TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 251
Chapter: 16
Verse: 1
Καὶ
ἐπορεύθη
Σαμψων
εἰς
Γάζαν
·
καὶ
εἶδεν
ἐκεῖ
γυναῖκα
πόρνην
καὶ
εἰσῆλθεν
πρὸς
αὐτήν
.
Verse: 2
καὶ
ἀνηγγέλη
τοῖς
Γαζαίοις
λέγοντες
῞Ηκει
Σαμψων
ὧδε
.
καὶ
ἐκύκλωσαν
καὶ
ἐνήδρευσαν
ἐπ
'
αὐτὸν
ὅλην
τὴν
νύκτα
ἐν
τῇ
πύλῃ
τῆς
πόλεως
καὶ
ἐκώϕευσαν
ὅλην
τὴν
νύκτα
λέγοντες
῞Εως
διαϕαύσῃ
ὁ
ὄρθρος
,
καὶ
ϕονεύσωμεν
αὐτόν
.
Verse: 3
καὶ
ἐκοιμήθη
Σαμψων
ἕως
μεσονυκτίου
·
καὶ
ἀνέστη
ἐν
ἡμίσει
τῆς
νυκτὸς
καὶ
ἐπελάβετο
τῶν
θυρῶν
τῆς
πύλης
τῆς
πόλεως
σὺν
τοῖς
δυσὶ
σταθμοῖς
καὶ
ἀνεβάστασεν
αὐτὰς
σὺν
τῷ
μοχλῷ
καὶ
ἔθηκεν
ἐπ
'
ὤμων
αὐτοῦ
καὶ
ἀνέβη
ἐπὶ
τὴν
κορυϕὴν
τοῦ
ὄρους
τοῦ
ἐπὶ
προσώπου
Χεβρων
καὶ
ἔθηκεν
αὐτὰ
ἐκεῖ
.
Verse: 4
Καὶ
ἐγένετο
μετὰ
τοῦτο
καὶ
ἠγάπησεν
γυναῖκα
ἐν
Αλσωρηχ
,
καὶ
ὄνομα
αὐτῇ
Δαλιδα
.
Verse: 5
καὶ
ἀνέβησαν
πρὸς
αὐτὴν
οἱ
ἄρχοντες
τῶν
ἀλλοϕύλων
καὶ
εἶπαν
αὐτῇ
᾽Απάτησον
αὐτὸν
καὶ
ἰδὲ
ἐν
τίνι
ἡ
ἰσχὺς
αὐτοῦ
ἡ
μεγάλη
καὶ
ἐν
τίνι
δυνησόμεθα
αὐτῷ
καὶ
δήσομεν
αὐτὸν
τοῦ
ταπεινῶσαι
αὐτόν
,
καὶ
ἡμεῖς
δώσομέν
σοι
ἀνὴρ
χιλίους
καὶ
ἑκατὸν
ἀργυρίου
.
Verse: 6
καὶ
εἶπεν
Δαλιδα
πρὸς
Σαμψων
᾽Απάγγειλον
δή
μοι
ἐν
τίνι
ἡ
ἰσχύς
σου
ἡ
μεγάλη
καὶ
ἐν
τίνι
δεθήσῃ
τοῦ
ταπεινωθῆναί
σε
.
Verse: 7
καὶ
εἶπεν
πρὸς
αὐτὴν
Σαμψων
᾽Εὰν
δήσωσίν
με
ἐν
ἑπτὰ
νευρέαις
ὑγραῖς
μὴ
διεϕθαρμέναις
,
καὶ
ἀσθενήσω
καὶ
ἔσομαι
ὡς
εἷς
τῶν
ἀνθρώπων
.
Verse: 8
καὶ
ἀνήνεγκαν
αὐτῇ
οἱ
ἄρχοντες
τῶν
ἀλλοϕύλων
ἑπτὰ
νευρὰς
ὑγρὰς
μὴ
διεϕθαρμένας
,
καὶ
ἔδησεν
αὐτὸν
ἐν
αὐταῖς
·
Verse: 9
καὶ
τὸ
ἔνεδρον
αὐτῇ
ἐκάθητο
ἐν
τῷ
ταμιείῳ
·
καὶ
εἶπεν
αὐτῷ
᾽Αλλόϕυλοι
ἐπὶ
σέ
,
Σαμψων
·
καὶ
διέσπασεν
τὰς
νευρέας
,
ὡς
εἴ
τις
ἀποσπάσοι
στρέμμα
στιππύου
ἐν
τῷ
ὀσϕρανθῆναι
αὐτὸ
πυρός
·
καὶ
οὐκ
ἐγνώσθη
ἡ
ἰσχὺς
αὐτοῦ
.
Verse: 10
καὶ
εἶπεν
Δαλιδα
πρὸς
Σαμψων
᾽Ιδοὺ
ἐπλάνησάς
με
καὶ
ἐλάλησας
πρός
με
ψευδῆ
·
νῦν
οὖν
ἀνάγγειλόν
μοι
ἐν
τίνι
δεθήσῃ
.
