TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 114
Chapter: 24
Verse: 1
Καὶ
ἐλάλησεν
κύριος
πρὸς
Μωυσῆν
λέγων
Verse: 2
῎Εντειλαι
τοῖς
υἱοῖς
Ισραηλ
καὶ
λαβέτωσάν
μοι
ἔλαιον
ἐλάινον
καθαρὸν
κεκομμένον
εἰς
ϕῶς
καῦσαι
λύχνον
διὰ
παντός
.
Verse: 3
ἔξωθεν
τοῦ
καταπετάσματος
ἐν
τῇ
σκηνῇ
τοῦ
μαρτυρίου
καύσουσιν
αὐτὸν
Ααρων
καὶ
οἱ
υἱοὶ
αὐτοῦ
ἀπὸ
ἑσπέρας
ἕως
πρωὶ
ἐνώπιον
κυρίου
ἐνδελεχῶς
·
νόμιμον
αἰώνιον
εἰς
τὰς
γενεὰς
ὑμῶν
.
Verse: 4
ἐπὶ
τῆς
λυχνίας
τῆς
καθαρᾶς
καύσετε
τοὺς
λύχνους
ἔναντι
κυρίου
ἕως
τὸ
πρωί
.
Verse: 5
Καὶ
λήμψεσθε
σεμίδαλιν
καὶ
ποιήσετε
αὐτὴν
δώδεκα
ἄρτους
,
δύο
δεκάτων
ἔσται
ὁ
ἄρτος
ὁ
εἷς
·
Verse: 6
καὶ
ἐπιθήσετε
αὐτοὺς
δύο
θέματα
,
ἓξ
ἄρτους
τὸ
ἓν
θέμα
,
ἐπὶ
τὴν
τράπεζαν
τὴν
καθαρὰν
ἔναντι
κυρίου
.
Verse: 7
καὶ
ἐπιθήσετε
ἐπὶ
τὸ
θέμα
λίβανον
καθαρὸν
καὶ
ἅλα
,
καὶ
ἔσονται
εἰς
ἄρτους
εἰς
ἀνάμνησιν
προκείμενα
τῷ
κυρίῳ
.
Verse: 8
τῇ
ἡμέρᾳ
τῶν
σαββάτων
προθήσεται
ἔναντι
κυρίου
διὰ
παντὸς
ἐνώπιον
τῶν
υἱῶν
Ισραηλ
διαθήκην
αἰώνιον
.
Verse: 9
καὶ
ἔσται
Ααρων
καὶ
τοῖς
υἱοῖς
αὐτοῦ
,
καὶ
ϕάγονται
αὐτὰ
ἐν
τόπῳ
ἁγίῳ
·
ἔστιν
γὰρ
ἅγια
τῶν
ἁγίων
τοῦτο
αὐτῷ
ἀπὸ
τῶν
θυσιαζομένων
τῷ
κυρίῳ
,
νόμιμον
αἰώνιον
.
Verse: 10
Καὶ
ἐξῆλθεν
υἱὸς
γυναικὸς
Ισραηλίτιδος
καὶ
οὗτος
ἦν
υἱὸς
Αἰγυπτίου
ἐν
τοῖς
υἱοῖς
Ισραηλ
,
καὶ
ἐμαχέσαντο
ἐν
τῇ
παρεμβολῇ
ὁ
ἐκ
τῆς
Ισραηλίτιδος
καὶ
ὁ
ἄνθρωπος
ὁ
Ισραηλίτης
,
Verse: 11
καὶ
ἐπονομάσας
ὁ
υἱὸς
τῆς
γυναικὸς
τῆς
Ισραηλίτιδος
τὸ
ὄνομα
κατηράσατο
,
καὶ
ἤγαγον
αὐτὸν
πρὸς
Μωυσῆν
·
καὶ
τὸ
ὄνομα
τῆς
μητρὸς
αὐτοῦ
Σαλωμιθ
θυγάτηρ
Δαβρι
ἐκ
τῆς
ϕυλῆς
Δαν
.
