TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 96
Chapter: 6
Verse: 1
Καὶ
ἐλάλησεν
κύριος
πρὸς
Μωυσῆν
λέγων
Verse: 2
῎Εντειλαι
Ααρων
καὶ
τοῖς
υἱοῖς
αὐτοῦ
λέγων
Οὗτος
ὁ
νόμος
τῆς
ὁλοκαυτώσεως
·
αὐτὴ
ἡ
ὁλοκαύτωσις
ἐπὶ
τῆς
καύσεως
αὐτῆς
ἐπὶ
τοῦ
θυσιαστηρίου
ὅλην
τὴν
νύκτα
ἕως
τὸ
πρωί
,
καὶ
τὸ
πῦρ
τοῦ
θυσιαστηρίου
καυθήσεται
ἐπ
'
αὐτοῦ
,
οὐ
σβεσθήσεται
.
Verse: 3
καὶ
ἐνδύσεται
ὁ
ἱερεὺς
χιτῶνα
λινοῦν
καὶ
περισκελὲς
λινοῦν
ἐνδύσεται
περὶ
τὸ
σῶμα
αὐτοῦ
καὶ
ἀϕελεῖ
τὴν
κατακάρπωσιν
,
ἣν
ἂν
καταναλώσῃ
τὸ
πῦρ
τὴν
ὁλοκαύτωσιν
,
ἀπὸ
τοῦ
θυσιαστηρίου
καὶ
παραθήσει
αὐτὸ
ἐχόμενον
τοῦ
θυσιαστηρίου
.
Verse: 4
καὶ
ἐκδύσεται
τὴν
στολὴν
αὐτοῦ
καὶ
ἐνδύσεται
στολὴν
ἄλλην
καὶ
ἐξοίσει
τὴν
κατακάρπωσιν
ἔξω
τῆς
παρεμβολῆς
εἰς
τόπον
καθαρόν
.
Verse: 5
καὶ
πῦρ
ἐπὶ
τὸ
θυσιαστήριον
καυθήσεται
ἀπ
'
αὐτοῦ
καὶ
οὐ
σβεσθήσεται
,
καὶ
καύσει
ὁ
ἱερεὺς
ἐπ
'
αὐτὸ
ξύλα
τὸ
πρωὶ
καὶ
στοιβάσει
ἐπ
'
αὐτοῦ
τὴν
ὁλοκαύτωσιν
καὶ
ἐπιθήσει
ἐπ
'
αὐτὸ
τὸ
στέαρ
τοῦ
σωτηρίου
·
Verse: 6
καὶ
πῦρ
διὰ
παντὸς
καυθήσεται
ἐπὶ
τὸ
θυσιαστήριον
,
οὐ
σβεσθήσεται
.
Verse: 7
Οὗτος
ὁ
νόμος
τῆς
θυσίας
,
ἣν
προσάξουσιν
αὐτὴν
οἱ
υἱοὶ
Ααρων
ἔναντι
κυρίου
ἀπέναντι
τοῦ
θυσιαστηρίου
·
Verse: 8
καὶ
ἀϕελεῖ
ἀπ
'
αὐτοῦ
τῇ
δρακὶ
ἀπὸ
τῆς
σεμιδάλεως
τῆς
θυσίας
σὺν
τῷ
ἐλαίῳ
αὐτῆς
καὶ
σὺν
τῷ
λιβάνῳ
αὐτῆς
τὰ
ὄντα
ἐπὶ
τῆς
θυσίας
καὶ
ἀνοίσει
ἐπὶ
τὸ
θυσιαστήριον
κάρπωμα
·
ὀσμὴ
εὐωδίας
,
τὸ
μνημόσυνον
αὐτῆς
τῷ
κυρίῳ
.
Verse: 9
τὸ
δὲ
καταλειϕθὲν
ἀπ
'
αὐτῆς
ἔδεται
Ααρων
καὶ
οἱ
υἱοὶ
αὐτοῦ
·
ἄζυμα
βρωθήσεται
ἐν
τόπῳ
ἁγίῳ
,
ἐν
αὐλῇ
τῆς
σκηνῆς
τοῦ
μαρτυρίου
ἔδονται
αὐτήν
.
Verse: 10
οὐ
πεϕθήσεται
ἐζυμωμένη
·
μερίδα
αὐτὴν
ἔδωκα
αὐτοῖς
ἀπὸ
τῶν
καρπωμάτων
κυρίου
·
ἅγια
ἁγίων
ὥσπερ
τὸ
τῆς
ἁμαρτίας
καὶ
ὥσπερ
τὸ
τῆς
πλημμελείας
.
