TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1129
Previous part

Chapter: 13 
Verse: 1    Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
Verse: 2    
Υἱὲ ἀνθρώπου, προϕήτευσον ἐπὶ τοὺς προϕήτας τοῦ Ισραηλ καὶ προϕητεύσεις καὶ ἐρεῖς πρὸς αὐτούς ᾽Ακούσατε λόγον κυρίου
Verse: 3    
Τάδε λέγει κύριος Οὐαὶ τοῖς προϕητεύουσιν ἀπὸ καρδίας αὐτῶν καὶ τὸ καθόλου μὴ βλέπουσιν.
Verse: 4    
οἱ προϕῆταί σου, Ισραηλ, ὡς ἀλώπεκες ἐν ταῖς ἐρήμοις·
Verse: 5    
οὐκ ἔστησαν ἐν στερεώματι καὶ συνήγαγον ποίμνια ἐπὶ τὸν οἶκον τοῦ Ισραηλ, οὐκ ἀνέστησαν οἱ λέγοντες ᾽Εν ἡμέρᾳ κυρίου·
Verse: 6    
βλέποντες ψευδῆ, μαντευόμενοι μάταια οἱ λέγοντες Λέγει κύριος, καὶ κύριος οὐκ ἀπέσταλκεν αὐτούς, καὶ ἤρξαντο τοῦ ἀναστῆσαι λόγον.
Verse: 7    
οὐχ ὅρασιν ψευδῆ ἑωράκατε καὶ μαντείας ματαίας εἰρήκατε;
Verse: 8    
διὰ τοῦτο εἰπόν Τάδε λέγει κύριος ᾽Ανθ' ὧν οἱ λόγοι ὑμῶν ψευδεῖς καὶ αἱ μαντεῖαι ὑμῶν μάταιαι, διὰ τοῦτο ἰδοὺ ἐγὼ ἐϕ' ὑμᾶς, λέγει κύριος,
Verse: 9    
καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ τοὺς προϕήτας τοὺς ὁρῶντας ψευδῆ καὶ τοὺς ἀποϕθεγγομένους μάταια· ἐν παιδείᾳ τοῦ λαοῦ μου οὐκ ἔσονται οὐδὲ ἐν γραϕῇ οἴκου Ισραηλ οὐ γραϕήσονται καὶ εἰς τὴν γῆν τοῦ Ισραηλ οὐκ εἰσελεύσονται· καὶ γνώσονται διότι ἐγὼ κύριος.
Verse: 10    
ἀνθ' ὧν τὸν λαόν μου ἐπλάνησαν λέγοντες Εἰρήνη εἰρήνη, καὶ οὐκ ἦν εἰρήνη, καὶ οὗτος οἰκοδομεῖ τοῖχον, καὶ αὐτοὶ ἀλείϕουσιν αὐτόν, εἰ πεσεῖται,
Verse: 11    
εἰπὸν πρὸς τοὺς ἀλείϕοντας Πεσεῖται, καὶ ἔσται ὑετὸς κατακλύζων, καὶ δώσω λίθους πετροβόλους εἰς τοὺς ἐνδέσμους αὐτῶν, καὶ πεσοῦνται, καὶ πνεῦμα ἐξαῖρον, καὶ ῥαγήσεται.
Verse: 12    
καὶ ἰδοὺ πέπτωκεν ὁ τοῖχος, καὶ οὐκ ἐροῦσιν πρὸς ὑμᾶς Ποῦ ἐστιν ἡ ἀλοιϕὴ ὑμῶν, ἣν ἠλείψατε;
Verse: 13    
διὰ τοῦτο τάδε λέγει κύριος Καὶ ῥήξω πνοὴν ἐξαίρουσαν μετὰ θυμοῦ, καὶ ὑετὸς κατακλύζων ἐν ὀργῇ μου ἔσται, καὶ τοὺς λίθους τοὺς πετροβόλους ἐν θυμῷ ἐπάξω εἰς συντέλειαν
Verse: 14    
καὶ κατασκάψω τὸν τοῖχον, ὃν ἠλείψατε, καὶ πεσεῖται· καὶ θήσω αὐτὸν ἐπὶ τὴν γῆν, καὶ ἀποκαλυϕθήσεται τὰ θεμέλια αὐτοῦ, καὶ πεσεῖται, καὶ συντελεσθήσεσθε μετ' ἐλέγχων· καὶ ἐπιγνώσεσθε διότι ἐγὼ κύριος.
