TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 51
Previous part

Book: Ex. 
ΕΞΟΔΟΣ


Chapter: 1 
Verse: 1    Ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ισραηλ τῶν εἰσπεπορευμένων εἰς Αἴγυπτον ἅμα Ιακωβ τῷ πατρὶ αὐτῶν ἕκαστος πανοικίᾳ αὐτῶν εἰσήλθοσαν ·
Verse: 2    
Ρουβην, Συμεων, Λευι, Ιουδας,
Verse: 3    
Ισσαχαρ, Ζαβουλων καὶ Βενιαμιν,
Verse: 4    
Δαν καὶ Νεϕθαλι, Γαδ καὶ Ασηρ.
Verse: 5    
Ιωσηϕ δὲ ἦν ἐν Αἰγύπτῳ. ἦσαν δὲ πᾶσαι ψυχαὶ ἐξ Ιακωβ πέντε καὶ ἑβδομήκοντα.
Verse: 6    
ἐτελεύτησεν δὲ Ιωσηϕ καὶ πάντες οἱ ἀδελϕοὶ αὐτοῦ καὶ πᾶσα γενεὰ ἐκείνη.
Verse: 7    
οἱ δὲ υἱοὶ Ισραηλ ηὐξήθησαν καὶ ἐπληθύνθησαν καὶ χυδαῖοι ἐγένοντο καὶ κατίσχυον σϕόδρα σϕόδρα, ἐπλήθυνεν δὲ γῆ αὐτούς.
Verse: 8    
᾽Ανέστη δὲ βασιλεὺς ἕτερος ἐπ' Αἴγυπτον, ὃς οὐκ ᾔδει τὸν Ιωσηϕ.
Verse: 9    
εἶπεν δὲ τῷ ἔθνει αὐτοῦ ᾽Ιδοὺ τὸ γένος τῶν υἱῶν Ισραηλ μέγα πλῆθος καὶ ἰσχύει ὑπὲρ ἡμᾶς·
Verse: 10    
δεῦτε οὖν κατασοϕισώμεθα αὐτούς, μήποτε πληθυνθῇ καί, ἡνίκα ἂν συμβῇ ἡμῖν πόλεμος, προστεθήσονται καὶ οὗτοι πρὸς τοὺς ὑπεναντίους καὶ ἐκπολεμήσαντες ἡμᾶς ἐξελεύσονται ἐκ τῆς γῆς.
Verse: 11    
καὶ ἐπέστησεν αὐτοῖς ἐπιστάτας τῶν ἔργων, ἵνα κακώσωσιν αὐτοὺς ἐν τοῖς ἔργοις· καὶ ᾠκοδόμησαν πόλεις ὀχυρὰς τῷ Φαραω, τήν τε Πιθωμ καὶ Ραμεσση καὶ Ων, ἐστιν ῾Ηλίου πόλις.
Verse: 12    
καθότι δὲ αὐτοὺς ἐταπείνουν, τοσούτῳ πλείους ἐγίνοντο καὶ ἴσχυον σϕόδρα σϕόδρα· καὶ ἐβδελύσσοντο οἱ Αἰγύπτιοι ἀπὸ τῶν υἱῶν Ισραηλ.
Verse: 13    
καὶ κατεδυνάστευον οἱ Αἰγύπτιοι τοὺς υἱοὺς Ισραηλ βίᾳ
Verse: 14    
καὶ κατωδύνων αὐτῶν τὴν ζωὴν ἐν τοῖς ἔργοις τοῖς σκληροῖς, τῷ πηλῷ καὶ τῇ πλινθείᾳ καὶ πᾶσι τοῖς ἔργοις τοῖς ἐν τοῖς πεδίοις, κατὰ πάντα τὰ ἔργα, ὧν κατεδουλοῦντο αὐτοὺς μετὰ βίας.
Verse: 15    
Καὶ εἶπεν βασιλεὺς τῶν Αἰγυπτίων ταῖς μαίαις τῶν Εβραίων, τῇ μιᾷ αὐτῶν, ὄνομα Σεπϕωρα, καὶ τὸ ὄνομα τῆς δευτέρας Φουα,
Verse: 16    
καὶ εἶπεν ῞Οταν μαιοῦσθε τὰς Εβραίας καὶ ὦσιν πρὸς τῷ τίκτειν, ἐὰν μὲν ἄρσεν , ἀποκτείνατε αὐτό, ἐὰν δὲ θῆλυ, περιποιεῖσθε αὐτό.
Verse: 17    
ἐϕοβήθησαν δὲ αἱ μαῖαι τὸν θεὸν καὶ οὐκ ἐποίησαν καθότι συνέταξεν αὐταῖς βασιλεὺς Αἰγύπτου, καὶ ἐζωογόνουν τὰ ἄρσενα.
Verse: 18    
ἐκάλεσεν δὲ βασιλεὺς Αἰγύπτου τὰς μαίας καὶ εἶπεν αὐταῖς Τί ὅτι ἐποιήσατε τὸ πρᾶγμα τοῦτο καὶ ἐζωογονεῖτε τὰ ἄρσενα;
Verse: 19    
εἶπαν δὲ αἱ μαῖαι τῷ Φαραω Οὐχ ὡς γυναῖκες Αἰγύπτου αἱ Εβραῖαι, τίκτουσιν γὰρ πρὶν εἰσελθεῖν πρὸς αὐτὰς τὰς μαίας· καὶ ἔτικτον.
Verse: 20    
εὖ δὲ ἐποίει θεὸς ταῖς μαίαις, καὶ ἐπλήθυνεν λαὸς καὶ ἴσχυεν σϕόδρα.
Verse: 21    
ἐπειδὴ ἐϕοβοῦντο αἱ μαῖαι τὸν θεόν, ἐποίησαν ἑαυταῖς οἰκίας.
Verse: 22    
συνέταξεν δὲ Φαραω παντὶ τῷ λαῷ αὐτοῦ λέγων Πᾶν ἄρσεν, ἐὰν τεχθῇ τοῖς Εβραίοις, εἰς τὸν ποταμὸν ῥίψατε· καὶ πᾶν θῆλυ, ζωογονεῖτε αὐτό.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.