Verse: 11
καὶ
εἶπεν
πρὸς
αὐτήν
᾽Εὰν
δεσμεύοντες
δήσωσίν
με
ἐν
καλωδίοις
καινοῖς
,
οἷς
οὐκ
ἐγένετο
ἐν
αὐτοῖς
ἔργον
,
καὶ
ἀσθενήσω
καὶ
ἔσομαι
ὡς
εἷς
τῶν
ἀνθρώπων
.
Verse: 12
καὶ
ἔλαβεν
Δαλιδα
καλώδια
καινὰ
καὶ
ἔδησεν
αὐτὸν
ἐν
αὐτοῖς
·
καὶ
τὰ
ἔνεδρα
ἐξῆλθεν
ἐκ
τοῦ
ταμιείου
·
καὶ
εἶπεν
᾽Αλλόϕυλοι
ἐπὶ
σέ
,
Σαμψων
·
καὶ
διέσπασεν
αὐτὰ
ἀπὸ
βραχιόνων
αὐτοῦ
ὡς
σπαρτίον
.
Verse: 13
καὶ
εἶπεν
Δαλιδα
πρὸς
Σαμψων
᾽Ιδοὺ
ἐπλάνησάς
με
καὶ
ἐλάλησας
πρὸς
ἐμὲ
ψευδῆ
·
ἀπάγγειλον
δή
μοι
ἐν
τίνι
δεθήσῃ
.
καὶ
εἶπεν
πρὸς
αὐτήν
᾽Εὰν
ὑϕάνῃς
τὰς
ἑπτὰ
σειρὰς
τῆς
κεϕαλῆς
μου
σὺν
τῷ
διάσματι
καὶ
ἐγκρούσῃς
τῷ
πασσάλῳ
εἰς
τὸν
τοῖχον
,
καὶ
ἔσομαι
ὡς
εἷς
τῶν
ἀνθρώπων
ἀσθενής
.
Verse: 14
καὶ
ἐγένετο
ἐν
τῷ
κοιμᾶσθαι
αὐτὸν
καὶ
ἔλαβεν
Δαλιδα
τὰς
ἑπτὰ
σειρὰς
τῆς
κεϕαλῆς
αὐτοῦ
καὶ
ὕϕανεν
ἐν
τῷ
διάσματι
καὶ
ἔπηξεν
τῷ
πασσάλῳ
εἰς
τὸν
τοῖχον
καὶ
εἶπεν
᾽Αλλόϕυλοι
ἐπὶ
σέ
,
Σαμψων
·
καὶ
ἐξυπνίσθη
ἐκ
τοῦ
ὕπνου
αὐτοῦ
καὶ
ἐξῆρεν
τὸν
πάσσαλον
τοῦ
ὑϕάσματος
ἐκ
τοῦ
τοίχου
.
Verse: 15
καὶ
εἶπεν
Δαλιδα
πρὸς
Σαμψων
Πῶς
λέγεις
᾽Ηγάπηκά
σε
,
καὶ
οὐκ
ἔστιν
ἡ
καρδία
σου
μετ
'
ἐμοῦ
;
τοῦτο
τρίτον
ἐπλάνησάς
με
καὶ
οὐκ
ἀπήγγειλάς
μοι
ἐν
τίνι
ἡ
ἰσχύς
σου
ἡ
μεγάλη
.
Verse: 16
καὶ
ἐγένετο
ὅτε
ἐξέθλιψεν
αὐτὸν
ἐν
λόγοις
αὐτῆς
πάσας
τὰς
ἡμέρας
καὶ
ἐστενοχώρησεν
αὐτόν
,
καὶ
ὠλιγοψύχησεν
ἕως
τοῦ
ἀποθανεῖν
·
Verse: 17
καὶ
ἀνήγγειλεν
αὐτῇ
τὴν
πᾶσαν
καρδίαν
αὐτοῦ
καὶ
εἶπεν
αὐτῇ
Σίδηρος
οὐκ
ἀνέβη
ἐπὶ
τὴν
κεϕαλήν
μου
,
ὅτι
ἅγιος
θεοῦ
ἐγώ
εἰμι
ἀπὸ
κοιλίας
μητρός
μου
·
ἐὰν
οὖν
ξυρήσωμαι
,
ἀποστήσεται
ἀπ
'
ἐμοῦ
ἡ
ἰσχύς
μου
,
καὶ
ἀσθενήσω
καὶ
ἔσομαι
ὡς
πάντες
οἱ
ἄνθρωποι
.
