TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 38
Previous part

Chapter: 38 
Verse: 1    ᾽Εγένετο δὲ ἐν τῷ καιρῷ ἐκείνῳ κατέβη Ιουδας ἀπὸ τῶν ἀδελϕῶν αὐτοῦ καὶ ἀϕίκετο ἕως πρὸς ἄνθρωπόν τινα Οδολλαμίτην, ὄνομα Ιρας.
Verse: 2    
καὶ εἶδεν ἐκεῖ Ιουδας θυγατέρα ἀνθρώπου Χαναναίου, ὄνομα Σαυα, καὶ ἔλαβεν αὐτὴν καὶ εἰσῆλθεν πρὸς αὐτήν.
Verse: 3    
καὶ συλλαβοῦσα ἔτεκεν υἱὸν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ηρ.
Verse: 4    
καὶ συλλαβοῦσα ἔτι ἔτεκεν υἱὸν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Αυναν.
Verse: 5    
καὶ προσθεῖσα ἔτι ἔτεκεν υἱὸν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Σηλωμ. αὐτὴ δὲ ἦν ἐν Χασβι, ἡνίκα ἔτεκεν αὐτούς.
Verse: 6    
καὶ ἔλαβεν Ιουδας γυναῖκα Ηρ τῷ πρωτοτόκῳ αὐτοῦ, ὄνομα Θαμαρ.
Verse: 7    
ἐγένετο δὲ Ηρ πρωτότοκος Ιουδα πονηρὸς ἐναντίον κυρίου, καὶ ἀπέκτεινεν αὐτὸν θεός.
Verse: 8    
εἶπεν δὲ Ιουδας τῷ Αυναν Εἴσελθε πρὸς τὴν γυναῖκα τοῦ ἀδελϕοῦ σου καὶ γάμβρευσαι αὐτὴν καὶ ἀνάστησον σπέρμα τῷ ἀδελϕῷ σου.
Verse: 9    
γνοὺς δὲ Αυναν ὅτι οὐκ αὐτῷ ἔσται τὸ σπέρμα, ἐγίνετο ὅταν εἰσήρχετο πρὸς τὴν γυναῖκα τοῦ ἀδελϕοῦ αὐτοῦ, ἐξέχεεν ἐπὶ τὴν γῆν τοῦ μὴ δοῦναι σπέρμα τῷ ἀδελϕῷ αὐτοῦ.
Verse: 10    
πονηρὸν δὲ ἐϕάνη ἐναντίον τοῦ θεοῦ ὅτι ἐποίησεν τοῦτο, καὶ ἐθανάτωσεν καὶ τοῦτον.
Verse: 11    
εἶπεν δὲ Ιουδας Θαμαρ τῇ νύμϕῃ αὐτοῦ Κάθου χήρα ἐν τῷ οἴκῳ τοῦ πατρός σου, ἕως μέγας γένηται Σηλωμ υἱός μου· εἶπεν γάρ Μήποτε ἀποθάνῃ καὶ οὗτος ὥσπερ οἱ ἀδελϕοὶ αὐτοῦ. ἀπελθοῦσα δὲ Θαμαρ ἐκάθητο ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτῆς.
Verse: 12    
᾽Επληθύνθησαν δὲ αἱ ἡμέραι καὶ ἀπέθανεν Σαυα γυνὴ Ιουδα· καὶ παρακληθεὶς Ιουδας ἀνέβη ἐπὶ τοὺς κείροντας τὰ πρόβατα αὐτοῦ, αὐτὸς καὶ Ιρας ποιμὴν αὐτοῦ Οδολλαμίτης, εἰς Θαμνα.
Verse: 13    
καὶ ἀπηγγέλη Θαμαρ τῇ νύμϕῃ αὐτοῦ λέγοντες ᾽Ιδοὺ πενθερός σου ἀναβαίνει εἰς Θαμνα κεῖραι τὰ πρόβατα αὐτοῦ.
Verse: 14    
καὶ περιελομένη τὰ ἱμάτια τῆς χηρεύσεως ἀϕ' ἑαυτῆς περιεβάλετο θέριστρον καὶ ἐκαλλωπίσατο καὶ ἐκάθισεν πρὸς ταῖς πύλαις Αιναν, ἐστιν ἐν παρόδῳ Θαμνα· εἶδεν γὰρ ὅτι μέγας γέγονεν Σηλωμ, αὐτὸς δὲ οὐκ ἔδωκεν αὐτὴν αὐτῷ γυναῖκα.
Verse: 15    
καὶ ἰδὼν αὐτὴν Ιουδας ἔδοξεν αὐτὴν πόρνην εἶναι· κατεκαλύψατο γὰρ τὸ πρόσωπον αὐτῆς, καὶ οὐκ ἐπέγνω αὐτήν.
