TITUS
Homer, Odyssee
Part No. 2
Previous part

Chapter: 2    
ΟΔΥΣΣΕΙΑΣ Β


Verse: 1       ῎Ημος δ' ἠριγένεια ϕάνη ῥοδοδάκτυλος ᾽Ηώς,
Verse: 2    
ὤρνυτ' ἄρ' ἐξ εὐνῆϕιν ᾽Οδυσσῆος ϕίλος υἱὸς
Verse: 3    
εἵματα ἑσσάμενος, περὶ δὲ ξίϕος ὀξὺ θέτ' ὤμῳ,
Verse: 4    
ποσσὶ δ' ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
Verse: 5    
βῆ δ' ἴμεν ἐκ θαλάμοιο θεῷ ἐναλίγκιος ἄντην.
Verse: 6    
αἶψα δὲ κηρύκεσσι λιγυϕθόγγοισι κέλευσε
Verse: 7    
κηρύσσειν ἀγορὴν δὲ καρηκομόωντας ᾽Αχαιούς.
Verse: 8    
οἱ μὲν ἐκήρυσσον, τοὶ δ' ἠγείροντο μάλ' ὦκα.
Verse: 9    
αὐτὰρ ἐπεί ' ἤγερθεν ὁμηγερέες τ' ἐγένοντο,
Verse: 10    
βῆ ' ἴμεν εἰς ἀγορήν, παλάμῃ δ' ἔχε χάλκεον ἔγχος,
Verse: 11    
οὐκ οἶος: ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο.
Verse: 12    
θεσπεσίην δ' ἄρα τῷ γε χάριν κατέχευεν ᾽Αθήνη·
Verse: 13    
τὸν δ' ἄρα πάντες λαοὶ ἐπερχόμενον θηεῦντο.
Verse: 14    
ἕζετο δ' ἐν πατρὸς θώκῳ, εἶξαν δὲ γέροντες.

Verse: 15       
τοῖσι δ' ἔπειθ' ἥρως Αἰγύπτιος ἦρχ' ἀγορεύειν,
Verse: 16    
ὃς δὴ γήραιὴ κυϕὸς ἔην καὶ μυρία ᾔδη.
Verse: 17    
καὶ γὰρ τοῦ ϕίλος υἱὸς ἅμ' ἀντιθέῳ ᾽Οδυσῆι
Verse: 18    
῎Ιλιον εἰς εὔπωλον ἔβη κοίλῃς ἐνὶ νηυσίν,
Verse: 19    
῎Αντιϕος αἰχμητής: τὸν δ' ἄγριος ἔκτανε Κύκλωψ
Verse: 20    
ἐν σπῆι γλαϕυρῷ, πύματον δ' ὡπλίσσατο δόρπον.
Verse: 21    
τρεῖς δέ οἱ ἄλλοι ἔσαν, καὶ μὲν μνηστῆρσιν ὁμίλει,
Verse: 22    
Εὐρύνομος, δύο δ' αἰὲν ἔχον πατρώια ἔργα·
Verse: 23    
ἀλλ' οὐδ' ὧς τοῦ λήθετ' ὀδυρόμενος καὶ ἀχεύων.
Verse: 24    
τοῦ γε δάκρυ χέων ἀγορήσατο καὶ μετέειπε·

Verse: 25       
"κέκλυτε δὴ νῦν μευ, ᾽Ιθακήσιοι, ὅττί κεν εἴπω.
Verse: 26    
οὔτέ ποθ' ἡμετέρη ἀγορὴ γένετ' οὔτε θόωκος,
Verse: 27    
ἐξ οὗ ᾽Οδυσσεὺς δῖος ἔβη κοίλῃς ἐνὶ νηυσί.
Verse: 28    
νῦν δὲ τίς ὧδ' ἤγειρε; τίνα χρειὼ τόσον ἵκει
Verse: 29    
ἠὲ νέων ἀνδρῶν οἳ προγενέστεροί εἰσιν;
Verse: 30    
ἠέ τιν' ἀγγελίην στρατοῦ ἔκλυεν ἐρχομένοιο,
Verse: 31    
ἥν χ' ἥμιν σάϕα εἴποι, ὅτε πρότερός γε πύθοιτο;
Verse: 32    
ἦέ τι δήμιον ἄλλο πιϕαύσκεται ἠδ' ἀγορεύει;
Verse: 33    
ἐσθλός μοι δοκεῖ εἶναι, ὀνήμενος. εἴθέ οἱ αὐτῷ
Verse: 34    
Ζεὺς ἀγαθὸν τελέσειεν, τι ϕρεσὶν ᾗσι μενοινᾷ."

Verse: 35       
ὣς ϕάτο, χαῖρε δὲ ϕήμῃ ᾽Οδυσσῆος ϕίλος υἱός.
Verse: 36    
οὐδ' ἄρ' ἔτι δὴν ἧστο, μενοίνησεν δ' ἀγορεύειν,
Verse: 37    
στῆ δὲ μέσῃ ἀγορῇ· σκῆπτρον δέ οἱ ἔμβαλε χειρὶ
Verse: 38    
κῆρυξ Πεισήνωρ, πεπνυμένα μήδεα εἰδώς.
Verse: 39    
πρῶτον ἔπειτα γέροντα καθαπτόμενος προσέειπεν·

