TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 103
Previous part

Chapter: 13 
Verse: 1    Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν καὶ Ααρων λέγων
Verse: 2    
᾽Ανθρώπῳ ἐάν τινι γένηται ἐν δέρματι χρωτὸς αὐτοῦ οὐλὴ σημασίας τηλαυγὴς καὶ γένηται ἐν δέρματι χρωτὸς αὐτοῦ ἁϕὴ λέπρας, καὶ ἀχθήσεται πρὸς Ααρων τὸν ἱερέα ἕνα τῶν υἱῶν αὐτοῦ τῶν ἱερέων.
Verse: 3    
καὶ ὄψεται ἱερεὺς τὴν ἁϕὴν ἐν δέρματι τοῦ χρωτὸς αὐτοῦ, καὶ θρὶξ ἐν τῇ ἁϕῇ μεταβάλῃ λευκή, καὶ ὄψις τῆς ἁϕῆς ταπεινὴ ἀπὸ τοῦ δέρματος τοῦ χρωτός, ἁϕὴ λέπρας ἐστίν· καὶ ὄψεται ἱερεὺς καὶ μιανεῖ αὐτόν.
Verse: 4    
ἐὰν δὲ τηλαυγὴς λευκὴ ἐν τῷ δέρματι τοῦ χρωτός, καὶ ταπεινὴ μὴ ὄψις αὐτῆς ἀπὸ τοῦ δέρματος, καὶ θρὶξ αὐτοῦ οὐ μετέβαλεν τρίχα λευκήν, αὐτὴ δέ ἐστιν ἀμαυρά, καὶ ἀϕοριεῖ ἱερεὺς τὴν ἁϕὴν ἑπτὰ ἡμέρας.
Verse: 5    
καὶ ὄψεται ἱερεὺς τὴν ἁϕὴν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, καὶ ἰδοὺ ἁϕὴ μένει ἐναντίον αὐτοῦ, οὐ μετέπεσεν ἁϕὴ ἐν τῷ δέρματι, καὶ ἀϕοριεῖ αὐτὸν ἱερεὺς ἑπτὰ ἡμέρας τὸ δεύτερον.
Verse: 6    
καὶ ὄψεται αὐτὸν ἱερεὺς τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ τὸ δεύτερον, καὶ ἰδοὺ ἀμαυρὰ ἁϕή, οὐ μετέπεσεν ἁϕὴ ἐν τῷ δέρματι, καθαριεῖ αὐτὸν ἱερεύς· σημασία γάρ ἐστιν· καὶ πλυνάμενος τὰ ἱμάτια καθαρὸς ἔσται.
Verse: 7    
ἐὰν δὲ μεταβαλοῦσα μεταπέσῃ σημασία ἐν τῷ δέρματι μετὰ τὸ ἰδεῖν αὐτὸν τὸν ἱερέα τοῦ καθαρίσαι αὐτόν, καὶ ὀϕθήσεται τὸ δεύτερον τῷ ἱερεῖ,
Verse: 8    
καὶ ὄψεται αὐτὸν ἱερεὺς καὶ ἰδοὺ μετέπεσεν σημασία ἐν τῷ δέρματι, καὶ μιανεῖ αὐτὸν ἱερεύς· λέπρα ἐστίν.
Verse: 9    
Καὶ ἁϕὴ λέπρας ἐὰν γένηται ἐν ἀνθρώπῳ, καὶ ἥξει πρὸς τὸν ἱερέα·
Verse: 10    
καὶ ὄψεται ἱερεὺς καὶ ἰδοὺ οὐλὴ λευκὴ ἐν τῷ δέρματι, καὶ αὕτη μετέβαλεν τρίχα λευκήν, καὶ ἀπὸ τοῦ ὑγιοῦς τῆς σαρκὸς τῆς ζώσης ἐν τῇ οὐλῇ,
Verse: 11    
λέπρα παλαιουμένη ἐστίν, ἐν τῷ δέρματι τοῦ χρωτός ἐστιν, καὶ μιανεῖ αὐτὸν ἱερεὺς καὶ ἀϕοριεῖ αὐτόν, ὅτι ἀκάθαρτός ἐστιν.
