TITUS
Novum Testamentum graece
Part No. 44
Previous part

Chapter: 16 
Verse: 1    Καὶ διαγενομένου τοῦ σαββάτου Μαρία Μαγδαληνὴ καὶ Μαρία ᾽Ιακώβου καὶ Σαλώμη ἠγόρασαν ἀρώματα ἵνα ἐλϑοῦσαι ἀλείψωσιν αὐτόν.
Verse: 2    
καὶ λίαν πρωὶ τῇ μιᾷ τῶν σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον ἀνατείλαντος τοῦ ἡλίου.
Verse: 3    
καὶ ἔλεγον πρὸς ἑαυτάς, Τίς ἀποκυλίσει ἡμῖν τὸν λίϑον ἐκ τῆς ϑύρας τοῦ μνημείου;
Verse: 4    
καὶ ἀναβλέψασαι ϑεωροῦσιν ὅτι ἀποκεκύλισται λίϑος, ἦν γὰρ μέγας σϕόδρα.
Verse: 5    
καὶ εἰσελϑοῦσαι εἰς τὸ μνημεῖον εἶδον νεανίσκον καϑήμενον ἐν τοῖς δεξιοῖς περιβεβλημένον στολὴν λευκήν, καὶ ἐξεϑαμβήϑησαν.
Verse: 6    
δὲ λέγει αὐταῖς, Μὴ ἐκϑαμβεῖσϑε· ᾽Ιησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον· ἠγέρϑη, οὐκ ἔστιν ὧδε· ἴδε τόπος ὅπου ἔϑηκαν αὐτόν.
Verse: 7    
ἀλλὰ ὑπάγετε εἴπατε τοῖς μαϑηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ ὅτι Προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσϑε, καϑὼς εἶπεν ὑμῖν.
Verse: 8    
καὶ ἐξελϑοῦσαι ἔϕυγον ἀπὸ τοῦ μνημείου, εἶχεν γὰρ αὐτὰς τρόμος καὶ ἔκστασις· καὶ οὐδενὶ οὐδὲν εἶπαν, ἐϕοβοῦντο γάρ.
Verse: 9    
[᾽Αναστὰς δὲ πρωὶ πρώτῃ σαββάτου ἐϕάνη πρῶτον Μαρίᾳ τῇ Μαγδαληνῇ, παρ' ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια.
Verse: 10    
ἐκείνη πορευϑεῖσα ἀπήγγειλεν τοῖς μετ' αὐτοῦ γενομένοις πενϑοῦσι καὶ κλαίουσιν·
Verse: 11    
κἀκεῖνοι ἀκούσαντες ὅτι ζῇ καὶ ἐϑεάϑη ὑπ' αὐτῆς ἠπίστησαν.
Verse: 12    
Μετὰ δὲ ταῦτα δυσὶν ἐξ αὐτῶν περιπατοῦσιν ἐϕανερώϑη ἐν ἑτέρᾳ μορϕῇ πορευομένοις εἰς ἀγρόν·
Verse: 13    
κἀκεῖνοι ἀπελϑόντες ἀπήγγειλαν τοῖς λοιποῖς· οὐδὲ ἐκείνοις ἐπίστευσαν.
Verse: 14    
῞Υστερον [δὲ] ἀνακειμένοις αὐτοῖς τοῖς ἕνδεκα ἐϕανερώϑη, καὶ ὠνείδισεν τὴν ἀπιστίαν αὐτῶν καὶ σκληροκαρδίαν ὅτι τοῖς ϑεασαμένοις αὐτὸν ἐγηγερμένον οὐκ ἐπίστευσαν.
Verse: 15    
καὶ εἶπεν αὐτοῖς, Πορευϑέντες εἰς τὸν κόσμον ἅπαντα κηρύξατε τὸ εὐαγγέλιον πάσῃ τῇ κτίσει.
Verse: 16    
πιστεύσας καὶ βαπτισϑεὶς σωϑήσεται, δὲ ἀπιστήσας κατακριϑήσεται.
Verse: 17    
σημεῖα δὲ τοῖς πιστεύσασιν ταῦτα παρακολουϑήσει· ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβαλοῦσιν, γλώσσαις λαλήσουσιν καιναῖς,
Verse: 18    
[καὶ ἐν ταῖς χερσὶν] ὄϕεις ἀροῦσιν, κἂν ϑανάσιμόν τι πίωσιν οὐ μὴ αὐτοὺς βλάψῃ, ἐπὶ ἀρρώστους χεῖρας ἐπιϑήσουσιν καὶ καλῶς ἕξουσιν.
Verse: 19    
῾Ο μὲν οὖν κύριος [᾽Ιησοῦς] μετὰ τὸ λαλῆσαι αὐτοῖς ἀνελήμϕϑη εἰς τὸν οὐρανὸν καὶ ἐκάϑισεν ἐκ δεξιῶν τοῦ ϑεοῦ.
Verse: 20    
ἐκεῖνοι δὲ ἐξελϑόντες ἐκήρυξαν πανταχοῦ, τοῦ κυρίου συνεργοῦντος καὶ τὸν λόγον βεβαιοῦντος διὰ τῶν ἐπακολουϑούντων σημείων.]
Verse: 9-20alt    
[Πάντα δὲ τὰ παρηγγελμένα τοῖς περὶ τὸν Πέτρον συντόμως ἐξήγγειλαν. Μετὰ δὲ ταῦτα καὶ αὐτὸς ᾽Ιησοῦς ἀπὸ ἀνατολῆς καὶ ἄχρι δύσεως ἐξαπέστειλεν δι' αὐτῶν τὸ ἱερὸν καὶ ἄϕϑαρτον κήρυγμα τῆς αἰωνίου σωτηρίας. ἀμήν.]





Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.