Verse: 40       
"ὦ γέρον, οὐχ ἑκὰς οὗτος ἀνήρ - τάχα δ' εἴσεαι αὐτός -
Verse: 41    
ὃς λαὸν ἤγειρα· μάλιστα δέ μ' ἄλγος ἱκάνει.
Verse: 42    
οὔτέ τιν' ἀγγελίην στρατοῦ ἔκλυον ἐρχομένοιο,
Verse: 43    
ἥν χ' ὕμιν σάϕα εἴπω, ὅτε πρότερός γε πυθοίμην,
Verse: 44    
οὔτέ τι δήμιον ἄλλο πιϕαύσκομαι οὐδ' ἀγορεύω,
Verse: 45    
ἀλλ' ἐμὸν αὐτοῦ χρεῖος, μοι κακὸν ἔμπεσεν οἴκῳ,
Verse: 46    
δοιά· τὸ μὲν πατέρ' ἐσθλὸν ἀπώλεσα, ὅς ποτ' ἐν ὑμῖν
Verse: 47    
τοίσδεσσιν βασίλευε, πατὴρ δ' ὣς ἤπιος ἦεν·
Verse: 48    
νῦν δ' αὖ καὶ πολὺ μεῖζον, δὴ τάχα οἶκον ἅπαντα
Verse: 49    
πάγχυ διαραίσει, βίοτον δ' ἀπὸ πάμπαν ὀλέσσει.
Verse: 50    
μητέρι μοι μνηστῆρες ἐπέχραον οὐκ ἐθελούσῃ,
Verse: 51    
τῶν ἀνδρῶν ϕίλοι υἷες οἳ ἐνθάδε γ' εἰσὶν ἄριστοι,
Verse: 52    
οἳ πατρὸς μὲν ἐς οἶκον ἀπερρίγασι νέεσθαι
Verse: 53    
᾽Ικαρίου, ὥς κ' αὐτὸς ἐεδνώσαιτο θύγατρα,
Verse: 54    
δοίη δ' κ' ἐθέλῃ καί οἱ κεχαρισμένος ἔλθῃ.
Verse: 55    
οἱ δ' εἰς ἡμετέρου πωλεύμενοι ἤματα πάντα,
Verse: 56    
βοῦς ἱερεύοντες καὶ ὄις καὶ πίονας αἶγας,
Verse: 57    
εἰλαπινάζουσιν πίνουσί τε αἴθοπα οἶνον
Verse: 58    
μαψιδίως: τὰ δὲ πολλὰ κατάνεται. οὐ γὰρ ἔπ' ἀνήρ,
Verse: 59    
οἷος ᾽Οδυσσεὺς ἔσκεν, ἀρὴν ἀπὸ οἴκου ἀμῦναι.
Verse: 60    
ἡμεῖς δ' οὔ νύ τι τοῖοι ἀμυνέμεν· καὶ ἔπειτα
Verse: 61    
λευγαλέοι τ' ἐσόμεσθα καὶ οὐ δεδαηκότες ἀλκήν.
Verse: 62    
τ' ἂν ἀμυναίμην, εἴ μοι δύναμίς γε παρείη.
Verse: 63    
οὐ γὰρ ἔτ' ἀνσχετὰ ἔργα τετεύχαται, οὐδέ τι καλῶς
Verse: 64    
οἶκος ἐμὸς διόλωλε. νεμεσσήθητε καὶ αὐτοί,
Verse: 65    
ἄλλους τ' αἰδέσθητε περικτίονας ἀνθρώπους,
Verse: 66    
οἳ περιναιετάουσι· θεῶν δ' ὑποδείσατε μῆνιν,
Verse: 67    
μή τι μεταστρέψωσιν ἀγασσάμενοι κακὰ ἔργα.
Verse: 68    
λίσσομαι ἠμὲν Ζηνὸς ᾽Ολυμπίου ἠδὲ Θέμιστος,
Verse: 69    
τ' ἀνδρῶν ἀγορὰς ἠμὲν λύει ἠδὲ καθίζει·
Verse: 70    
σχέσθε, ϕίλοι, καί μ' οἶον ἐάσατε πένθειὴ λυγρῷ
Verse: 71    
τείρεσθ', εἰ μή που τι πατὴρ ἐμὸς, ἐσθλὸς ᾽Οδυσσεὺς,
Verse: 72    
δυσμενέων κάκ' ἔρεξεν ἐυκνήμιδας ᾽Αχαιούς,
Verse: 73    
τῶν μ' ἀποτινύμενοι κακὰ ῥέζετε δυσμενέοντες,
Verse: 74    
τούτους ὀτρύνοντες. ἐμοὶ δέ κε κέρδιον εἴη
Verse: 75    
ὑμέας ἐσθέμεναι κειμήλιά τε πρόβασίν τε·
Verse: 76    
εἴ χ' ὑμεῖς γε ϕάγοιτε, τάχ' ἄν ποτε καὶ τίσις εἴη·
Verse: 77    
τόϕρα γὰρ ἂν κατὰ ἄστυ ποτιπτυσσοίμεθα μύθῳ
Verse: 78    
χρήματ' ἀπαιτίζοντες, ἕως κ' ἀπὸ πάντα δοθείη.
Verse: 79    
νῦν δέ μοι ἀπρήκτους ὀδύνας ἐμβάλλετε θυμῷ."

Verse: 80       
ὣς ϕάτο χωόμενος, ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ
Verse: 81    
δάκρυ' ἀναπρήσας: οἶκτος δ' ἕλε λαὸν ἅπαντα.
Verse: 82    
ἔνθ' ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν, οὐδέ τις ἔτλη
Verse: 83    
Τηλέμαχον μύθοισιν ἀμείψασθαι χαλεποῖσιν·
Verse: 84    
᾽Αντίνοος δέ μιν οἶος ἀμειβόμενος προσέειπε·

