TITUS
Novum Testamentum graece
Part No. 78
Previous part

Chapter: 10 
Verse: 1    ᾽Αμὴν ἀμὴν λέγω ὑμῖν, μὴ εἰσερχόμενος διὰ τῆς ϑύρας εἰς τὴν αὐλὴν τῶν προβάτων ἀλλὰ ἀναβαίνων ἀλλαχόϑεν ἐκεῖνος κλέπτης ἐστὶν καὶ λῃστής·
Verse: 2    
δὲ εἰσερχόμενος διὰ τῆς ϑύρας ποιμήν ἐστιν τῶν προβάτων.
Verse: 3    
τούτῳ ϑυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς ϕωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἴδια πρόβατα ϕωνεῖ κατ' ὄνομα καὶ ἐξάγει αὐτά.
Verse: 4    
ὅταν τὰ ἴδια πάντα ἐκβάλῃ, ἔμπροσϑεν αὐτῶν πορεύεται, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουϑεῖ, ὅτι οἴδασιν τὴν ϕωνὴν αὐτοῦ·
Verse: 5    
ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουϑήσουσιν ἀλλὰ ϕεύξονται ἀπ' αὐτοῦ, ὅτι οὐκ οἴδασιν τῶν ἀλλοτρίων τὴν ϕωνήν.
Verse: 6    
Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ᾽Ιησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἐλάλει αὐτοῖς.
Verse: 7    
Εἶπεν οὖν πάλιν ᾽Ιησοῦς, ᾽Αμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἐγώ εἰμι ϑύρα τῶν προβάτων.
Verse: 8    
πάντες ὅσοι ἦλϑον [πρὸ ἐμοῦ] κλέπται εἰσὶν καὶ λῃσταί· ἀλλ' οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα.
Verse: 9    
ἐγώ εἰμι ϑύρα· δι' ἐμοῦ ἐάν τις εἰσέλϑῃ σωϑήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει.
Verse: 10    
κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ ϑύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλϑον ἵνα ζωὴν ἔχωσιν καὶ περισσὸν ἔχωσιν.
Verse: 11    
᾽Εγώ εἰμι ποιμὴν καλός· ποιμὴν καλὸς τὴν ψυχὴν αὐτοῦ τίϑησιν ὑπὲρ τῶν προβάτων·
Verse: 12    
μισϑωτὸς καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ ἔστιν τὰ πρόβατα ἴδια, ϑεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀϕίησιν τὰ πρόβατα καὶ ϕεύγει καὶ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει
Verse: 13    
ὅτι μισϑωτός ἐστιν καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων.
Verse: 14    
᾽Εγώ εἰμι ποιμὴν καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκουσί με τὰ ἐμά,
Verse: 15    
καϑὼς γινώσκει με πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα· καὶ τὴν ψυχήν μου τίϑημι ὑπὲρ τῶν προβάτων.
Verse: 16    
καὶ ἄλλα πρόβατα ἔχω οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνα δεῖ με ἀγαγεῖν, καὶ τῆς ϕωνῆς μου ἀκούσουσιν, καὶ γενήσονται μία ποίμνη, εἷς ποιμήν.
Verse: 17    
διὰ τοῦτό με πατὴρ ἀγαπᾷ ὅτι ἐγὼ τίϑημι τὴν ψυχήν μου, ἵνα πάλιν λάβω αὐτήν.
Verse: 18    
οὐδεὶς αἴρει αὐτὴν ἀπ' ἐμοῦ, ἀλλ' ἐγὼ τίϑημι αὐτὴν ἀπ' ἐμαυτοῦ. ἐξουσίαν ἔχω ϑεῖναι αὐτήν, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν· ταύτην τὴν ἐντολὴν ἔλαβον παρὰ τοῦ πατρός μου.
Verse: 19    
Σχίσμα πάλιν ἐγένετο ἐν τοῖς ᾽Ιουδαίοις διὰ τοὺς λόγους τούτους.
Verse: 20    
ἔλεγον δὲ πολλοὶ ἐξ αὐτῶν, Δαιμόνιον ἔχει καὶ μαίνεται· τί αὐτοῦ ἀκούετε;
Verse: 21    
ἄλλοι ἔλεγον, Ταῦτα τὰ ῥήματα οὐκ ἔστιν δαιμονιζομένου· μὴ δαιμόνιον δύναται τυϕλῶν ὀϕϑαλμοὺς ἀνοῖξαι;
Verse: 22    
᾽Εγένετο τότε τὰ ἐγκαίνια ἐν τοῖς ῾Ιεροσολύμοις· χειμὼν ἦν,
Verse: 23    
καὶ περιεπάτει ᾽Ιησοῦς ἐν τῷ ἱερῷ ἐν τῇ στοᾷ τοῦ Σολομῶνος.
