TITUS
Novum Testamentum graece
Part No. 131
Previous part

Chapter: 12 
Verse: 1    Παρακαλῶ οὖν ὑμᾶς, ἀδελϕοί, διὰ τῶν οἰκτιρμῶν τοῦ θεοῦ, παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν ἁγίαν εὐάρεστον τῷ θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν·
Verse: 2    
καὶ μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορϕοῦσθε τῇ ἀνακαινώσει τοῦ νοός, εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ θεοῦ, τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον.
Verse: 3    
Λέγω γὰρ διὰ τῆς χάριτος τῆς δοθείσης μοι παντὶ τῷ ὄντι ἐν ὑμῖν μὴ ὑπερϕρονεῖν παρ' δεῖ ϕρονεῖν, ἀλλὰ ϕρονεῖν εἰς τὸ σωϕρονεῖν, ἑκάστῳ ὡς θεὸς ἐμέρισεν μέτρον πίστεως.
Verse: 4    
καθάπερ γὰρ ἐν ἑνὶ σώματι πολλὰ μέλη ἔχομεν, τὰ δὲ μέλη πάντα οὐ τὴν αὐτὴν ἔχει πρᾶξιν,
Verse: 5    
οὕτως οἱ πολλοὶ ἓν σῶμά ἐσμεν ἐν Χριστῷ, τὸ δὲ καθ' εἷς ἀλλήλων μέλη.
Verse: 6    
ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάϕορα, εἴτε προϕητείαν κατὰ τὴν ἀναλογίαν τῆς πίστεως,
Verse: 7    
εἴτε διακονίαν ἐν τῇ διακονίᾳ, εἴτε διδάσκων ἐν τῇ διδασκαλίᾳ,
Verse: 8    
εἴτε παρακαλῶν ἐν τῇ παρακλήσει, μεταδιδοὺς ἐν ἁπλότητι, προϊστάμενος ἐν σπουδῇ, ἐλεῶν ἐν ἱλαρότητι.
Verse: 9    
῾Η ἀγάπη ἀνυπόκριτος. ἀποστυγοῦντες τὸ πονηρόν, κολλώμενοι τῷ ἀγαθῷ·
Verse: 10    
τῇ ϕιλαδελϕίᾳ εἰς ἀλλήλους ϕιλόστοργοι, τῇ τιμῇ ἀλλήλους προηγούμενοι,
Verse: 11    
τῇ σπουδῇ μὴ ὀκνηροί, τῷ πνεύματι ζέοντες, τῷ κυρίῳ δουλεύοντες,
Verse: 12    
τῇ ἐλπίδι χαίροντες, τῇ θλίψει ὑπομένοντες, τῇ προσευχῇ προσκαρτεροῦντες,
Verse: 13    
ταῖς χρείαις τῶν ἁγίων κοινωνοῦντες, τὴν ϕιλοξενίαν διώκοντες.
Verse: 14    
εὐλογεῖτε τοὺς διώκοντας, εὐλογεῖτε καὶ μὴ καταρᾶσθε.
Verse: 15    
χαίρειν μετὰ χαιρόντων, κλαίειν μετὰ κλαιόντων.
Verse: 16    
τὸ αὐτὸ εἰς ἀλλήλους ϕρονοῦντες, μὴ τὰ ὑψηλὰ ϕρονοῦντες ἀλλὰ τοῖς ταπεινοῖς συναπαγόμενοι. μὴ γίνεσθε ϕρόνιμοι παρ' ἑαυτοῖς.
Verse: 17    
μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες· προνοούμενοι καλὰ ἐνώπιον πάντων ἀνθρώπων·
Verse: 18    
εἰ δυνατόν, τὸ ἐξ ὑμῶν μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες·
Verse: 19    
μὴ ἑαυτοὺς ἐκδικοῦντες, ἀγαπητοί, ἀλλὰ δότε τόπον τῇ ὀργῇ, γέγραπται γάρ, ᾽Εμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω,λέγει κύριος.
Verse: 20    
ἀλλὰ ἐὰν πεινᾷ ἐχθρός σου, ψώμιζε αὐτόν· ἐὰν διψᾷ, πότιζε αὐτόν· τοῦτο γὰρ ποιῶν ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεϕαλὴν αὐτοῦ.
Verse: 21    
μὴ νικῶ ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.