Verse: 12    
ἐὰν δὲ ἐξανθοῦσα ἐξανθήσῃ λέπρα ἐν τῷ δέρματι, καὶ καλύψῃ λέπρα πᾶν τὸ δέρμα τῆς ἁϕῆς ἀπὸ κεϕαλῆς ἕως ποδῶν καθ' ὅλην τὴν ὅρασιν τοῦ ἱερέως,
Verse: 13    
καὶ ὄψεται ἱερεὺς καὶ ἰδοὺ ἐκάλυψεν λέπρα πᾶν τὸ δέρμα τοῦ χρωτός, καὶ καθαριεῖ αὐτὸν ἱερεὺς τὴν ἁϕήν, ὅτι πᾶν μετέβαλεν λευκόν, καθαρόν ἐστιν.
Verse: 14    
καὶ ἂν ἡμέρᾳ ὀϕθῇ ἐν αὐτῷ χρὼς ζῶν, μιανθήσεται,
Verse: 15    
καὶ ὄψεται ἱερεὺς τὸν χρῶτα τὸν ὑγιῆ, καὶ μιανεῖ αὐτὸν χρὼς ὑγιής, ὅτι ἀκάθαρτός ἐστιν· λέπρα ἐστίν.
Verse: 16    
ἐὰν δὲ ἀποκαταστῇ χρὼς ὑγιὴς καὶ μεταβάλῃ λευκή, καὶ ἐλεύσεται πρὸς τὸν ἱερέα,
Verse: 17    
καὶ ὄψεται ἱερεὺς καὶ ἰδοὺ μετέβαλεν ἁϕὴ εἰς τὸ λευκόν, καὶ καθαριεῖ ἱερεὺς τὴν ἁϕήν· καθαρός ἐστιν.
Verse: 18    
Καὶ σὰρξ ἐὰν γένηται ἐν τῷ δέρματι αὐτοῦ ἕλκος καὶ ὑγιασθῇ,
Verse: 19    
καὶ γένηται ἐν τῷ τόπῳ τοῦ ἕλκους οὐλὴ λευκὴ τηλαυγὴς λευκαίνουσα πυρρίζουσα, καὶ ὀϕθήσεται τῷ ἱερεῖ,
Verse: 20    
καὶ ὄψεται ἱερεὺς καὶ ἰδοὺ ὄψις ταπεινοτέρα τοῦ δέρματος, καὶ θρὶξ αὐτῆς μετέβαλεν εἰς λευκήν, καὶ μιανεῖ αὐτὸν ἱερεύς· λέπρα ἐστίν, ἐν τῷ ἕλκει ἐξήνθησεν.
Verse: 21    
ἐὰν δὲ ἴδῃ ἱερεὺς καὶ ἰδοὺ οὐκ ἔστιν ἐν αὐτῷ θρὶξ λευκή, καὶ ταπεινὸν μὴ ἀπὸ τοῦ δέρματος τοῦ χρωτός, καὶ αὐτὴ ἀμαυρά, ἀϕοριεῖ αὐτὸν ἱερεὺς ἑπτὰ ἡμέρας.
Verse: 22    
ἐὰν δὲ διαχέηται ἐν τῷ δέρματι, καὶ μιανεῖ αὐτὸν ἱερεύς· ἁϕὴ λέπρας ἐστίν, ἐν τῷ ἕλκει ἐξήνθησεν.
Verse: 23    
ἐὰν δὲ κατὰ χώραν μείνῃ τὸ τηλαύγημα καὶ μὴ διαχέηται, οὐλὴ τοῦ ἕλκους ἐστίν, καὶ καθαριεῖ αὐτὸν ἱερεύς.
Verse: 24    
Καὶ σὰρξ ἐὰν γένηται ἐν τῷ δέρματι αὐτοῦ κατάκαυμα πυρός, καὶ γένηται ἐν τῷ δέρματι αὐτοῦ τὸ ὑγιασθὲν τοῦ κατακαύματος αὐγάζον τηλαυγὲς λευκὸν ὑποπυρρίζον ἔκλευκον,
Verse: 25    
καὶ ὄψεται αὐτὸν ἱερεὺς καὶ ἰδοὺ μετέβαλεν θρὶξ λευκὴ εἰς τὸ αὐγάζον, καὶ ὄψις αὐτοῦ ταπεινὴ ἀπὸ τοῦ δέρματος, λέπρα ἐστίν, ἐν τῷ κατακαύματι ἐξήνθησεν· καὶ μιανεῖ αὐτὸν ἱερεύς, ἁϕὴ λέπρας ἐστίν.
