὸ ἐκχυννόμενον ὑπὲρ πολλῶν·
Verse: 25    
ἀμὴν λέγω ὑμῖν ὅτι οὐκέτι οὐ μὴ πίω ἐκ τοῦ γενήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω καινὸν ἐν τῇ βασιλείᾳ τοῦ ϑεοῦ.
Verse: 26    
Καὶ ὑμνήσαντες ἐξῆλϑον εἰς τὸ ῎Ορος τῶν ᾽Ελαιῶν.
Verse: 27    
Καὶ λέγει αὐτοῖς ᾽Ιησοῦς ὅτι Πάντες σκανδαλισϑήσεσϑε, ὅτι γέγραπται, Πατάξω τὸν ποιμένα, καὶ τὰ πρόβατα διασκορπισϑήσονται·
Verse: 28    
ἀλλὰ μετὰ τὸ ἐγερϑῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν.
Verse: 29    
δὲ Πέτρος ἔϕη αὐτῷ, Εἰ καὶ πάντες σκανδαλισϑήσονται, ἀλλ' οὐκ ἐγώ.
Verse: 30    
καὶ λέγει αὐτῷ ᾽Ιησοῦς, ᾽Αμὴν λέγω σοι ὅτι σὺ σήμερον ταύτῃ τῇ νυκτὶ πρὶν δὶς ἀλέκτορα ϕωνῆσαι τρίς με ἀπαρνήσῃ.
Verse: 31    
δὲ ἐκπερισσῶς ἐλάλει, ᾽Εὰν δέῃ με συναποϑανεῖν σοι, οὐ μή σε ἀπαρνήσομαι. ὡσαύτως δὲ καὶ πάντες ἔλεγον.
Verse: 32    
Καὶ ἔρχονται εἰς χωρίον οὗ τὸ ὄνομα Γεϑσημανί, καὶ λέγει τοῖς μαϑηταῖς αὐτοῦ, Καϑίσατε ὧδε ἕως προσεύξωμαι.
Verse: 33    
καὶ παραλαμβάνει τὸν Πέτρον καὶ [τὸν] ᾽Ιάκωβον καὶ [τὸν] ᾽Ιωάννην μετ' αὐτοῦ, καὶ ἤρξατο ἐκϑαμβεῖσϑαι καὶ ἀδημονεῖν,
Verse: 34    
καὶ λέγει αὐτοῖς, Περίλυπός ἐστιν ψυχή μου ἕως ϑανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε.
Verse: 35    
καὶ προελϑὼν μικρὸν ἔπιπτεν ἐπὶ τῆς γῆς, καὶ προσηύχετο ἵνα εἰ δυνατόν ἐστιν παρέλϑῃ ἀπ' αὐτοῦ ὥρα,
Verse: 36    
καὶ ἔλεγεν, Αββα πατήρ, πάντα δυνατά σοι· παρένεγκε τὸ ποτήριον τοῦτο ἀπ' ἐμοῦ· ἀλλ' οὐ τί ἐγὼ ϑέλω ἀλλὰ τί σύ.
Verse: 37    
καὶ ἔρχεται καὶ εὑρίσκει αὐτοὺς καϑεύδοντας, καὶ λέγει τῷ Πέτρῳ, Σίμων, καϑεύδεις; οὐκ ἴσχυσας μίαν ὥραν γρηγορῆσαι;
Verse: 38    
γρηγορεῖτε καὶ προσεύχεσϑε, ἵνα μὴ ἔλϑητε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόϑυμον δὲ σὰρξ ἀσϑενής.
Verse: 39    
καὶ πάλιν ἀπελϑὼν προσηύξατο τὸν αὐτὸν λόγον εἰπών.
Verse: 40    
καὶ πάλιν ἐλϑὼν εὗρεν αὐτοὺς καϑεύδοντας, ἦσαν γὰρ αὐτῶν οἱ ὀϕϑαλμοὶ καταβαρυνόμενοι, καὶ οὐκ ᾔδεισαν τί ἀποκριϑῶσιν αὐτῷ.