Verse: 85       
"Τηλέμαχ' ὑψαγόρη, μένος ἄσχετε, ποῖον ἔειπες
Verse: 86    
ἡμέας αἰσχύνων, ἐθέλοις δέ κε μῶμον ἀνάψαι.
Verse: 87    
σοὶ δ' οὔ τι μνηστῆρες ᾽Αχαιῶν αἴτιοί εἰσιν,
Verse: 88    
ἀλλὰ ϕίλη μήτηρ, τοι περὶ κέρδεα οἶδεν.
Verse: 89    
ἤδη γὰρ τρίτον ἐστὶν ἔτος, τάχα δ' εἶσι τέταρτον,
Verse: 90    
ἐξ οὗ ἀτέμβει θυμὸν ἐνὶ στήθεσσιν ᾽Αχαιῶν.
Verse: 91    
πάντας μέν ' ἔλπει, καὶ ὑπίσχεται ἀνδρὶ ἑκάστῳ,
Verse: 92    
ἀγγελίας προιὴεῖσα, νόος δέ οἱ ἄλλα μενοινᾷ.
Verse: 93    
δὲ δόλον τόνδ' ἄλλον ἐνὶ ϕρεσὶ μερμήριξε·
Verse: 94    
στησαμένη μέγαν ἱστὸν ἐνὶ μεγάροισιν ὕϕαινε,
Verse: 95    
λεπτὸν καὶ περίμετρον· ἄϕαρ δ' ἡμῖν μετέειπε·
Verse: 96    
κοῦροι, ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος ᾽Οδυσσεύς,
Verse: 97    
μίμνετ' ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς κε ϕᾶρος
Verse: 98    
ἐκτελέσω - μή μοι μεταμώνια νήματ' ὄληται -
Verse: 99    
Λαέρτῃ ἥρωι ταϕήιον, εἰς ὅτε κέν μιν
Verse: 100    
μοῖρ' ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο,
Verse: 101    
μή τίς μοι κατὰ δῆμον ᾽Αχαιιάδων νεμεσήσῃ,
Verse: 102    
αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας. '
Verse: 103    
ὣς ἔϕαθ', ἡμῖν δ' αὖτ' ἐπεπείθετο θυμὸς ἀγήνωρ.
Verse: 104    
ἔνθα καὶ ἠματίη μὲν ὑϕαίνεσκεν μέγαν ἱστόν,
Verse: 105    
νύκτας δ' ἀλλύεσκεν, ἐπὴν δαί:δας παραθεῖτο.
Verse: 106    
ὣς τρίετες μὲν ἔληθε δόλῳ καὶ ἔπειθεν ᾽Αχαιούς:
Verse: 107    
ἀλλ' ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι,
Verse: 108    
καὶ τότε δή τις ἔειπε γυναικῶν, σάϕα ᾔδη,
Verse: 109    
καὶ τήν γ' ἀλλύουσαν ἐϕεύρομεν ἀγλαὸν ἱστόν.
Verse: 110    
ὣς τὸ μὲν ἐξετέλεσσε καὶ οὐκ ἐθέλουσ', ὑπ' ἀνάγκης.
Verse: 111    
σοὶ δ' ὧδε μνηστῆρες ὑποκρίνονται, ἵν' εἰδῇς
Verse: 112    
αὐτὸς σῷ θυμῷ, εἰδῶσι δὲ πάντες ᾽Αχαιοί·
Verse: 113    
μητέρα σὴν ἀπόπεμψον, ἄνωχθι δέ μιν γαμέεσθαι
Verse: 114    
τῷ ὅτεῴ τε πατὴρ κέλεται καὶ ἁνδάνει αὐτῇ.
Verse: 115    
εἰ δ' ἔτ' ἀνιήσει γε πολὺν χρόνον υἷας ᾽Αχαιῶν,
Verse: 116    
τὰ ϕρονέουσ' ἀνὰ θυμόν οἱ πέρι δῶκεν ᾽Αθήνη,
Verse: 117    
ἔργά τ' ἐπίστασθαι περικαλλέα καὶ ϕρένας ἐσθλὰς
Verse: 118    
κέρδεά θ', οἷ' οὔ πώ τιν' ἀκούομεν οὐδὲ παλαιῶν,
Verse: 119    
τάων αἳ πάρος ἦσαν ἐυπλοκαμῖδες ᾽Αχαιαί,
Verse: 120    
Τυρώ τ' ᾽Αλκμήνη τε ἐυστέϕανός τε Μυκήνη·
Verse: 121    
τάων οὔ τις ὁμοῖα νοήματα Πηνελοπείῃ
Verse: 122    
ᾔδη· ἀτὰρ μὲν τοῦτό γ' ἐναίσιμον οὐκ ἐνόησε.
Verse: 123    
τόϕρα γὰρ οὖν βίοτόν τε τεὸν καὶ κτήματ' ἔδονται,
Verse: 124    
ὄϕρά κε κείνη τοῦτον ἔχῃ νόον, ὅν τινά οἱ νῦν
Verse: 125    
ἐν στήθεσσι τιθεῖσι θεοί. μέγα μὲν κλέος αὐτῇ
Verse: 126    
ποιεῖτ', αὐτὰρ σοίγε ποθὴ πολέος βιότοιο.
Verse: 127    
ἡμεῖς δ' οὔτ' ἐπὶ ἔργα πάρος γ' ἴμεν οὔτέ πῃ ἄλλῃ,
Verse: 128    
πρίν γ' αὐτὴν γήμασθαι ᾽Αχαιῶν κ' ἐθέλῃσι."
Verse: 129    
τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

Verse: 130       
"᾽Αντίνο', οὔ πως ἐστι δόμων ἀέκουσαν ἀπῶσαι
Verse: 131    
μ' ἔτεχ', μ' ἔθρεψε· πατὴρ δ' ἐμὸς ἄλλοθι γαίης,
Verse: 132    
ζώει γ' τέθνηκε· κακὸν δέ με πόλλ' ἀποτίνειν
Verse: 133    
᾽Ικαρίῳ, αἴ κ' αὐτὸς ἑκὼν ἀπὸ μητέρα πέμψω.
Verse: 134    
ἐκ γὰρ τοῦ πατρὸς κακὰ πείσομαι, ἄλλα δὲ δαίμων
Verse: 135    
δώσει, ἐπεὶ μήτηρ στυγερὰς ἀρήσετ' 'Ερινῦς
Verse: 136    
οἴκου ἀπερχομένη· νέμεσις δέ μοι ἐξ ἀνθρώπων
Verse: 137    
ἔσσεται· ὣς οὐ τοῦτον ἐγώ ποτε μῦθον ἐνίψω.
Verse: 138    
ὑμέτερος δ' εἰ μὲν θυμὸς νεμεσίζεται αὐτῶν,
Verse: 139    
ἔξιτέ μοι μεγάρων, ἄλλας δ' ἀλεγύνετε δαῖτας
Verse: 140    
ὑμὰ κτήματ' ἔδοντες, ἀμειβόμενοι κατὰ οἴκους.
Verse: 141    
εἰ δ' ὕμιν δοκέει τόδε λωίτερον καὶ ἄμεινον
Verse: 142    
ἔμμεναι, ἀνδρὸς ἑνὸς βίοτον νήποινον ὀλέσθαι,
Verse: 143    
κείρετἐγὼ δὲ θεοὺς ἐπιβώσομαι αἰὲν ἐόντας,
Verse: 144    
αἴ κέ ποθι Ζεὺς δῷσι παλίντιτα ἔργα γενέσθαι.
Verse: 145    
νήποινοί κεν ἔπειτα δόμων ἔντοσθεν ὄλοισθε."

Verse: 146       
ὣς ϕάτο Τηλέμαχος: τῷ δ' αἰετὼ εὐρύοπα Ζεὺς
Verse: 147    
ὑψόθεν ἐκ κορυϕῆς ὄρεος προέηκε πέτεσθαι.
Verse: 148    
τὼ δ' ἕως μέν ' ἐπέτοντο μετὰ πνοιῇς ἀνέμοιο,
Verse: 149    
πλησίω ἀλλήλοισι τιταινομένω πτερύγεσσιν·
Verse: 150    
ἀλλ' ὅτε δὴ μέσσην ἀγορὴν πολύϕημον ἱκέσθην,
Verse: 151    
ἔνθ' ἐπιδινηθέντε τιναξάσθην πτερὰ πυκνά,
Verse: 152    
ἐς δ' ἰδέτην πάντων κεϕαλάς, ὄσσοντο δ' ὄλεθρον,
Verse: 153    
δρυψαμένω δ' ὀνύχεσσι παρειὰς ἀμϕί τε δειρὰς
Verse: 154    
δεξιὼ ἤιξαν διά τ' οἰκία καὶ πόλιν αὐτῶν.
Verse: 155    
θάμβησαν δ' ὄρνιθας, ἐπεὶ ἴδον ὀϕθαλμοῖσιν·
Verse: 156    
ὥρμηναν δ' ἀνὰ θυμὸν περ τελέεσθαι ἔμελλον.
Verse: 157    
τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως ῾Αλιθέρσης
Verse: 158    
Μαστορίδης: γὰρ οἶος ὁμηλικίην ἐκέκαστο
Verse: 159    
ὄρνιθας γνῶναι καὶ ἐναίσιμα μυθήσασθαι·
Verse: 160    
σϕιν ἐυϕρονέων ἀγορήσατο καὶ μετέειπε·