Verse: 26    
ἐὰν δὲ ἴδῃ ἱερεὺς καὶ ἰδοὺ οὐκ ἔστιν ἐν τῷ αὐγάζοντι θρὶξ λευκή, καὶ ταπεινὸν μὴ ἀπὸ τοῦ δέρματος, αὐτὸ δὲ ἀμαυρόν, καὶ ἀϕοριεῖ αὐτὸν ἱερεὺς ἑπτὰ ἡμέρας.
Verse: 27    
καὶ ὄψεται αὐτὸν ἱερεὺς τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ· ἐὰν δὲ διαχύσει διαχέηται ἐν τῷ δέρματι, καὶ μιανεῖ αὐτὸν ἱερεύς· ἁϕὴ λέπρας ἐστίν, ἐν τῷ ἕλκει ἐξήνθησεν.
Verse: 28    
ἐὰν δὲ κατὰ χώραν μείνῃ τὸ αὐγάζον καὶ μὴ διαχυθῇ ἐν τῷ δέρματι, αὐτὴ δὲ ἀμαυρά, οὐλὴ τοῦ κατακαύματός ἐστιν, καὶ καθαριεῖ αὐτὸν ἱερεύς· γὰρ χαρακτὴρ τοῦ κατακαύματός ἐστιν.
Verse: 29    
Καὶ ἀνδρὶ καὶ γυναικὶ ἐὰν γένηται ἐν αὐτοῖς ἁϕὴ λέπρας ἐν τῇ κεϕαλῇ ἐν τῷ πώγωνι,
Verse: 30    
καὶ ὄψεται ἱερεὺς τὴν ἁϕὴν καὶ ἰδοὺ ὄψις αὐτῆς ἐγκοιλοτέρα τοῦ δέρματος, ἐν αὐτῇ δὲ θρὶξ ξανθίζουσα λεπτή, καὶ μιανεῖ αὐτὸν ἱερεύς· θραῦσμά ἐστιν, λέπρα τῆς κεϕαλῆς λέπρα τοῦ πώγωνός ἐστιν.
Verse: 31    
καὶ ἐὰν ἴδῃ ἱερεὺς τὴν ἁϕὴν τοῦ θραύσματος καὶ ἰδοὺ οὐχ ὄψις ἐγκοιλοτέρα τοῦ δέρματος, καὶ θρὶξ ξανθίζουσα οὐκ ἔστιν ἐν αὐτῇ, καὶ ἀϕοριεῖ ἱερεὺς τὴν ἁϕὴν τοῦ θραύσματος ἑπτὰ ἡμέρας.
Verse: 32    
καὶ ὄψεται ἱερεὺς τὴν ἁϕὴν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, καὶ ἰδοὺ οὐ διεχύθη τὸ θραῦσμα, καὶ θρὶξ ξανθίζουσα οὐκ ἔστιν ἐν αὐτῇ, καὶ ὄψις τοῦ θραύσματος οὐκ ἔστιν κοίλη ἀπὸ τοῦ δέρματος,
Verse: 33    
καὶ ξυρηθήσεται τὸ δέρμα, τὸ δὲ θραῦσμα οὐ ξυρηθήσεται, καὶ ἀϕοριεῖ ἱερεὺς τὸ θραῦσμα ἑπτὰ ἡμέρας τὸ δεύτερον.
Verse: 34    
καὶ ὄψεται ἱερεὺς τὸ θραῦσμα τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, καὶ ἰδοὺ οὐ διεχύθη τὸ θραῦσμα ἐν τῷ δέρματι μετὰ τὸ ξυρηθῆναι αὐτόν, καὶ ὄψις τοῦ θραύσματος οὐκ ἔστιν κοίλη ἀπὸ τοῦ δέρματος, καὶ καθαριεῖ αὐτὸν ἱερεύς, καὶ πλυνάμενος τὰ ἱμάτια καθαρὸς ἔσται.
