TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 111
Chapter: 21
Verse: 1
Καὶ
εἶπεν
κύριος
πρὸς
Μωυσῆν
λέγων
Εἰπὸν
τοῖς
ἱερεῦσιν
τοῖς
υἱοῖς
Ααρων
καὶ
ἐρεῖς
πρὸς
αὐτούς
᾽Εν
ταῖς
ψυχαῖς
οὐ
μιανθήσονται
ἐν
τῷ
ἔθνει
αὐτῶν
Verse: 2
ἀλλ
'
ἢ
ἐν
τῷ
οἰκείῳ
τῷ
ἔγγιστα
αὐτῶν
,
ἐπὶ
πατρὶ
καὶ
μητρὶ
καὶ
υἱοῖς
καὶ
θυγατράσιν
,
ἐπ
'
ἀδελϕῷ
Verse: 3
καὶ
ἐπ
'
ἀδελϕῇ
παρθένῳ
τῇ
ἐγγιζούσῃ
αὐτῷ
τῇ
μὴ
ἐκδεδομένῃ
ἀνδρί
,
ἐπὶ
τούτοις
μιανθήσεται
.
Verse: 4
οὐ
μιανθήσεται
ἐξάπινα
ἐν
τῷ
λαῷ
αὐτοῦ
εἰς
βεβήλωσιν
αὐτοῦ
.
Verse: 5
καὶ
ϕαλάκρωμα
οὐ
ξυρηθήσεσθε
τὴν
κεϕαλὴν
ἐπὶ
νεκρῷ
καὶ
τὴν
ὄψιν
τοῦ
πώγωνος
οὐ
ξυρήσονται
καὶ
ἐπὶ
τὰς
σάρκας
αὐτῶν
οὐ
κατατεμοῦσιν
ἐντομίδας
.
Verse: 6
ἅγιοι
ἔσονται
τῷ
θεῷ
αὐτῶν
καὶ
οὐ
βεβηλώσουσιν
τὸ
ὄνομα
τοῦ
θεοῦ
αὐτῶν
·
τὰς
γὰρ
θυσίας
κυρίου
δῶρα
τοῦ
θεοῦ
αὐτῶν
αὐτοὶ
προσϕέρουσιν
καὶ
ἔσονται
ἅγιοι
.
Verse: 7
γυναῖκα
πόρνην
καὶ
βεβηλωμένην
οὐ
λήμψονται
καὶ
γυναῖκα
ἐκβεβλημένην
ἀπὸ
ἀνδρὸς
αὐτῆς
·
ἅγιός
ἐστιν
τῷ
κυρίῳ
θεῷ
αὐτοῦ
.
Verse: 8
καὶ
ἁγιάσει
αὐτόν
,
τὰ
δῶρα
κυρίου
τοῦ
θεοῦ
ὑμῶν
οὗτος
προσϕέρει
·
ἅγιος
ἔσται
,
ὅτι
ἅγιος
ἐγὼ
κύριος
ὁ
ἁγιάζων
αὐτούς
.
Verse: 9
καὶ
θυγάτηρ
ἀνθρώπου
ἱερέως
ἐὰν
βεβηλωθῇ
τοῦ
ἐκπορνεῦσαι
,
τὸ
ὄνομα
τοῦ
πατρὸς
αὐτῆς
αὐτὴ
βεβηλοῖ
·
ἐπὶ
πυρὸς
κατακαυθήσεται
.
Verse: 10
Καὶ
ὁ
ἱερεὺς
ὁ
μέγας
ἀπὸ
τῶν
ἀδελϕῶν
αὐτοῦ
,
τοῦ
ἐπικεχυμένου
ἐπὶ
τὴν
κεϕαλὴν
τοῦ
ἐλαίου
τοῦ
χριστοῦ
καὶ
τετελειωμένου
ἐνδύσασθαι
τὰ
ἱμάτια
,
τὴν
κεϕαλὴν
οὐκ
ἀποκιδαρώσει
καὶ
τὰ
ἱμάτια
οὐ
διαρρήξει
Verse: 11
καὶ
ἐπὶ
πάσῃ
ψυχῇ
τετελευτηκυίᾳ
οὐκ
εἰσελεύσεται
,
ἐπὶ
πατρὶ
αὐτοῦ
οὐδὲ
ἐπὶ
μητρὶ
αὐτοῦ
οὐ
μιανθήσεται
·
Verse: 12
καὶ
ἐκ
τῶν
ἁγίων
οὐκ
ἐξελεύσεται
καὶ
οὐ
βεβηλώσει
τὸ
ἡγιασμένον
τοῦ
θεοῦ
αὐτοῦ
,
ὅτι
τὸ
ἅγιον
ἔλαιον
τὸ
χριστὸν
τοῦ
θεοῦ
ἐπ
'
αὐτῷ
·
ἐγὼ
κύριος
.