Verse: 161       
"κέκλυτε δὴ νῦν μευ, ᾽Ιθακήσιοι, ὅττί κεν εἴπω.
Verse: 162    
μνηστῆρσιν δὲ μάλιστα πιϕαυσκόμενος τάδε εἴρω·
Verse: 163    
τοῖσιν γὰρ μέγα πῆμα κυλίνδεται· οὐ γὰρ ᾽Οδυσσεὺς
Verse: 164    
δὴν ἀπάνευθε ϕίλων ὧν ἔσσεται, ἀλλά που ἤδη
Verse: 165    
ἐγγὺς ἐὼν τοίσδεσσι ϕόνον καὶ κῆρα ϕυτεύει
Verse: 166    
πάντεσσιν. πολέσιν δὲ καὶ ἄλλοισιν κακὸν ἔσται,
Verse: 167    
οἳ νεμόμεσθ' ᾽Ιθάκην εὐδείελον. ἀλλὰ πολὺ πρὶν
Verse: 168    
ϕραζώμεσθ' ὥς κεν καταπαύσομεν· οἱ δὲ καὶ αὐτοὶ
Verse: 169    
παυέσθων· καὶ γάρ σϕιν ἄϕαρ τόδε λώιόν ἐστιν.
Verse: 170    
οὐ γὰρ ἀπείρητος μαντεύομαι, ἀλλ' ἔυ εἰδώς:
Verse: 171    
καὶ γὰρ κείνῳ ϕημὶ τελευτηθῆναι ἅπαντα
Verse: 172    
ὥς οἱ ἐμυθεόμην, ὅτε ῎Ιλιον εἰσανέβαινον
Verse: 173    
᾽Αργεῖοι, μετὰ δέ σϕιν ἔβη πολύμητις ᾽Οδυσσεύς.
Verse: 174    
ϕῆν κακὰ πολλὰ παθόντ', ὀλέσαντ' ἄπο πάντας ἑταίρους,
Verse: 175    
ἄγνωστον πάντεσσιν ἐεικοστῷ ἐνιαυτῷ
Verse: 176    
οἴκαδ' ἐλεύσεσθαι· τάδε δὴ νῦν πάντα τελεῖται."

Verse: 177       
τὸν δ' αὖτ' Εὐρύμαχος, Πολύβου παῖς, ἀντίον ηὔδα·

Verse: 178       
"ὦ γέρον, εἰ δ' ἄγε δὴ μαντεύεο σοῖσι τέκεσσιν
Verse: 179    
οἴκαδ' ἰών, μή που τι κακὸν πάσχωσιν ὀπίσσω·
Verse: 180    
ταῦτα δ' ἐγὼ σέο πολλὸν ἀμείνων μαντεύεσθαι.
Verse: 181    
ὄρνιθες δέ τε πολλοὶ ὑπ' αὐγὰς ἠελίοιο
Verse: 182    
ϕοιτῶσ', οὐ δέ τε πάντες ἐναίσιμοι· αὐτὰρ ᾽Οδυσσεὺς
Verse: 183    
ὤλετο τῆλ', ὡς καὶ σὺ καταϕθίσθαι σὺν ἐκείνῳ
Verse: 184    
ὤϕελες. οὐκ ἂν τόσσα θεοπροπέων ἀγόρευες,
Verse: 185    
οὐδέ κε Τηλέμαχον κεχολωμένον ὧδ' ἀνιείης,
Verse: 186    
σῷ οἴκῳ δῶρον ποτιδέγμενος, αἴ κε πόρῃσιν.
Verse: 187    
ἀλλ' ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
Verse: 188    
αἴ κε νεώτερον ἄνδρα παλαιά τε πολλά τε εἰδὼς
Verse: 189    
παρϕάμενος ἐπέεσσιν ἐποτρύνῃς χαλεπαίνειν,
Verse: 190    
αὐτῷ μέν οἱ πρῶτον ἀνιηρέστερον ἔσται,
Verse: 192    
σοὶ δέ, γέρον, θῳὴν ἐπιθήσομεν, ἥν κ' ἐνὶ θυμῷ
Verse: 193    
τίνων ἀσχάλλῃς: χαλεπὸν δέ τοι ἔσσεται ἄλγος.
Verse: 194    
Τηλεμάχῳ δ' ἐν πᾶσιν ἐγὼν ὑποθήσομαι αὐτός:
Verse: 195    
μητέρα ἣν ἐς πατρὸς ἀνωγέτω ἀπονέεσθαι·
Verse: 196    
οἱ δὲ γάμον τεύξουσι καὶ ἀρτυνέουσιν ἔεδνα
Verse: 197    
πολλὰ μάλ', ὅσσα ἔοικε ϕίλης ἐπὶ παιδὸς ἕπεσθαι.
Verse: 198    
οὐ γὰρ πρὶν παύσεσθαι ὀίομαι υἷας ᾽Αχαιῶν
Verse: 199    
μνηστύος ἀργαλέης, ἐπεὶ οὔ τινα δείδιμεν ἔμπης,
Verse: 200    
οὔτ' οὖν Τηλέμαχον, μάλα περ πολύμυθον ἐόντα·
Verse: 201    
οὔτε θεοπροπίης ἐμπαζόμεθ', ἣν σύ, γεραιέ,
Verse: 202    
μυθέαι ἀκράαντον, ἀπεχθάνεαι δ' ἔτι μᾶλλον.
Verse: 203    
χρήματα δ' αὖτε κακῶς βεβρώσεται, οὐδέ ποτ' ἶσα
Verse: 204    
ἔσσεται, ὄϕρά κεν γε διατρίβῃσιν ᾽Αχαιοὺς
Verse: 205    
ὃν γάμον. ἡμεῖς δ' αὖ ποτιδέγμενοι ἤματα πάντα
Verse: 206    
εἵνεκα τῆς ἀρετῆς ἐριδαίνομεν, οὐδὲ μετ' ἄλλας
Verse: 207    
ἐρχόμεθ', ἃς ἐπιεικὲς ὀπυιέμεν ἐστὶν ἑκάστῳ."

Verse: 208       
τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

Verse: 209       
"Εὐρύμαχ' ἠδὲ καὶ ἄλλοι ὅσοι μνηστῆρες ἀγαυοί,
Verse: 210    
ταῦτα μὲν οὐχ ὑμέας ἔτι λίσσομαι οὐδ' ἀγορεύω·
Verse: 211    
ἤδη γὰρ τὰ ἴσασι θεοὶ καὶ πάντες ᾽Αχαιοί.
Verse: 212    
ἀλλ' ἄγε μοι δότε νῆα θοὴν καὶ εἴκοσ' ἑταίρους,
Verse: 213    
οἵ κέ μοι ἔνθα καὶ ἔνθα διαπρήσσωσι κέλευθον.
Verse: 214    
εἶμι γὰρ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα,
Verse: 215    
νόστον πευσόμενος πατρὸς δὴν οἰχομένοιο,
Verse: 216    
ἤν τίς μοι εἴπῃσι βροτῶν ὄσσαν ἀκούσω
Verse: 217    
ἐκ Διός, τε μάλιστα ϕέρει κλέος ἀνθρώποισιν.
Verse: 218    
εἰ μέν κεν πατρὸς βίοτον καὶ νόστον ἀκούσω,
Verse: 219    
τ' ἂν τρυχόμενός περ ἔτι τλαίην ἐνιαυτόν·
Verse: 220    
εἰ δέ κε τεθνηῶτος ἀκούσω μηδ' ἔτ' ἐόντος,
Verse: 221    
νοστήσας δὴ ἔπειτα ϕίλην ἐς πατρίδα γαῖαν
Verse: 222    
σῆμά τέ οἱ χεύω καὶ ἐπὶ κτέρεα κτερεί:ξω
Verse: 223    
πολλὰ μάλ', ὅσσα ἔοικε, καὶ ἀνέρι μητέρα δώσω."