Verse: 41    
καὶ ἔρχεται τὸ τρίτον καὶ λέγει αὐτοῖς, Καϑεύδετε τὸ λοιπὸν καὶ ἀναπαύεσϑε; ἀπέχει· ἦλϑεν ὥρα, ἰδοὺ παραδίδοται υἱὸς τοῦ ἀνϑρώπου εἰς τὰς χεῖρας τῶν ἁμαρτωλῶν.
Verse: 42    
ἐγείρεσϑε ἄγωμεν· ἰδοὺ παραδιδούς με ἤγγικεν.
Verse: 43    
Καὶ εὐϑὺς ἔτι αὐτοῦ λαλοῦντος παραγίνεται ᾽Ιούδας εἷς τῶν δώδεκα καὶ μετ' αὐτοῦ ὄχλος μετὰ μαχαιρῶν καὶ ξύλων παρὰ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων καὶ τῶν πρεσβυτέρων.
Verse: 44    
δεδώκει δὲ παραδιδοὺς αὐτὸν σύσσημον αὐτοῖς λέγων, ῝Ον ἂν ϕιλήσω αὐτός ἐστιν· κρατήσατε αὐτὸν καὶ ἀπάγετε ἀσϕαλῶς.
Verse: 45    
καὶ ἐλϑὼν εὐϑὺς προσελϑὼν αὐτῷ λέγει, ῾Ραββί, καὶ κατεϕίλησεν αὐτόν.
Verse: 46    
οἱ δὲ ἐπέβαλον τὰς χεῖρας αὐτῷ καὶ ἐκράτησαν αὐτόν.
Verse: 47    
εἷς δέ [τις] τῶν παρεστηκότων σπασάμενος τὴν μάχαιραν ἔπαισεν τὸν δοῦλον τοῦ ἀρχιερέως καὶ ἀϕεῖλεν αὐτοῦ τὸ ὠτάριον.
Verse: 48    
καὶ ἀποκριϑεὶς ᾽Ιησοῦς εἶπεν αὐτοῖς, ῾Ως ἐπὶ λῃστὴν ἐξήλϑατε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με;
Verse: 49    
καϑ' ἡμέραν ἤμην πρὸς ὑμᾶς ἐν τῷ ἱερῷ διδάσκων καὶ οὐκ ἐκρατήσατέ με· ἀλλ' ἵνα πληρωϑῶσιν αἱ γραϕαί.
Verse: 50    
καὶ ἀϕέντες αὐτὸν ἔϕυγον πάντες.
Verse: 51    
Καὶ νεανίσκος τις συνηκολούϑει αὐτῷ περιβεβλημένος σινδόνα ἐπὶ γυμνοῦ, καὶ κρατοῦσιν αὐτόν·
Verse: 52    
δὲ καταλιπὼν τὴν σινδόνα γυμνὸς ἔϕυγεν.
Verse: 53    
Καὶ ἀπήγαγον τὸν ᾽Ιησοῦν πρὸς τὸν ἀρχιερέα, καὶ συνέρχονται πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ οἱ γραμματεῖς.
Verse: 54    
καὶ Πέτρος ἀπὸ μακρόϑεν ἠκολούϑησεν αὐτῷ ἕως ἔσω εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως, καὶ ἦν συγκαϑήμενος μετὰ τῶν ὑπηρετῶν καὶ ϑερμαινόμενος πρὸς τὸ ϕῶς.
Verse: 55    
οἱ δὲ ἀρχιερεῖς καὶ ὅλον τὸ συνέδριον ἐζήτουν κατὰ τοῦ ᾽Ιησοῦ μαρτυρίαν εἰς τὸ ϑανατῶσαι αὐτόν, καὶ οὐχ ηὕρισκον·
Verse: 56    
πολλοὶ γὰρ ἐψευδομαρτύρουν κατ' αὐτοῦ, καὶ ἴσαι αἱ μαρτυρίαι οὐκ ἦσαν.
Verse: 57    
καί τινες ἀναστάντες ἐψευδομαρτύρουν κατ' αὐτοῦ λέγοντες
Verse: 58    
ὅτι ῾Ημεῖς ἠκούσαμεν αὐτοῦ λέγοντος ὅτι ᾽Εγὼ καταλύσω τὸν ναὸν τοῦτον τὸν χειροποίητον καὶ διὰ τριῶν ἡμερῶν ἄλλον ἀχειροποίητον οἰκοδομήσω·
Verse: 59    
καὶ οὐδὲ οὕτως ἴση ἦν μαρτυρία αὐτῶν.