Verse: 13
οὗτος
γυναῖκα
παρθένον
ἐκ
τοῦ
γένους
αὐτοῦ
λήμψεται
·
Verse: 14
χήραν
δὲ
καὶ
ἐκβεβλημένην
καὶ
βεβηλωμένην
καὶ
πόρνην
,
ταύτας
οὐ
λήμψεται
,
ἀλλ
'
ἢ
παρθένον
ἐκ
τοῦ
γένους
αὐτοῦ
λήμψεται
γυναῖκα
·
Verse: 15
καὶ
οὐ
βεβηλώσει
τὸ
σπέρμα
αὐτοῦ
ἐν
τῷ
λαῷ
αὐτοῦ
·
ἐγὼ
κύριος
ὁ
ἁγιάζων
αὐτόν
.
Verse: 16
Καὶ
ἐλάλησεν
κύριος
πρὸς
Μωυσῆν
λέγων
Verse: 17
Εἰπὸν
Ααρων
῎Ανθρωπος
ἐκ
τοῦ
γένους
σου
εἰς
τὰς
γενεὰς
ὑμῶν
,
τίνι
ἐὰν
ᾖ
ἐν
αὐτῷ
μῶμος
,
οὐ
προσελεύσεται
προσϕέρειν
τὰ
δῶρα
τοῦ
θεοῦ
αὐτοῦ
.
Verse: 18
πᾶς
ἄνθρωπος
,
ᾧ
ἂν
ᾖ
ἐν
αὐτῷ
μῶμος
,
οὐ
προσελεύσεται
,
ἄνθρωπος
χωλὸς
ἢ
τυϕλὸς
ἢ
κολοβόρριν
ἢ
ὠτότμητος
Verse: 19
ἢ
ἄνθρωπος
,
ᾧ
ἐστιν
ἐν
αὐτῷ
σύντριμμα
χειρὸς
ἢ
σύντριμμα
ποδός
,
Verse: 20
ἢ
κυρτὸς
ἢ
ἔϕηλος
ἢ
πτίλος
τοὺς
ὀϕθαλμοὺς
ἢ
ἄνθρωπος
,
ᾧ
ἂν
ᾖ
ἐν
αὐτῷ
ψώρα
ἀγρία
ἢ
λιχήν
,
ἢ
μόνορχις
,
Verse: 21
πᾶς
,
ᾧ
ἐστιν
ἐν
αὐτῷ
μῶμος
,
ἐκ
τοῦ
σπέρματος
Ααρων
τοῦ
ἱερέως
,
οὐκ
ἐγγιεῖ
τοῦ
προσενεγκεῖν
τὰς
θυσίας
τῷ
θεῷ
σου
·
ὅτι
μῶμος
ἐν
αὐτῷ
,
τὰ
δῶρα
τοῦ
θεοῦ
οὐ
προσελεύσεται
προσενεγκεῖν
.
Verse: 22
τὰ
δῶρα
τοῦ
θεοῦ
τὰ
ἅγια
τῶν
ἁγίων
καὶ
ἀπὸ
τῶν
ἁγίων
ϕάγεται
·
Verse: 23
πλὴν
πρὸς
τὸ
καταπέτασμα
οὐ
προσελεύσεται
καὶ
πρὸς
τὸ
θυσιαστήριον
οὐκ
ἐγγιεῖ
,
ὅτι
μῶμον
ἔχει
·
καὶ
οὐ
βεβηλώσει
τὸ
ἅγιον
τοῦ
θεοῦ
αὐτοῦ
,
ὅτι
ἐγώ
εἰμι
κύριος
ὁ
ἁγιάζων
αὐτούς
.
Verse: 24
καὶ
ἐλάλησεν
Μωυσῆς
πρὸς
Ααρων
καὶ
τοὺς
υἱοὺς
αὐτοῦ
καὶ
πρὸς
πάντας
υἱοὺς
Ισραηλ
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.