Verse: 11
πᾶν
ἀρσενικὸν
τῶν
ἱερέων
ἔδονται
αὐτήν
·
νόμιμον
αἰώνιον
εἰς
τὰς
γενεὰς
ὑμῶν
ἀπὸ
τῶν
καρπωμάτων
κυρίου
.
πᾶς
,
ὃς
ἐὰν
ἅψηται
αὐτῶν
,
ἁγιασθήσεται
.
Verse: 12
Καὶ
ἐλάλησεν
κύριος
πρὸς
Μωυσῆν
λέγων
Verse: 13
Τοῦτο
τὸ
δῶρον
Ααρων
καὶ
τῶν
υἱῶν
αὐτοῦ
,
ὃ
προσοίσουσιν
κυρίῳ
ἐν
τῇ
ἡμέρᾳ
,
ᾗ
ἂν
χρίσῃς
αὐτόν
·
τὸ
δέκατον
τοῦ
οιϕι
σεμιδάλεως
εἰς
θυσίαν
διὰ
παντός
,
τὸ
ἥμισυ
αὐτῆς
τὸ
πρωὶ
καὶ
τὸ
ἥμισυ
αὐτῆς
τὸ
δειλινόν
.
Verse: 14
ἐπὶ
τηγάνου
ἐν
ἐλαίῳ
ποιηθήσεται
,
πεϕυραμένην
οἴσει
αὐτήν
,
ἑλικτά
,
θυσίαν
ἐκ
κλασμάτων
,
θυσίαν
ὀσμὴν
εὐωδίας
κυρίῳ
.
Verse: 15
ὁ
ἱερεὺς
ὁ
χριστὸς
ἀντ
'
αὐτοῦ
ἐκ
τῶν
υἱῶν
αὐτοῦ
ποιήσει
αὐτήν
·
νόμος
αἰώνιος
,
ἅπαν
ἐπιτελεσθήσεται
.
Verse: 16
καὶ
πᾶσα
θυσία
ἱερέως
ὁλόκαυτος
ἔσται
καὶ
οὐ
βρωθήσεται
.
Verse: 17
Καὶ
ἐλάλησεν
κύριος
πρὸς
Μωυσῆν
λέγων
Verse: 18
Λάλησον
Ααρων
καὶ
τοῖς
υἱοῖς
αὐτοῦ
λέγων
Οὗτος
ὁ
νόμος
τῆς
ἁμαρτίας
·
ἐν
τόπῳ
,
οὗ
σϕάζουσιν
τὸ
ὁλοκαύτωμα
,
σϕάξουσιν
τὰ
περὶ
τῆς
ἁμαρτίας
ἔναντι
κυρίου
·
ἅγια
ἁγίων
ἐστίν
.
Verse: 19
ὁ
ἱερεὺς
ὁ
ἀναϕέρων
αὐτὴν
ἔδεται
αὐτήν
·
ἐν
τόπῳ
ἁγίῳ
βρωθήσεται
,
ἐν
αὐλῇ
τῆς
σκηνῆς
τοῦ
μαρτυρίου
.
Verse: 20
πᾶς
ὁ
ἁπτόμενος
τῶν
κρεῶν
αὐτῆς
ἁγιασθήσεται
·
καὶ
ᾧ
ἐὰν
ἐπιρραντισθῇ
ἀπὸ
τοῦ
αἵματος
αὐτῆς
ἐπὶ
τὸ
ἱμάτιον
,
ὃ
ἐὰν
ῥαντισθῇ
ἐπ
'
αὐτὸ
πλυθήσεται
ἐν
τόπῳ
ἁγίῳ
.
Verse: 21
καὶ
σκεῦος
ὀστράκινον
,
οὗ
ἐὰν
ἑψηθῇ
ἐν
αὐτῷ
,
συντριβήσεται
·
ἐὰν
δὲ
ἐν
σκεύει
χαλκῷ
ἑψηθῇ
,
ἐκτρίψει
αὐτὸ
καὶ
ἐκκλύσει
ὕδατι
.
Verse: 22
πᾶς
ἄρσην
ἐν
τοῖς
ἱερεῦσιν
ϕάγεται
αὐτά
·
ἅγια
ἁγίων
ἐστὶν
κυρίου
.
Verse: 23
καὶ
πάντα
τὰ
περὶ
τῆς
ἁμαρτίας
,
ὧν
ἐὰν
εἰσενεχθῇ
ἀπὸ
τοῦ
αἵματος
αὐτῶν
εἰς
τὴν
σκηνὴν
τοῦ
μαρτυρίου
ἐξιλάσασθαι
ἐν
τῷ
ἁγίῳ
,
οὐ
βρωθήσεται
·
ἐν
πυρὶ
κατακαυθήσεται
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.