TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 128
Previous part

Chapter: 11 
Verse: 1    Καὶ ἦν λαὸς γογγύζων πονηρὰ ἔναντι κυρίου, καὶ ἤκουσεν κύριος καὶ ἐθυμώθη ὀργῇ, καὶ ἐξεκαύθη ἐν αὐτοῖς πῦρ παρὰ κυρίου καὶ κατέϕαγεν μέρος τι τῆς παρεμβολῆς.
Verse: 2    
καὶ ἐκέκραξεν λαὸς πρὸς Μωυσῆν, καὶ ηὔξατο Μωυσῆς πρὸς κύριον, καὶ ἐκόπασεν τὸ πῦρ.
Verse: 3    
καὶ ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου ᾽Εμπυρισμός, ὅτι ἐξεκαύθη ἐν αὐτοῖς πῦρ παρὰ κυρίου.
Verse: 4    
Καὶ ἐπίμικτος ἐν αὐτοῖς ἐπεθύμησαν ἐπιθυμίαν, καὶ καθίσαντες ἔκλαιον καὶ οἱ υἱοὶ Ισραηλ καὶ εἶπαν Τίς ἡμᾶς ψωμιεῖ κρέα;
Verse: 5    
ἐμνήσθημεν τοὺς ἰχθύας, οὓς ἠσθίομεν ἐν Αἰγύπτῳ δωρεάν, καὶ τοὺς σικύας καὶ τοὺς πέπονας καὶ τὰ πράσα καὶ τὰ κρόμμυα καὶ τὰ σκόρδα·
Verse: 6    
νυνὶ δὲ ψυχὴ ἡμῶν κατάξηρος, οὐδὲν πλὴν εἰς τὸ μαννα οἱ ὀϕθαλμοὶ ἡμῶν.
Verse: 7    
τὸ δὲ μαννα ὡσεὶ σπέρμα κορίου ἐστίν, καὶ τὸ εἶδος αὐτοῦ εἶδος κρυστάλλου·
Verse: 8    
καὶ διεπορεύετο λαὸς καὶ συνέλεγον καὶ ἤληθον αὐτὸ ἐν τῷ μύλῳ καὶ ἔτριβον ἐν τῇ θυίᾳ καὶ ἥψουν αὐτὸ ἐν τῇ χύτρᾳ καὶ ἐποίουν αὐτὸ ἐγκρυϕίας, καὶ ἦν ἡδονὴ αὐτοῦ ὡσεὶ γεῦμα ἐγκρὶς ἐξ ἐλαίου·
Verse: 9    
καὶ ὅταν κατέβη δρόσος ἐπὶ τὴν παρεμβολὴν νυκτός, κατέβαινεν τὸ μαννα ἐπ' αὐτῆς.
Verse: 10    
καὶ ἤκουσεν Μωυσῆς κλαιόντων αὐτῶν κατὰ δήμους αὐτῶν, ἕκαστον ἐπὶ τῆς θύρας αὐτοῦ· καὶ ἐθυμώθη ὀργῇ κύριος σϕόδρα, καὶ ἔναντι Μωυσῆ ἦν πονηρόν.
Verse: 11    
καὶ εἶπεν Μωυσῆς πρὸς κύριον ῞Ινα τί ἐκάκωσας τὸν θεράποντά σου, καὶ διὰ τί οὐχ εὕρηκα χάριν ἐναντίον σου ἐπιθεῖναι τὴν ὁρμὴν τοῦ λαοῦ τούτου ἐπ' ἐμέ;
Verse: 12    
μὴ ἐγὼ ἐν γαστρὶ ἔλαβον πάντα τὸν λαὸν τοῦτον ἐγὼ ἔτεκον αὐτούς, ὅτι λέγεις μοι Λαβὲ αὐτὸν εἰς τὸν κόλπον σου, ὡσεὶ ἄραι τιθηνὸς τὸν θηλάζοντα, εἰς τὴν γῆν, ἣν ὤμοσας τοῖς πατράσιν αὐτῶν;
Verse: 13    
πόθεν μοι κρέα δοῦναι παντὶ τῷ λαῷ τούτῳ; ὅτι κλαίουσιν ἐπ' ἐμοὶ λέγοντες Δὸς ἡμῖν κρέα, ἵνα ϕάγωμεν.