Verse: 224       
ἤτοι γ' ὣς εἰπὼν κατ' ἄρ' ἕζετο, τοῖσι δ' ἀνέστη
Verse: 225    
Μέντωρ, ὅς ' ᾽Οδυσῆος ἀμύμονος ἦεν ἑταῖρος,
Verse: 226    
καί οἱ ἰὼν ἐν νηυσὶν ἐπέτρεπεν οἶκον ἅπαντα,
Verse: 227    
πείθεσθαί τε γέροντι καὶ ἔμπεδα πάντα ϕυλάσσειν·
Verse: 228    
σϕιν ἐυϕρονέων ἀγορήσατο καὶ μετέειπε·

Verse: 229       
"κέκλυτε δὴ νῦν μευ, ᾽Ιθακήσιοι, ὅττί κεν εἴπω.
Verse: 230    
μή τις ἔτι πρόϕρων ἀγανὸς καὶ ἤπιος ἔστω
Verse: 231    
σκηπτοῦχος βασιλεύς, μηδὲ ϕρεσὶν αἴσιμα εἰδώς,
Verse: 232    
ἀλλ' αἰεὶ χαλεπός τ' εἴη καὶ αἴσυλα ῥέζοι,
Verse: 233    
ὡς οὔ τις μέμνηται ᾽Οδυσσῆος θείοιο
Verse: 234    
λαῶν, οἷσιν ἄνασσε, πατὴρ δ' ὣς ἤπιος ἦεν.
Verse: 235    
ἀλλ' ἤτοι μνηστῆρας ἀγήνορας οὔ τι μεγαίρω
Verse: 236    
ἕρδειν ἔργα βίαια κακορραϕίῃσι νόοιο·
Verse: 237    
σϕὰς γὰρ παρθέμενοι κεϕαλὰς κατέδουσι βιαίως
Verse: 238    
οἶκον ᾽Οδυσσῆος, τὸν δ' οὐκέτι ϕασὶ νέεσθαι.
Verse: 239    
νῦν δ' ἄλλῳ δήμῳ νεμεσίζομαι, οἷον ἅπαντες
Verse: 240    
ἧσθ' ἄνεῳ, ἀτὰρ οὔ τι καθαπτόμενοι ἐπέεσσι
Verse: 241    
παύρους μνηστῆρας καταπαύετε πολλοὶ ἐόντες."

Verse: 242       
τὸν δ' Εὐηνορίδης Λειώκριτος ἀντίον ηὔδα·

Verse: 243       
"Μέντορ ἀταρτηρέ, ϕρένας ἠλεέ, ποῖον ἔειπες
Verse: 244    
ἡμέας ὀτρύνων καταπαυέμεν. ἀργαλέον δὲ
Verse: 245    
ἀνδράσι καὶ πλεόνεσσι μαχήσασθαι περὶ δαιτί.
Verse: 246    
εἴ περ γάρ κ' ᾽Οδυσεὺς ᾽Ιθακήσιος αὐτὸς ἐπελθὼν
Verse: 247    
δαινυμένους κατὰ δῶμα ἑὸν μνηστῆρας ἀγαυοὺς
Verse: 248    
ἐξελάσαι μεγάροιο μενοινήσει' ἐνὶ θυμῷ,
Verse: 249    
οὔ κέν οἱ κεχάροιτο γυνή μάλα περ χατέουσα
Verse: 250    
ἐλθόντ', ἀλλά κεν αὐτοῦ ἀεικέα πότμον ἐπίσποι,
Verse: 251    
εἰ πλέονές οἱ ἕποιντο· σὺ δ' οὐ κατὰ μοῖραν ἔειπες.
Verse: 252    
ἀλλ' ἄγε, λαοὶ μὲν σκίδνασθ' ἐπὶ ἔργα ἕκαστος,
Verse: 253    
τούτῳ δ' ὀτρυνέει Μέντωρ ὁδὸν ἠδ' ῾Αλιθέρσης,
Verse: 254    
οἵ τέ οἱ ἐξ ἀρχῆς πατρώιοί εἰσιν ἑταῖροι.
Verse: 255    
ἀλλ' ὀίω, καὶ δηθὰ καθήμενος ἀγγελιάων
Verse: 256    
πεύσεται εἰν ᾽Ιθάκῃ, τελέει δ' ὁδὸν οὔ ποτε ταύτην."

Verse: 257       
ὣς ἄρ' ἐϕώνησεν, λῦσεν δ' ἀγορὴν αἰψηρήν.
Verse: 258    
οἱ μὲν ἄρ' ἐσκίδναντο ἑὰ πρὸς δώμαθ' ἕκαστος,
Verse: 259    
μνηστῆρες δ' ἐς δώματ' ἴσαν θείου ᾽Οδυσῆος.

Verse: 260       
Τηλέμαχος δ' ἀπάνευθεν ἰὼν ἐπὶ θῖνα θαλάσσης,
Verse: 261    
χεῖρας νιψάμενος πολιῆς ἁλός, εὔχετ' ᾽Αθήνῃ·

Verse: 262       
"κλῦθί μευ, χθιζὸς θεὸς ἤλυθες ἡμέτερον δῶ
Verse: 263    
καί μ' ἐν νηὶ κέλευσας ἐπ' ἠεροειδέα πόντον,
Verse: 264    
νόστον πευσόμενον πατρὸς δὴν οἰχομένοιο,
Verse: 265    
ἔρχεσθαι. τὰ δὲ πάντα διατρίβουσιν ᾽Αχαιοί,
Verse: 266    
μνηστῆρες δὲ μάλιστα, κακῶς ὑπερηνορέοντες."