Verse: 35    
ἐὰν δὲ διαχύσει διαχέηται τὸ θραῦσμα ἐν τῷ δέρματι μετὰ τὸ καθαρισθῆναι αὐτόν,
Verse: 36    
καὶ ὄψεται ἱερεὺς καὶ ἰδοὺ διακέχυται τὸ θραῦσμα ἐν τῷ δέρματι, οὐκ ἐπισκέψεται ἱερεὺς περὶ τῆς τριχὸς τῆς ξανθῆς, ὅτι ἀκάθαρτός ἐστιν.
Verse: 37    
ἐὰν δὲ ἐνώπιον μείνῃ τὸ θραῦσμα ἐπὶ χώρας καὶ θρὶξ μέλαινα ἀνατείλῃ ἐν αὐτῷ, ὑγίακεν τὸ θραῦσμα· καθαρός ἐστιν, καὶ καθαριεῖ αὐτὸν ἱερεύς.
Verse: 38    
Καὶ ἀνδρὶ γυναικὶ ἐὰν γένηται ἐν δέρματι τῆς σαρκὸς αὐτοῦ αὐγάσματα αὐγάζοντα λευκαθίζοντα,
Verse: 39    
καὶ ὄψεται ἱερεὺς καὶ ἰδοὺ ἐν δέρματι τῆς σαρκὸς αὐτοῦ αὐγάσματα αὐγάζοντα λευκαθίζοντα, ἀλϕός ἐστιν, καθαρός ἐστιν· ἐξανθεῖ ἐν τῷ δέρματι τῆς σαρκὸς αὐτοῦ, καθαρός ἐστιν.
Verse: 40    
᾽Εὰν δέ τινι μαδήσῃ κεϕαλὴ αὐτοῦ, ϕαλακρός ἐστιν, καθαρός ἐστιν·
Verse: 41    
ἐὰν δὲ κατὰ πρόσωπον μαδήσῃ κεϕαλὴ αὐτοῦ, ἀναϕάλαντός ἐστιν, καθαρός ἐστιν.
Verse: 42    
ἐὰν δὲ γένηται ἐν τῷ ϕαλακρώματι αὐτοῦ ἐν τῷ ἀναϕαλαντώματι αὐτοῦ ἁϕὴ λευκὴ πυρρίζουσα, λέπρα ἐστὶν ἐν τῷ ϕαλακρώματι αὐτοῦ ἐν τῷ ἀναϕαλαντώματι αὐτοῦ,
Verse: 43    
καὶ ὄψεται αὐτὸν ἱερεὺς καὶ ἰδοὺ ὄψις τῆς ἁϕῆς λευκὴ πυρρίζουσα ἐν τῷ ϕαλακρώματι αὐτοῦ ἐν τῷ ἀναϕαλαντώματι αὐτοῦ ὡς εἶδος λέπρας ἐν δέρματι τῆς σαρκὸς αὐτοῦ,
Verse: 44    
ἄνθρωπος λεπρός ἐστιν· μιάνσει μιανεῖ αὐτὸν ἱερεύς, ἐν τῇ κεϕαλῇ αὐτοῦ ἁϕὴ αὐτοῦ.
Verse: 45    
Καὶ λεπρός, ἐν ἐστιν ἁϕή, τὰ ἱμάτια αὐτοῦ ἔστω παραλελυμένα καὶ κεϕαλὴ αὐτοῦ ἀκατακάλυπτος, καὶ περὶ τὸ στόμα αὐτοῦ περιβαλέσθω καὶ ἀκάθαρτος κεκλήσεται·
Verse: 46    
πάσας τὰς ἡμέρας, ὅσας ἂν ἐπ' αὐτοῦ ἁϕή, ἀκάθαρτος ὢν ἀκάθαρτος ἔσται· κεχωρισμένος καθήσεται, ἔξω τῆς παρεμβολῆς ἔσται αὐτοῦ διατριβή.
Verse: 47    
Καὶ ἱματίῳ ἐὰν γένηται ἐν αὐτῷ ἁϕὴ λέπρας, ἐν ἱματίῳ ἐρεῷ ἐν ἱματίῳ στιππυίνῳ,
Verse: 48    
ἐν στήμονι ἐν κρόκῃ ἐν τοῖς λινοῖς ἐν τοῖς ἐρεοῖς ἐν δέρματι ἐν παντὶ ἐργασίμῳ δέρματι,
Verse: 49    
καὶ γένηται ἁϕὴ χλωρίζουσα πυρρίζουσα ἐν τῷ δέρματι ἐν τῷ ἱματίῳ ἐν τῷ στήμονι ἐν τῇ κρόκῃ ἐν παντὶ σκεύει ἐργασίμῳ δέρματος, ἁϕὴ λέπρας ἐστίν, καὶ δείξει τῷ ἱερεῖ.