Verse: 14    
οὐ δυνήσομαι ἐγὼ μόνος ϕέρειν τὸν λαὸν τοῦτον, ὅτι βαρύτερόν μοί ἐστιν τὸ ῥῆμα τοῦτο.
Verse: 15    
εἰ δὲ οὕτως σὺ ποιεῖς μοι, ἀπόκτεινόν με ἀναιρέσει, εἰ εὕρηκα ἔλεος παρὰ σοί, ἵνα μὴ ἴδω μου τὴν κάκωσιν.
Verse: 16    
καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Συνάγαγέ μοι ἑβδομήκοντα ἄνδρας ἀπὸ τῶν πρεσβυτέρων Ισραηλ, οὓς αὐτὸς σὺ οἶδας ὅτι οὗτοί εἰσιν πρεσβύτεροι τοῦ λαοῦ καὶ γραμματεῖς αὐτῶν, καὶ ἄξεις αὐτοὺς πρὸς τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ στήσονται ἐκεῖ μετὰ σοῦ.
Verse: 17    
καὶ καταβήσομαι καὶ λαλήσω ἐκεῖ μετὰ σοῦ καὶ ἀϕελῶ ἀπὸ τοῦ πνεύματος τοῦ ἐπὶ σοὶ καὶ ἐπιθήσω ἐπ' αὐτούς, καὶ συναντιλήμψονται μετὰ σοῦ τὴν ὁρμὴν τοῦ λαοῦ, καὶ οὐκ οἴσεις αὐτοὺς σὺ μόνος.
Verse: 18    
καὶ τῷ λαῷ ἐρεῖς ῾Αγνίσασθε εἰς αὔριον, καὶ ϕάγεσθε κρέα, ὅτι ἐκλαύσατε ἔναντι κυρίου λέγοντες Τίς ἡμᾶς ψωμιεῖ κρέα; ὅτι καλὸν ἡμῖν ἐστιν ἐν Αἰγύπτῳ. καὶ δώσει κύριος ὑμῖν κρέα ϕαγεῖν, καὶ ϕάγεσθε κρέα.
Verse: 19    
οὐχ ἡμέραν μίαν ϕάγεσθε οὐδὲ δύο οὐδὲ πέντε ἡμέρας οὐδὲ δέκα ἡμέρας οὐδὲ εἴκοσι ἡμέρας·
Verse: 20    
ἕως μηνὸς ἡμερῶν ϕάγεσθε, ἕως ἂν ἐξέλθῃ ἐκ τῶν μυκτήρων ὑμῶν, καὶ ἔσται ὑμῖν εἰς χολέραν, ὅτι ἠπειθήσατε κυρίῳ, ὅς ἐστιν ἐν ὑμῖν, καὶ ἐκλαύσατε ἐναντίον αὐτοῦ λέγοντες ῞Ινα τί ἡμῖν ἐξελθεῖν ἐξ Αἰγύπτου;
Verse: 21    
καὶ εἶπεν Μωυσῆς ῾Εξακόσιαι χιλιάδες πεζῶν λαός, ἐν οἷς εἰμι ἐν αὐτοῖς, καὶ σὺ εἶπας Κρέα δώσω αὐτοῖς ϕαγεῖν, καὶ ϕάγονται μῆνα ἡμερῶν;
Verse: 22    
μὴ πρόβατα καὶ βόες σϕαγήσονται αὐτοῖς, καὶ ἀρκέσει αὐτοῖς; πᾶν τὸ ὄψος τῆς θαλάσσης συναχθήσεται αὐτοῖς, καὶ ἀρκέσει αὐτοῖς;
Verse: 23    
καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Μὴ χεὶρ κυρίου οὐκ ἐξαρκέσει; ἤδη γνώσει εἰ ἐπικαταλήμψεταί σε λόγος μου οὔ.
Verse: 24    
καὶ ἐξῆλθεν Μωυσῆς καὶ ἐλάλησεν πρὸς τὸν λαὸν τὰ ῥήματα κυρίου καὶ συνήγαγεν ἑβδομήκοντα ἄνδρας ἀπὸ τῶν πρεσβυτέρων τοῦ λαοῦ καὶ ἔστησεν αὐτοὺς κύκλῳ τῆς σκηνῆς.