Verse: 267       
ὣς ἔϕατ' εὐχόμενος: σχεδόθεν δέ οἱ ἦλθεν ᾽Αθήνη,
Verse: 268    
Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν,
Verse: 269    
καί μιν ϕωνήσασ' ἔπεα πτερόεντα προσηύδα·

Verse: 270       
"Τηλέμαχ', οὐδ' ὄπιθεν κακὸς ἔσσεαι οὐδ' ἀνοήμων,
Verse: 271    
εἰ δή τοι σοῦ πατρὸς ἐνέστακται μένος ἠύ,
Verse: 272    
οἷος κεῖνος ἔην τελέσαι ἔργόν τε ἔπος τε.
Verse: 273    
οὔ τοι ἔπειθ' ἁλίη ὁδὸς ἔσσεται οὐδ' ἀτέλεστος.
Verse: 274    
εἰ δ' οὐ κείνου γ' ἐσσὶ γόνος καὶ Πηνελοπείης,
Verse: 275    
οὔ σε ἔπειτα ἔολπα τελευτήσειν μενοινᾷς.
Verse: 276    
παῦροι γάρ τοι παῖδες ὁμοῖοι πατρὶ πέλονται,
Verse: 277    
οἱ πλέονες κακίους, παῦροι δέ τε πατρὸς ἀρείους.
Verse: 278    
ἀλλ' ἐπεὶ οὐδ' ὄπιθεν κακὸς ἔσσεαι οὐδ' ἀνοήμων,
Verse: 279    
οὐδέ σε πάγχύ γε μῆτις ᾽Οδυσσῆος προλέλοιπεν,
Verse: 280    
ἐλπωρή τοι ἔπειτα τελευτῆσαι τάδε ἔργα.
Verse: 281    
τῶ νῦν μνηστήρων μὲν ἔα βουλήν τε νόον τε
Verse: 282    
ἀϕραδέων, ἐπεὶ οὔ τι νοήμονες οὐδὲ δίκαιοι·
Verse: 283    
οὐδέ τι ἴσασιν θάνατον καὶ κῆρα μέλαιναν,
Verse: 284    
ὃς δή σϕι σχεδόν ἐστιν, ἐπ' ἤματι πάντας ὀλέσθαι.
Verse: 285    
σοὶ δ' ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται, ἣν σὺ μενοινᾷς:
Verse: 286    
τοῖος γάρ τοι ἑταῖρος ἐγὼ πατρώιός εἰμι,
Verse: 287    
ὅς τοι νῆα θοὴν στελέω καὶ ἅμ' ἕψομαι αὐτός.
Verse: 288    
ἀλλὰ σὺ μὲν πρὸς δώματ' ἰὼν μνηστῆρσιν ὁμίλει,
Verse: 289    
ὅπλισσόν τ' ἤια καὶ ἄγγεσιν ἄρσον ἅπαντα,
Verse: 290    
οἶνον ἐν ἀμϕιϕορεῦσι καὶ ἄλϕιτα, μυελὸν ἀνδρῶν,
Verse: 291    
δέρμασιν ἐν πυκινοῖσιν· ἐγὼ δ' ἀνὰ δῆμον ἑταίρους
Verse: 292    
αἶψ' ἐθελοντῆρας συλλέξομαι. εἰσὶ δὲ νῆες
Verse: 293    
πολλαὶ ἐν ἀμϕιάλῳ ᾽Ιθάκῃ, νέαι ἠδὲ παλαιαί·
Verse: 294    
τάων μέν τοι ἐγὼν ἐπιόψομαι τις ἀρίστη,
Verse: 295    
ὦκα δ' ἐϕοπλίσσαντες ἐνήσομεν εὐρέι πόντῳ."

Verse: 296       
ὣς ϕάτ' ᾽Αθηναίη, κούρη Διός: οὐδ' ἄρ' ἔτι δὴν
Verse: 297    
Τηλέμαχος παρέμιμνεν, ἐπεὶ θεοῦ ἔκλυεν αὐδήν.
Verse: 298    
βῆ δ' ἴμεναι πρὸς δῶμα, ϕίλον τετιημένος ἦτορ,
Verse: 299    
εὗρε δ' ἄρα μνηστῆρας ἀγήνορας ἐν μεγάροισιν
Verse: 300    
αἶγας ἀνιεμένους σιάλους θ' εὕοντας ἐν αὐλῇ.
Verse: 301    
᾽Αντίνοος δ' ἰθὺς γελάσας κίε Τηλεμάχοιο,
Verse: 302    
ἔν τ' ἄρα οἱ ϕῦ χειρὶ ἔπος τ' ἔϕατ' ἔκ τ' ὀνόμαζε·

Verse: 303       
"Τηλέμαχ' ὑψαγόρη, μένος ἄσχετε, μή τί τοι ἄλλο
Verse: 304    
ἐν στήθεσσι κακὸν μελέτω ἔργόν τε ἔπος τε,
Verse: 305    
ἀλλά μοι ἐσθιέμεν καὶ πινέμεν, ὡς τὸ πάρος περ.
Verse: 306    
ταῦτα δέ τοι μάλα πάντα τελευτήσουσιν ᾽Αχαιοί,
Verse: 307    
νῆα καὶ ἐξαίτους ἐρέτας, ἵνα θᾶσσον ἵκηαι
Verse: 308    
ἐς Πύλον ἠγαθέην μετ' ἀγαυοῦ πατρὸς ἀκουήν."

Verse: 309       
τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

Verse: 310       
"᾽Αντίνο', οὔ πως ἐστιν ὑπερϕιάλοισι μεθ' ὑμῖν
Verse: 311    
δαίνυσθαί τ' ἀκέοντα καὶ εὐϕραίνεσθαι ἕκηλον.
Verse: 312    
οὐχ ἅλις ὡς τὸ πάροιθεν ἐκείρετε πολλὰ καὶ ἐσθλὰ
Verse: 313    
κτήματ' ἐμά, μνηστῆρες, ἐγὼ δ' ἔτι νήπιος ἦα;
Verse: 314    
νῦν δ' ὅτε δὴ μέγας εἰμί καὶ ἄλλων μῦθον ἀκούων
Verse: 315    
πυνθάνομαι, καὶ δή μοι ἀέξεται ἔνδοθι θυμός,
Verse: 316    
πειρήσω ὥς κ' ὔμμι κακὰς ἐπὶ κῆρας ἰήλω,
Verse: 317    
ἠὲ Πύλον δ' ἐλθὼν αὐτοῦ τῷδ' ἐνὶ δήμῳ.
Verse: 318    
εἶμι μέν - οὐδ' ἁλίη ὁδὸς ἔσσεται ἣν ἀγορεύω -
Verse: 319    
ἔμπορος: οὐ γὰρ νηὸς ἐπήβολος οὐδ' ἐρετάων
Verse: 320    
γίνομαι· ὥς νύ που ὔμμιν ἐείσατο κέρδιον εἶναι."