Verse: 16    
ἐξέκλινεν δὲ πρὸς αὐτὴν τὴν ὁδὸν καὶ εἶπεν αὐτῇ ῎Εασόν με εἰσελθεῖν πρὸς σέ· οὐ γὰρ ἔγνω ὅτι νύμϕη αὐτοῦ ἐστιν. δὲ εἶπεν Τί μοι δώσεις, ἐὰν εἰσέλθῃς πρός με;
Verse: 17    
δὲ εἶπεν ᾽Εγώ σοι ἀποστελῶ ἔριϕον αἰγῶν ἐκ τῶν προβάτων. δὲ εἶπεν ᾽Εὰν δῷς ἀρραβῶνα ἕως τοῦ ἀποστεῖλαί σε.
Verse: 18    
δὲ εἶπεν Τίνα τὸν ἀρραβῶνά σοι δώσω; δὲ εἶπεν Τὸν δακτύλιόν σου καὶ τὸν ὁρμίσκον καὶ τὴν ῥάβδον τὴν ἐν τῇ χειρί σου. καὶ ἔδωκεν αὐτῇ καὶ εἰσῆλθεν πρὸς αὐτήν, καὶ ἐν γαστρὶ ἔλαβεν ἐξ αὐτοῦ.
Verse: 19    
καὶ ἀναστᾶσα ἀπῆλθεν καὶ περιείλατο τὸ θέριστρον ἀϕ' ἑαυτῆς καὶ ἐνεδύσατο τὰ ἱμάτια τῆς χηρεύσεως αὐτῆς.
Verse: 20    
ἀπέστειλεν δὲ Ιουδας τὸν ἔριϕον ἐξ αἰγῶν ἐν χειρὶ τοῦ ποιμένος αὐτοῦ τοῦ Οδολλαμίτου κομίσασθαι τὸν ἀρραβῶνα παρὰ τῆς γυναικός, καὶ οὐχ εὗρεν αὐτήν.
Verse: 21    
ἐπηρώτησεν δὲ τοὺς ἄνδρας τοὺς ἐκ τοῦ τόπου Ποῦ ἐστιν πόρνη γενομένη ἐν Αιναν ἐπὶ τῆς ὁδοῦ; καὶ εἶπαν Οὐκ ἦν ἐνταῦθα πόρνη.
Verse: 22    
καὶ ἀπεστράϕη πρὸς Ιουδαν καὶ εἶπεν Οὐχ εὗρον, καὶ οἱ ἄνθρωποι οἱ ἐκ τοῦ τόπου λέγουσιν μὴ εἶναι ὧδε πόρνην.
Verse: 23    
εἶπεν δὲ Ιουδας ᾽Εχέτω αὐτά, ἀλλὰ μήποτε καταγελασθῶμεν· ἐγὼ μὲν ἀπέσταλκα τὸν ἔριϕον τοῦτον, σὺ δὲ οὐχ εὕρηκας.
Verse: 24    
᾽Εγένετο δὲ μετὰ τρίμηνον ἀπηγγέλη τῷ Ιουδα λέγοντες ᾽Εκπεπόρνευκεν Θαμαρ νύμϕη σου καὶ ἰδοὺ ἐν γαστρὶ ἔχει ἐκ πορνείας. εἶπεν δὲ Ιουδας ᾽Εξαγάγετε αὐτήν, καὶ κατακαυθήτω.
Verse: 25    
αὐτὴ δὲ ἀγομένη ἀπέστειλεν πρὸς τὸν πενθερὸν αὐτῆς λέγουσα ᾽Εκ τοῦ ἀνθρώπου, τίνος ταῦτά ἐστιν, ἐγὼ ἐν γαστρὶ ἔχω. καὶ εἶπεν ᾽Επίγνωθι, τίνος δακτύλιος καὶ ὁρμίσκος καὶ ῥάβδος αὕτη.
Verse: 26    
ἐπέγνω δὲ Ιουδας καὶ εἶπεν Δεδικαίωται Θαμαρ ἐγώ, οὗ εἵνεκεν οὐκ ἔδωκα αὐτὴν Σηλωμ τῷ υἱῷ μου. καὶ οὐ προσέθετο ἔτι τοῦ γνῶναι αὐτήν.
Verse: 27    
᾽Εγένετο δὲ ἡνίκα ἔτικτεν, καὶ τῇδε ἦν δίδυμα ἐν τῇ γαστρὶ αὐτῆς.
Verse: 28    
ἐγένετο δὲ ἐν τῷ τίκτειν αὐτὴν εἷς προεξήνεγκεν τὴν χεῖρα· λαβοῦσα δὲ μαῖα ἔδησεν ἐπὶ τὴν χεῖρα αὐτοῦ κόκκινον λέγουσα Οὗτος ἐξελεύσεται πρότερος.
Verse: 29    
ὡς δὲ ἐπισυνήγαγεν τὴν χεῖρα, καὶ εὐθὺς ἐξῆλθεν ἀδελϕὸς αὐτοῦ. δὲ εἶπεν Τί διεκόπη διὰ σὲ ϕραγμός; καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Φαρες.
Verse: 30    
καὶ μετὰ τοῦτο ἐξῆλθεν ἀδελϕὸς αὐτοῦ, ἐϕ' ἦν ἐπὶ τῇ χειρὶ αὐτοῦ τὸ κόκκινον· καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ζαρα.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.