Verse: 15    
καὶ συντελέσω τὸν θυμόν μου ἐπὶ τὸν τοῖχον καὶ ἐπὶ τοὺς ἀλείϕοντας αὐτόν, καὶ πεσεῖται. καὶ εἶπα πρὸς ὑμᾶς Οὐκ ἔστιν ὁ τοῖχος οὐδὲ οἱ ἀλείϕοντες αὐτὸν
Verse: 16    
προϕῆται τοῦ Ισραηλ οἱ προϕητεύοντες ἐπὶ Ιερουσαλημ καὶ οἱ ὁρῶντες αὐτῇ εἰρήνην, καὶ εἰρήνη οὐκ ἔστιν, λέγει κύριος.
Verse: 17    
καὶ σύ, υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ τὰς θυγατέρας τοῦ λαοῦ σου τὰς προϕητευούσας ἀπὸ καρδίας αὐτῶν καὶ προϕήτευσον ἐπ' αὐτὰς
Verse: 18    
καὶ ἐρεῖς Τάδε λέγει κύριος Οὐαὶ ταῖς συρραπτούσαις προσκεϕάλαια ἐπὶ πάντα ἀγκῶνα χειρὸς καὶ ποιούσαις ἐπιβόλαια ἐπὶ πᾶσαν κεϕαλὴν πάσης ἡλικίας τοῦ διαστρέϕειν ψυχάς· αἱ ψυχαὶ διεστράϕησαν τοῦ λαοῦ μου, καὶ ψυχὰς περιεποιοῦντο.
Verse: 19    
καὶ ἐβεβήλουν με πρὸς τὸν λαόν μου ἕνεκεν δρακὸς κριθῶν καὶ ἕνεκεν κλασμάτων ἄρτου τοῦ ἀποκτεῖναι ψυχάς, ἃς οὐκ ἔδει ἀποθανεῖν, καὶ τοῦ περιποιήσασθαι ψυχάς, ἃς οὐκ ἔδει ζῆσαι, ἐν τῷ ἀποϕθέγγεσθαι ὑμᾶς λαῷ εἰσακούοντι μάταια ἀποϕθέγματα.
Verse: 20    
διὰ τοῦτο τάδε λέγει κύριος κύριος ᾽Ιδοὺ ἐγὼ ἐπὶ τὰ προσκεϕάλαια ὑμῶν, ἐϕ' ἃ ὑμεῖς συστρέϕετε ἐκεῖ ψυχάς, καὶ διαρρήξω αὐτὰ ἀπὸ τῶν βραχιόνων ὑμῶν καὶ ἐξαποστελῶ τὰς ψυχάς, ἃς ὑμεῖς ἐκστρέϕετε τὰς ψυχὰς αὐτῶν, εἰς διασκορπισμόν·
Verse: 21    
καὶ διαρρήξω τὰ ἐπιβόλαια ὑμῶν καὶ ῥύσομαι τὸν λαόν μου ἐκ χειρὸς ὑμῶν, καὶ οὐκέτι ἔσονται ἐν χερσὶν ὑμῶν εἰς συστροϕήν· καὶ ἐπιγνώσεσθε διότι ἐγὼ κύριος.
Verse: 22    
ἀνθ' ὧν διεστρέϕετε καρδίαν δικαίου ἀδίκως καὶ ἐγὼ οὐ διέστρεϕον αὐτὸν καὶ τοῦ κατισχῦσαι χεῖρας ἀνόμου τὸ καθόλου μὴ ἀποστρέψαι ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς καὶ ζῆσαι αὐτόν,
Verse: 23    
διὰ τοῦτο ψευδῆ οὐ μὴ ἴδητε καὶ μαντείας οὐ μὴ μαντεύσησθε ἔτι, καὶ ῥύσομαι τὸν λαόν μου ἐκ χειρὸς ὑμῶν· καὶ γνώσεσθε ὅτι ἐγὼ κύριος.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.