Verse: 321       
ῥα, καὶ ἐκ χειρὸς χεῖρα σπάσατ' ᾽Αντινόοιο
Verse: 322    
ῥεῖα· μνηστῆρες δὲ δόμον κάτα δαῖτα πένοντο.
Verse: 323    
οἱ δ' ἐπελώβευον καὶ ἐκερτόμεον ἐπέεσσιν·
Verse: 324    
ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·

Verse: 325       
"ἦ μάλα Τηλέμαχος ϕόνον ἥμιν μερμηρίζει.
Verse: 326    
τινας ἐκ Πύλου ἄξει ἀμύντορας ἠμαθόεντος,
Verse: 327    
γε καὶ Σπάρτηθεν, ἐπεί νύ περ ἵεται αἰνῶς:
Verse: 328    
ἠὲ καὶ εἰς ᾽Εϕύρην ἐθέλει, πίειραν ἄρουραν,
Verse: 329    
ἐλθεῖν, ὄϕρ' ἔνθεν θυμοϕθόρα ϕάρμακ' ἐνείκῃ,
Verse: 330    
ἐν δὲ βάλῃ κρητῆρι καὶ ἡμέας πάντας ὀλέσσῃ."

Verse: 331       
ἄλλος δ' αὖτ' εἴπεσκε νέων ὑπερηνορεόντων·

Verse: 332       
"τίς δ' οἶδ' εἴ κε καὶ αὐτὸς ἰὼν κοίλης ἐπὶ νηὸς
Verse: 333    
τῆλε ϕίλων ἀπόληται ἀλώμενος ὥς περ ᾽Οδυσσεύς...
Verse: 334    
οὕτω κεν καὶ μᾶλλον ὀϕέλλειεν πόνον ἄμμι·
Verse: 335    
κτήματα γάρ κεν πάντα δασαίμεθα, οἰκία δ' αὖτε
Verse: 336    
τούτου μητέρι δοῖμεν ἔχειν ἠδ' ὅς τις ὀπυίοι."

Verse: 337       
ὣς ϕάν· δ' ὑψόροϕον θάλαμον κατεβήσετο πατρός,
Verse: 338    
εὐρύν, ὅθι νητὸς χρυσὸς καὶ χαλκὸς ἔκειτο
Verse: 339    
ἐσθής τ' ἐν χηλοῖσιν ἅλις τ' εὐῶδες ἔλαιον.
Verse: 340    
ἐν δὲ πίθοι οἴνοιο παλαιοῦ ἡδυπότοιο
Verse: 341    
ἕστασαν, ἄκρητον θεῖον ποτὸν ἐντὸς ἔχοντες,
Verse: 342    
ἑξείης ποτὶ τοῖχον ἀρηρότες, εἴ ποτ' ᾽Οδυσσεὺς
Verse: 343    
οἴκαδε νοστήσειε καὶ ἄλγεα πολλὰ μογήσας.
Verse: 344    
κληισταὶ δ' ἔπεσαν σανίδες πυκινῶς ἀραρυῖαι,
Verse: 345    
δικλίδες: ἐν δὲ γυνὴ ταμίη νύκτάς τε καὶ ἦμαρ
Verse: 346    
ἔσχ', πάντ' ἐϕύλασσε νόου πολυιὴδρείῃσιν,
Verse: 347    
Εὐρύκλει', ῎Ωπος θυγάτηρ Πεισηνορίδαο.
Verse: 348    
τὴν τότε Τηλέμαχος προσέϕη θάλαμον δὲ καλέσσας:

Verse: 349       
"μαῖ', ἄγε δή μοι οἶνον ἐν ἀμϕιϕορεῦσιν ἄϕυσσον
Verse: 350    
ἡδύν, ὅτις μετὰ τὸν λαρώτατος ὃν σὺ ϕυλάσσεις
Verse: 351    
κεῖνον ὀιομένη τὸν κάμμορον, εἴ ποθεν ἔλθοι
Verse: 352    
Διογενὴς ᾽Οδυσεὺς θάνατον καὶ κῆρας ἀλύξας.
Verse: 353    
δώδεκα δ' ἔμπλησον καὶ πώμασιν ἄρσον ἅπαντας.
Verse: 354    
ἐν δέ μοι ἄλϕιτα χεῦον ἐυρραϕέεσσι δοροῖσιν·
Verse: 355    
εἴκοσι δ' ἔστω μέτρα μυληϕάτου ἀλϕίτου ἀκτῆς.
Verse: 356    
αὐτὴ δ' οἴη ἴσθι· τὰ δ' ἁθρόα πάντα τετύχθω·
Verse: 357    
ἑσπέριος γὰρ ἐγὼν αἱρήσομαι, ὁππότε κεν δὴ
Verse: 358    
μήτηρ εἰς ὑπερῷ' ἀναβῇ κοίτου τε μέδηται.
Verse: 359    
εἶμι γὰρ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα,
Verse: 360    
νόστον πευσόμενος πατρὸς ϕίλου, ἤν που ἀκούσω."

Verse: 361       
ὣς ϕάτο, κώκυσεν δὲ ϕίλη τροϕὸς Εὐρύκλεια,
Verse: 362    
καί ' ὀλοϕυρομένη ἔπεα πτερόεντα προσηύδα·

Verse: 363       
"τίπτε δέ τοι, ϕίλε τέκνον, ἐνὶ ϕρεσὶ τοῦτο νόημα
Verse: 364    
ἔπλετο; πῇ δ' ἐθέλεις ἰέναι πολλὴν ἐπὶ γαῖαν
Verse: 365    
μοῦνος ἐὼν ἀγαπητός... δ' ὤλετο τηλόθι πάτρης
Verse: 366    
Διογενὴς ᾽Οδυσεὺς ἀλλογνώτῳ ἐνὶ δήμῳ.
Verse: 367    
οἱ δέ τοι αὐτίκ' ἰόντι κακὰ ϕράσσονται ὀπίσσω,
Verse: 368    
ὥς κε δόλῳ ϕθίῃς, τάδε δ' αὐτοὶ πάντα δάσονται.
Verse: 369    
ἀλλὰ μέν' αὖθ' ἐπὶ σοῖσι καθήμενος: οὐδέ τί σε χρὴ
Verse: 370    
πόντον ἐπ' ἀτρύγετον κακὰ πάσχειν οὐδ' ἀλάλησθαι."

Verse: 371       
τὴν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

Verse: 372       
"θάρσει, μαῖ', ἐπεὶ οὔ τοι ἄνευ θεοῦ ἧδέ γε βουλή.
Verse: 373    
ἀλλ' ὄμοσον μὴ μητρὶ ϕίλῃ τάδε μυθήσεσθαι,
Verse: 374    
πρίν γ' ὅτ' ἂν ἑνδεκάτη τε δυωδεκάτη τε γένηται,
Verse: 375    
αὐτὴν ποθέσαι καὶ ἀϕορμηθέντος ἀκοῦσαι,
Verse: 376    
ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτῃ."

Verse: 377       
ὣς ἄρ' ἔϕη, γρηὺ:ς δὲ θεῶν μέγαν ὅρκον ἀπώμνυ.
Verse: 378    
αὐτὰρ ἐπεί ' ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον,
Verse: 379    
αὐτίκ' ἔπειτά οἱ οἶνον ἐν ἀμϕιϕορεῦσιν ἄϕυσσεν,
Verse: 380    
ἐν δέ οἱ ἄλϕιτα χεῦεν ἐυρραϕέεσσι δοροῖσι·
Verse: 381    
Τηλέμαχος δ' ἐς δώματ' ἰὼν μνηστῆρσιν ὁμίλει.

