TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 203
Previous part

Chapter: 16 
Verse: 1    Καὶ ἐγένετο τὰ ὅρια υἱῶν Ιωσηϕ ἀπὸ τοῦ Ιορδάνου τοῦ κατὰ Ιεριχω ἀπ' ἀνατολῶν καὶ ἀναβήσεται ἀπὸ Ιεριχω εἰς τὴν ὀρεινὴν τὴν ἔρημον εἰς Βαιθηλ Λουζα
Verse: 2    
καὶ ἐξελεύσεται εἰς Βαιθηλ καὶ παρελεύσεται ἐπὶ τὰ ὅρια τοῦ Χαταρωθι
Verse: 3    
καὶ διελεύσεται ἐπὶ τὴν θάλασσαν ἐπὶ τὰ ὅρια Απταλιμ ἕως τῶν ὁρίων Βαιθωρων τὴν κάτω, καὶ ἔσται διέξοδος αὐτῶν ἐπὶ τὴν θάλασσαν.
Verse: 4    
Καὶ ἐκληρονόμησαν οἱ υἱοὶ Ιωσηϕ, Εϕραιμ καὶ Μανασση·
Verse: 5    
καὶ ἐγενήθη ὅρια υἱῶν Εϕραιμ κατὰ δήμους αὐτῶν· καὶ ἐγενήθη τὰ ὅρια τῆς κληρονομίας αὐτῶν ἀπὸ ἀνατολῶν Αταρωθ καὶ Εροκ ἕως Βαιθωρων τὴν ἄνω καὶ Γαζαρα,
Verse: 6    
καὶ διελεύσεται τὰ ὅρια ἐπὶ τὴν θάλασσαν εἰς Ικασμων ἀπὸ βορρᾶ Θερμα, περιελεύσεται ἐπὶ ἀνατολὰς εἰς Θηνασα καὶ Σελλησα καὶ παρελεύσεται ἀπ' ἀνατολῶν εἰς Ιανωκα
Verse: 7    
καὶ εἰς Μαχω καὶ Αταρωθ καὶ αἱ κῶμαι αὐτῶν καὶ ἐλεύσεται ἐπὶ Ιεριχω καὶ διεκβαλεῖ ἐπὶ τὸν Ιορδάνην,
Verse: 8    
καὶ ἀπὸ Ταϕου πορεύσεται τὰ ὅρια ἐπὶ θάλασσαν ἐπὶ Χελκανα, καὶ ἔσται διέξοδος αὐτῶν ἐπὶ θάλασσαν· αὕτη κληρονομία ϕυλῆς Εϕραιμ κατὰ δήμους αὐτῶν.
Verse: 9    
καὶ αἱ πόλεις αἱ ἀϕορισθεῖσαι τοῖς υἱοῖς Εϕραιμ ἀνὰ μέσον τῆς κληρονομίας υἱῶν Μανασση, πᾶσαι αἱ πόλεις καὶ αἱ κῶμαι αὐτῶν.
Verse: 10    
καὶ οὐκ ἀπώλεσεν Εϕραιμ τὸν Χαναναῖον τὸν κατοικοῦντα ἐν Γαζερ, καὶ κατῴκει Χαναναῖος ἐν τῷ Εϕραιμ ἕως τῆς ἡμέρας ταύτης, ἕως ἀνέβη Φαραω βασιλεὺς Αἰγύπτου καὶ ἔλαβεν αὐτὴν καὶ ἐνέπρησεν αὐτὴν ἐν πυρί, καὶ τοὺς Χαναναίους καὶ τοὺς Φερεζαίους καὶ τοὺς κατοικοῦντας ἐν Γαζερ ἐξεκέντησαν, καὶ ἔδωκεν αὐτὴν Φαραω ἐν ϕερνῇ τῇ θυγατρὶ αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.