Verse: 60    
καὶ ἀναστὰς ἀρχιερεὺς εἰς μέσον ἐπηρώτησεν τὸν ᾽Ιησοῦν λέγων, Οὐκ ἀποκρίνῃ οὐδέν; τί οὗτοί σου καταμαρτυροῦσιν;
Verse: 61    
δὲ ἐσιώπα καὶ οὐκ ἀπεκρίνατο οὐδέν. πάλιν ἀρχιερεὺς ἐπηρώτα αὐτὸν καὶ λέγει αὐτῷ, Σὺ εἶ Χριστὸς υἱὸς τοῦ εὐλογητοῦ;
Verse: 62    
δὲ ᾽Ιησοῦς εἶπεν, ᾽Εγώ εἰμι, καὶ ὄψεσϑε τὸν υἱὸν τοῦ ἀνϑρώπου ἐκ δεξιῶν καϑήμενον τῆς δυνάμεως καὶ ἐρχόμενον μετὰ τῶν νεϕελῶν τοῦ οὐρανοῦ.
Verse: 63    
δὲ ἀρχιερεὺς διαρρήξας τοὺς χιτῶνας αὐτοῦ λέγει, Τί ἔτι χρείαν ἔχομεν μαρτύρων;
Verse: 64    
ἠκούσατε τῆς βλασϕημίας· τί ὑμῖν ϕαίνεται; οἱ δὲ πάντες κατέκριναν αὐτὸν ἔνοχον εἶναι ϑανάτου.
Verse: 65    
Καὶ ἤρξαντό τινες ἐμπτύειν αὐτῷ καὶ περικαλύπτειν αὐτοῦ τὸ πρόσωπον καὶ κολαϕίζειν αὐτὸν καὶ λέγειν αὐτῷ, Προϕήτευσον, καὶ οἱ ὑπηρέται ῥαπίσμασιν αὐτὸν ἔλαβον.
Verse: 66    
Καὶ ὄντος τοῦ Πέτρου κάτω ἐν τῇ αὐλῇ ἔρχεται μία τῶν παιδισκῶν τοῦ ἀρχιερέως,
Verse: 67    
καὶ ἰδοῦσα τὸν Πέτρον ϑερμαινόμενον ἐμβλέψασα αὐτῷ λέγει, Καὶ σὺ μετὰ τοῦ Ναζαρηνοῦ ἦσϑα τοῦ ᾽Ιησοῦ.
Verse: 68    
δὲ ἠρνήσατο λέγων, Οὔτε οἶδα οὔτε ἐπίσταμαι σὺ τί λέγεις. καὶ ἐξῆλϑεν ἔξω εἰς τὸ προαύλιον[· καὶ ἀλέκτωρ ἐϕώνησεν].
Verse: 69    
καὶ παιδίσκη ἰδοῦσα αὐτὸν ἤρξατο πάλιν λέγειν τοῖς παρεστῶσιν ὅτι Οὗτος ἐξ αὐτῶν ἐστιν.
Verse: 70    
δὲ πάλιν ἠρνεῖτο. καὶ μετὰ μικρὸν πάλιν οἱ παρεστῶτες ἔλεγον τῷ Πέτρῳ, ᾽Αληϑῶς ἐξ αὐτῶν εἶ, καὶ γὰρ Γαλιλαῖος εἶ.
Verse: 71    
δὲ ἤρξατο ἀναϑεματίζειν καὶ ὀμνύναι ὅτι Οὐκ οἶδα τὸν ἄνϑρωπον τοῦτον ὃν λέγετε.
Verse: 72    
καὶ εὐϑὺς ἐκ δευτέρου ἀλέκτωρ ἐϕώνησεν. καὶ ἀνεμνήσϑη Πέτρος τὸ ῥῆμα ὡς εἶπεν αὐτῷ ᾽Ιησοῦς ὅτι Πρὶν ἀλέκτορα ϕωνῆσαι δὶς τρίς με ἀπαρνήσῃ· καὶ ἐπιβαλὼν ἔκλαιεν.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.