Verse: 50    
καὶ ὄψεται ἱερεὺς τὴν ἁϕήν, καὶ ἀϕοριεῖ ἱερεὺς τὴν ἁϕὴν ἑπτὰ ἡμέρας.
Verse: 51    
καὶ ὄψεται ἱερεὺς τὴν ἁϕὴν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ· ἐὰν δὲ διαχέηται ἁϕὴ ἐν τῷ ἱματίῳ ἐν τῷ στήμονι ἐν τῇ κρόκῃ ἐν τῷ δέρματι κατὰ πάντα, ὅσα ἂν ποιηθῇ δέρματα ἐν τῇ ἐργασίᾳ, λέπρα ἔμμονός ἐστιν ἁϕή, ἀκάθαρτός ἐστιν.
Verse: 52    
κατακαύσει τὸ ἱμάτιον τὸν στήμονα τὴν κρόκην ἐν τοῖς ἐρεοῖς ἐν τοῖς λινοῖς ἐν παντὶ σκεύει δερματίνῳ, ἐν ἐὰν ἐν αὐτῷ ἁϕή, ὅτι λέπρα ἔμμονός ἐστιν, ἐν πυρὶ κατακαυθήσεται.
Verse: 53    
ἐὰν δὲ ἴδῃ ἱερεὺς καὶ μὴ διαχέηται ἁϕὴ ἐν τῷ ἱματίῳ ἐν τῷ στήμονι ἐν τῇ κρόκῃ ἐν παντὶ σκεύει δερματίνῳ,
Verse: 54    
καὶ συντάξει ἱερεύς, καὶ πλυνεῖ ἐϕ' οὗ ἐὰν ἐπ' αὐτοῦ ἁϕή, καὶ ἀϕοριεῖ ἱερεὺς τὴν ἁϕὴν ἑπτὰ ἡμέρας τὸ δεύτερον·
Verse: 55    
καὶ ὄψεται ἱερεὺς μετὰ τὸ πλυθῆναι αὐτὸ τὴν ἁϕήν, καὶ ἥδε μὴ μετέβαλεν τὴν ὄψιν ἁϕή, καὶ ἁϕὴ οὐ διαχεῖται, ἀκάθαρτόν ἐστιν, ἐν πυρὶ κατακαυθήσεται· ἐστήρισται ἐν τῷ ἱματίῳ ἐν τῷ στήμονι ἐν τῇ κρόκῃ.
Verse: 56    
καὶ ἐὰν ἴδῃ ἱερεὺς καὶ ἀμαυρὰ ἁϕὴ μετὰ τὸ πλυθῆναι αὐτό, ἀπορρήξει αὐτὸ ἀπὸ τοῦ ἱματίου ἀπὸ τοῦ δέρματος ἀπὸ τοῦ στήμονος ἀπὸ τῆς κρόκης.
Verse: 57    
ἐὰν δὲ ὀϕθῇ ἔτι ἐν τῷ ἱματίῳ ἐν τῷ στήμονι ἐν τῇ κρόκῃ ἐν παντὶ σκεύει δερματίνῳ, λέπρα ἐξανθοῦσά ἐστιν· ἐν πυρὶ κατακαυθήσεται ἐν ἐστὶν ἁϕή.
Verse: 58    
καὶ τὸ ἱμάτιον στήμων κρόκη πᾶν σκεῦος δερμάτινον, πλυθήσεται καὶ ἀποστήσεται ἀπ' αὐτοῦ ἁϕή, καὶ πλυθήσεται τὸ δεύτερον καὶ καθαρὸν ἔσται.
Verse: 59    
οὗτος νόμος ἁϕῆς λέπρας ἱματίου ἐρεοῦ στιππυίνου στήμονος κρόκης παντὸς σκεύους δερματίνου εἰς τὸ καθαρίσαι αὐτὸ μιᾶναι αὐτό.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.