Verse: 24    
ἐκύκλωσαν οὖν αὐτὸν οἱ ᾽Ιουδαῖοι καὶ ἔλεγον αὐτῷ, ῞Εως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις; εἰ σὺ εἶ Χριστός, εἰπὲ ἡμῖν παρρησίᾳ.
Verse: 25    
ἀπεκρίϑη αὐτοῖς ᾽Ιησοῦς, Εἶπον ὑμῖν καὶ οὐ πιστεύετε· τὰ ἔργα ἐγὼ ποιῶ ἐν τῷ ὀνόματι τοῦ πατρός μου ταῦτα μαρτυρεῖ περὶ ἐμοῦ·
Verse: 26    
ἀλλὰ ὑμεῖς οὐ πιστεύετε, ὅτι οὐκ ἐστὲ ἐκ τῶν προβάτων τῶν ἐμῶν.
Verse: 27    
τὰ πρόβατα τὰ ἐμὰ τῆς ϕωνῆς μου ἀκούουσιν, κἀγὼ γινώσκω αὐτά, καὶ ἀκολουϑοῦσίν μοι,
Verse: 28    
κἀγὼ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον, καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα, καὶ οὐχ ἁρπάσει τις αὐτὰ ἐκ τῆς χειρός μου.
Verse: 29    
πατήρ μου δέδωκέν μοι πάντων μεῖζόν ἐστιν, καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ πατρός.
Verse: 30    
ἐγὼ καὶ πατὴρ ἕν ἐσμεν.
Verse: 31    
᾽Εβάστασαν πάλιν λίϑους οἱ ᾽Ιουδαῖοι ἵνα λιϑάσωσιν αὐτόν.
Verse: 32    
ἀπεκρίϑη αὐτοῖς ᾽Ιησοῦς, Πολλὰ ἔργα καλὰ ἔδειξα ὑμῖν ἐκ τοῦ πατρός· διὰ ποῖον αὐτῶν ἔργον ἐμὲ λιϑάζετε;
Verse: 33    
ἀπεκρίϑησαν αὐτῷ οἱ ᾽Ιουδαῖοι, Περὶ καλοῦ ἔργου οὐ λιϑάζομέν σε ἀλλὰ περὶ βλασϕημίας, καὶ ὅτι σὺ ἄνϑρωπος ὢν ποιεῖς σεαυτὸν ϑεόν.
Verse: 34    
ἀπεκρίϑη αὐτοῖς [ὁ] ᾽Ιησοῦς, Οὐκ ἔστιν γεγραμμένον ἐν τῷ νόμῳ ὑμῶν ὅτι ᾽Εγὼ εἶπα, Θεοί ἐστε;
Verse: 35    
εἰ ἐκείνους εἶπεν ϑεοὺς πρὸς οὓς λόγος τοῦ ϑεοῦ ἐγένετο, καὶ οὐ δύναται λυϑῆναι γραϕή,
Verse: 36    
ὃν πατὴρ ἡγίασεν καὶ ἀπέστειλεν εἰς τὸν κόσμον ὑμεῖς λέγετε ὅτι Βλασϕημεῖς, ὅτι εἶπον, Υἱὸς [τοῦ] ϑεοῦ εἰμι;
Verse: 37    
εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ πατρός μου, μὴ πιστεύετέ μοι·
Verse: 38    
εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις πιστεύετε, ἵνα γνῶτε καὶ γινώσκητε ὅτι ἐν ἐμοὶ πατὴρ κἀγὼ ἐν τῷ πατρί.
Verse: 39    
᾽Εζήτουν [οὖν] πάλιν αὐτὸν πιάσαι· καὶ ἐξῆλϑεν ἐκ τῆς χειρὸς αὐτῶν.
Verse: 40    
Καὶ ἀπῆλϑεν πάλιν πέραν τοῦ ᾽Ιορδάνου εἰς τὸν τόπον ὅπου ἦν ᾽Ιωάννης τὸ πρῶτον βαπτίζων, καὶ ἔμεινεν ἐκεῖ.
Verse: 41    
καὶ πολλοὶ ἦλϑον πρὸς αὐτὸν καὶ ἔλεγον ὅτι ᾽Ιωάννης μὲν σημεῖον ἐποίησεν οὐδέν, πάντα δὲ ὅσα εἶπεν ᾽Ιωάννης περὶ τούτου ἀληϑῆ ἦν.
Verse: 42    
καὶ πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν ἐκεῖ.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.