Verse: 25    
καὶ κατέβη κύριος ἐν νεϕέλῃ καὶ ἐλάλησεν πρὸς αὐτόν· καὶ παρείλατο ἀπὸ τοῦ πνεύματος τοῦ ἐπ' αὐτῷ καὶ ἐπέθηκεν ἐπὶ τοὺς ἑβδομήκοντα ἄνδρας τοὺς πρεσβυτέρους· ὡς δὲ ἐπανεπαύσατο τὸ πνεῦμα ἐπ' αὐτούς, καὶ ἐπροϕήτευσαν καὶ οὐκέτι προσέθεντο.
Verse: 26    
καὶ κατελείϕθησαν δύο ἄνδρες ἐν τῇ παρεμβολῇ, ὄνομα τῷ ἑνὶ Ελδαδ καὶ ὄνομα τῷ δευτέρῳ Μωδαδ, καὶ ἐπανεπαύσατο ἐπ' αὐτοὺς τὸ πνεῦμα καὶ οὗτοι ἦσαν τῶν καταγεγραμμένων καὶ οὐκ ἦλθον πρὸς τὴν σκηνήν καὶ ἐπροϕήτευσαν ἐν τῇ παρεμβολῇ.
Verse: 27    
καὶ προσδραμὼν νεανίσκος ἀπήγγειλεν Μωυσῇ καὶ εἶπεν λέγων Ελδαδ καὶ Μωδαδ προϕητεύουσιν ἐν τῇ παρεμβολῇ.
Verse: 28    
καὶ ἀποκριθεὶς ᾽Ιησοῦς τοῦ Ναυη παρεστηκὼς Μωυσῇ ἐκελεκτὸς εἶπεν Κύριε Μωυσῆ, κώλυσον αὐτούς.
Verse: 29    
καὶ εἶπεν αὐτῷ Μωυσῆς Μὴ ζηλοῖς σύ μοι; καὶ τίς δῴη πάντα τὸν λαὸν κυρίου προϕήτας, ὅταν δῷ κύριος τὸ πνεῦμα αὐτοῦ ἐπ' αὐτούς;
Verse: 30    
καὶ ἀπῆλθεν Μωυσῆς εἰς τὴν παρεμβολήν, αὐτὸς καὶ οἱ πρεσβύτεροι Ισραηλ.
Verse: 31    
καὶ πνεῦμα ἐξῆλθεν παρὰ κυρίου καὶ ἐξεπέρασεν ὀρτυγομήτραν ἀπὸ τῆς θαλάσσης καὶ ἐπέβαλεν ἐπὶ τὴν παρεμβολὴν ὁδὸν ἡμέρας ἐντεῦθεν καὶ ὁδὸν ἡμέρας ἐντεῦθεν κύκλῳ τῆς παρεμβολῆς ὡσεὶ δίπηχυ ἀπὸ τῆς γῆς.
Verse: 32    
καὶ ἀναστὰς λαὸς ὅλην τὴν ἡμέραν καὶ ὅλην τὴν νύκτα καὶ ὅλην τὴν ἡμέραν τὴν ἐπαύριον καὶ συνήγαγον τὴν ὀρτυγομήτραν, τὸ ὀλίγον συνήγαγεν δέκα κόρους, καὶ ἔψυξαν ἑαυτοῖς ψυγμοὺς κύκλῳ τῆς παρεμβολῆς.
Verse: 33    
τὰ κρέα ἔτι ἦν ἐν τοῖς ὀδοῦσιν αὐτῶν πρὶν ἐκλείπειν, καὶ κύριος ἐθυμώθη εἰς τὸν λαόν, καὶ ἐπάταξεν κύριος τὸν λαὸν πληγὴν μεγάλην σϕόδρα.
Verse: 34    
καὶ ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου Μνήματα τῆς ἐπιθυμίας, ὅτι ἐκεῖ ἔθαψαν τὸν λαὸν τὸν ἐπιθυμητήν.
Verse: 35    
᾽Απὸ Μνημάτων ἐπιθυμίας ἐξῆρεν λαὸς εἰς Ασηρωθ, καὶ ἐγένετο λαὸς ἐν Ασηρωθ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.