Verse: 382       
ἔνθ' αὖτ' ἄλλ' ἐνόησε θεὰ γλαυκῶπις ᾽Αθήνη·
Verse: 383    
Τηλεμάχῳ εἰκυῖα κατὰ πτόλιν ᾤχετο πάντῃ,
Verse: 384    
καί ῥα ἑκάστῳ ϕωτὶ παρισταμένη ϕάτο μῦθον,
Verse: 385    
ἑσπερίους δ' ἐπὶ νῆα θοὴν ἀγέρεσθαι ἀνώγει.
Verse: 386    
δ' αὖτε Φρονίοιο Νοήμονα ϕαίδιμον υἱὸν
Verse: 387    
ᾔτεε νῆα θοήν· δέ οἱ πρόϕρων ὑπέδεκτο.
Verse: 388    
δύσετό τ' ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί·
Verse: 389    
καὶ τότε νῆα θοὴν ἅλα δ' εἴρυσε, πάντα δ' ἐν αὐτῇ
Verse: 390    
ὅπλ' ἐτίθει, τά τε νῆες ἐύσσελμοι ϕορέουσι.
Verse: 391    
στῆσε δ' ἐπ' ἐσχατιῇ λιμένος, περὶ δ' ἐσθλοὶ ἑταῖροι
Verse: 392    
ἁθρόοι ἠγερέθοντο· θεὰ δ' ὤτρυνεν ἕκαστον.

Verse: 393       
ἔνθ' αὖτ' ἄλλ' ἐνόησε θεὰ γλαυκῶπις ᾽Αθήνη·
Verse: 394    
βῆ ' ἴμεναι πρὸς δώματ' ᾽Οδυσσῆος θείοιο·
Verse: 395    
ἔνθα μνηστήρεσσιν ἐπὶ γλυκὺν ὕπνον ἔχευε,
Verse: 396    
πλάζε δὲ πίνοντας, χειρῶν δ' ἔκβαλλε κύπελλα.
Verse: 397    
οἱ δ' εὕδειν ὤρνυντο κατὰ πτόλιν, οὐδ' ἄρ' ἔτι δὴν
Verse: 398    
εἵατ', ἐπεί σϕισιν ὕπνος ἐπὶ βλεϕάροισιν ἔπιπτεν.
Verse: 399    
αὐτὰρ Τηλέμαχον προσέϕη γλαυκῶπις ᾽Αθήνη
Verse: 400    
ἐκπροκαλεσσαμένη μεγάρων εὐναιεταόντων,
Verse: 401    
Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν·

Verse: 402       
"Τηλέμαχ', ἤδη μέν τοι ἐυκνήμιδες ἑταῖροι
Verse: 403    
εἵατ' ἐπήρετμοι, τὴν σὴν ποτιδέγμενοι ὁρμήν·
Verse: 404    
ἀλλ' ἴομεν, μὴ δηθὰ διατρίβωμεν ὁδοῖο."

Verse: 405       
ὣς ἄρα ϕωνήσασ' ἡγήσατο Παλλὰς ᾽Αθήνη
Verse: 406    
καρπαλίμως: δ' ἔπειτα μετ' ἴχνια βαῖνε θεοῖο.
Verse: 407    
αὐτὰρ ἐπεί ' ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,
Verse: 408    
εὗρον ἔπειτ' ἐπὶ θινὶ καρηκομόωντας ἑταίρους.
Verse: 409    
τοῖσι δὲ καὶ μετέειϕ' ἱερὴ ἲς Τηλεμάχοιο·

Verse: 410       
"δεῦτε, ϕίλοι, ἤια ϕερώμεθα· πάντα γὰρ ἤδη
Verse: 411    
ἁθρό' ἐνὶ μεγάρῳ· μήτηρ δ' ἐμὴ οὔ τι πέπυσται,
Verse: 412    
οὐδ' ἄλλαι δμῳαί, μία δ' οἴη μῦθον ἄκουσεν."

Verse: 413       
ὣς ἄρα ϕωνήσας ἡγήσατο, τοὶ δ' ἅμ' ἕποντο.
Verse: 414    
οἱ δ' ἄρα πάντα ϕέροντες ἐυσσέλμῳ ἐπὶ νηὶ
Verse: 415    
κάτθεσαν, ὡς ἐκέλευσεν ᾽Οδυσσῆος ϕίλος υἱός.
Verse: 416    
ἂν δ' ἄρα Τηλέμαχος νηὸς βαῖν', ἦρχε δ' ᾽Αθήνη,
Verse: 417    
νηὶ δ' ἐνὶ πρυμνῇ κατ' ἄρ' ἕζετο· ἄγχι δ' ἄρ' αὐτῆς
Verse: 418    
ἕζετο Τηλέμαχος. τοὶ δὲ πρυμνήσι' ἔλυσαν,
Verse: 419    
ἂν δὲ καὶ αὐτοὶ βάντες ἐπὶ κληῖσι κάθιζον.
Verse: 420    
τοῖσιν δ' ἴκμενον οὖρον ἵει γλαυκῶπις ᾽Αθήνη,
Verse: 421    
ἀκραῆ ζέϕυρον, κελάδοντ' ἐπὶ οἴνοπα πόντον.
Verse: 422    
Τηλέμαχος δ' ἑτάροισιν ἐποτρύνας ἐκέλευσεν
Verse: 423    
ὅπλων ἅπτεσθαι· τοὶ δ' ὀτρύνοντος ἄκουσαν.
Verse: 424    
ἱστὸν δ' εἰλάτινον κοίλης ἔντοσθε μεσόδμης
Verse: 425    
στῆσαν ἀείραντες, κατὰ δὲ προτόνοισιν ἔδησαν,
Verse: 426    
ἕλκον δ' ἱστία λευκὰ ἐυστρέπτοισι βοεῦσιν.
Verse: 427    
ἔπρησεν δ' ἄνεμος μέσον ἱστίον, ἀμϕὶ δὲ κῦμα
Verse: 428    
στείρῃ πορϕύρεον μεγάλ' ἴαχε νηὸς ἰούσης:
Verse: 429    
δ' ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον.
Verse: 430    
δησάμενοι δ' ἄρα ὅπλα θοὴν ἀνὰ νῆα μέλαιναν
Verse: 431    
στήσαντο κρητῆρας ἐπιστεϕέας οἴνοιο,
Verse: 432    
λεῖβον δ' ἀθανάτοισι θεοῖς αἰειγενέτῃσιν,
Verse: 433    
ἐκ πάντων δὲ μάλιστα Διὸς γλαυκώπιδι κούρῃ.

Verse: 434       
παννυχίη μέν ' γε καὶ ἠῶ πεῖρε κέλευθον.



Next part



This text is part of the TITUS edition of Homer, Odyssee.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.