Verse: 12
καὶ
ἀπέθεντο
αὐτὸν
εἰς
ϕυλακὴν
διακρῖναι
αὐτὸν
διὰ
προστάγματος
κυρίου
.
Verse: 13
καὶ
ἐλάλησεν
κύριος
πρὸς
Μωυσῆν
λέγων
Verse: 14
᾽Εξάγαγε
τὸν
καταρασάμενον
ἔξω
τῆς
παρεμβολῆς
,
καὶ
ἐπιθήσουσιν
πάντες
οἱ
ἀκούσαντες
τὰς
χεῖρας
αὐτῶν
ἐπὶ
τὴν
κεϕαλὴν
αὐτοῦ
,
καὶ
λιθοβολήσουσιν
αὐτὸν
πᾶσα
ἡ
συναγωγή
.
Verse: 15
καὶ
τοῖς
υἱοῖς
Ισραηλ
λάλησον
καὶ
ἐρεῖς
πρὸς
αὐτούς
῎Ανθρωπος
,
ὃς
ἐὰν
καταράσηται
θεόν
,
ἁμαρτίαν
λήμψεται
·
Verse: 16
ὀνομάζων
δὲ
τὸ
ὄνομα
κυρίου
θανάτῳ
θανατούσθω
·
λίθοις
λιθοβολείτω
αὐτὸν
πᾶσα
συναγωγὴ
Ισραηλ
·
ἐάν
τε
προσήλυτος
ἐάν
τε
αὐτόχθων
,
ἐν
τῷ
ὀνομάσαι
αὐτὸν
τὸ
ὄνομα
κυρίου
τελευτάτω
.
Verse: 17
καὶ
ἄνθρωπος
,
ὃς
ἂν
πατάξῃ
ψυχὴν
ἀνθρώπου
καὶ
ἀποθάνῃ
,
θανάτῳ
θανατούσθω
.
Verse: 18
καὶ
ὃς
ἂν
πατάξῃ
κτῆνος
καὶ
ἀποθάνῃ
,
ἀποτεισάτω
ψυχὴν
ἀντὶ
ψυχῆς
.
Verse: 19
καὶ
ἐάν
τις
δῷ
μῶμον
τῷ
πλησίον
,
ὡς
ἐποίησεν
αὐτῷ
,
ὡσαύτως
ἀντιποιηθήσεται
αὐτῷ
·
Verse: 20
σύντριμμα
ἀντὶ
συντρίμματος
,
ὀϕθαλμὸν
ἀντὶ
ὀϕθαλμοῦ
,
ὀδόντα
ἀντὶ
ὀδόντος
·
καθότι
ἂν
δῷ
μῶμον
τῷ
ἀνθρώπῳ
,
οὕτως
δοθήσεται
αὐτῷ
.
Verse: 21
ὃς
ἂν
πατάξῃ
ἄνθρωπον
καὶ
ἀποθάνῃ
,
θανάτῳ
θανατούσθω
·
Verse: 22
δικαίωσις
μία
ἔσται
τῷ
προσηλύτῳ
καὶ
τῷ
ἐγχωρίῳ
,
ὅτι
ἐγώ
εἰμι
κύριος
ὁ
θεὸς
ὑμῶν
.
Verse: 23
καὶ
ἐλάλησεν
Μωυσῆς
τοῖς
υἱοῖς
Ισραηλ
καὶ
ἐξήγαγον
τὸν
καταρασάμενον
ἔξω
τῆς
παρεμβολῆς
καὶ
ἐλιθοβόλησαν
αὐτὸν
ἐν
λίθοις
·
καὶ
οἱ
υἱοὶ
Ισραηλ
ἐποίησαν
καθὰ
συνέταξεν
κύριος
τῷ
Μωυσῇ
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.