Verse: 18
καὶ
εἶδεν
Δαλιδα
ὅτι
ἀπήγγειλεν
αὐτῇ
πᾶσαν
τὴν
καρδίαν
αὐτοῦ
,
καὶ
ἀπέστειλεν
καὶ
ἐκάλεσεν
τοὺς
ἄρχοντας
τῶν
ἀλλοϕύλων
λέγουσα
᾽Ανάβητε
ἔτι
τὸ
ἅπαξ
τοῦτο
,
ὅτι
ἀπήγγειλέν
μοι
τὴν
πᾶσαν
καρδίαν
αὐτοῦ
·
καὶ
ἀνέβησαν
πρὸς
αὐτὴν
οἱ
ἄρχοντες
τῶν
ἀλλοϕύλων
καὶ
ἀνήνεγκαν
τὸ
ἀργύριον
ἐν
χερσὶν
αὐτῶν
.
Verse: 19
καὶ
ἐκοίμισεν
Δαλιδα
τὸν
Σαμψων
ἐπὶ
τὰ
γόνατα
αὐτῆς
·
καὶ
ἐκάλεσεν
ἄνδρα
,
καὶ
ἐξύρησεν
τὰς
ἑπτὰ
σειρὰς
τῆς
κεϕαλῆς
αὐτοῦ
·
καὶ
ἤρξατο
ταπεινῶσαι
αὐτόν
,
καὶ
ἀπέστη
ἡ
ἰσχὺς
αὐτοῦ
ἀπ
'
αὐτοῦ
.
Verse: 20
καὶ
εἶπεν
Δαλιδα
᾽Αλλόϕυλοι
ἐπὶ
σέ
,
Σαμψων
.
καὶ
ἐξυπνίσθη
ἐκ
τοῦ
ὕπνου
αὐτοῦ
καὶ
εἶπεν
᾽Εξελεύσομαι
ὡς
ἅπαξ
καὶ
ἅπαξ
καὶ
ἐκτιναχθήσομαι
·
καὶ
αὐτὸς
οὐκ
ἔγνω
ὅτι
ἀπέστη
ὁ
κύριος
ἀπάνωθεν
αὐτοῦ
.
Verse: 21
καὶ
ἐκράτησαν
αὐτὸν
οἱ
ἀλλόϕυλοι
καὶ
ἐξέκοψαν
τοὺς
ὀϕθαλμοὺς
αὐτοῦ
·
καὶ
κατήνεγκαν
αὐτὸν
εἰς
Γάζαν
καὶ
ἐπέδησαν
αὐτὸν
ἐν
πέδαις
χαλκείαις
,
καὶ
ἦν
ἀλήθων
ἐν
οἴκῳ
τοῦ
δεσμωτηρίου
.
Verse: 22
Καὶ
ἤρξατο
θρὶξ
τῆς
κεϕαλῆς
αὐτοῦ
βλαστάνειν
,
καθὼς
ἐξυρήσατο
.
Verse: 23
καὶ
οἱ
ἄρχοντες
τῶν
ἀλλοϕύλων
συνήχθησαν
θῦσαι
θυσίασμα
μέγα
τῷ
Δαγων
θεῷ
αὐτῶν
καὶ
εὐϕρανθῆναι
καὶ
εἶπαν
῎Εδωκεν
ὁ
θεὸς
ἐν
χειρὶ
ἡμῶν
τὸν
Σαμψων
τὸν
ἐχθρὸν
ἡμῶν
.
Verse: 24
καὶ
εἶδαν
αὐτὸν
ὁ
λαὸς
καὶ
ὕμνησαν
τὸν
θεὸν
αὐτῶν
ὅτι
Παρέδωκεν
ὁ
θεὸς
ἡμῶν
τὸν
ἐχθρὸν
ἡμῶν
ἐν
χειρὶ
ἡμῶν
τὸν
ἐρημοῦντα
τὴν
γῆν
ἡμῶν
καὶ
ὃς
ἐπλήθυνεν
τοὺς
τραυματίας
ἡμῶν
.
Verse: 25
καὶ
ὅτε
ἠγαθύνθη
ἡ
καρδία
αὐτῶν
,
καὶ
εἶπαν
Καλέσατε
τὸν
Σαμψων
ἐξ
οἴκου
ϕυλακῆς
,
καὶ
παιξάτω
ἐνώπιον
ἡμῶν
.
καὶ
ἐκάλεσαν
τὸν
Σαμψων
ἀπὸ
οἴκου
δεσμωτηρίου
,
καὶ
ἔπαιζεν
ἐνώπιον
αὐτῶν
,
καὶ
ἐρράπιζον
αὐτὸν
καὶ
ἔστησαν
αὐτὸν
ἀνὰ
μέσον
τῶν
κιόνων
.
Verse: 26
καὶ
εἶπεν
Σαμψων
πρὸς
τὸν
νεανίαν
τὸν
κρατοῦντα
τὴν
χεῖρα
αὐτοῦ
῎Αϕες
με
καὶ
ψηλαϕήσω
τοὺς
κίονας
,
ἐϕ
'
οἷς
ὁ
οἶκος
στήκει
ἐπ
'
αὐτούς
,
καὶ
ἐπιστηριχθήσομαι
ἐπ
'
αὐτούς
.
Verse: 27
καὶ
ὁ
οἶκος
πλήρης
τῶν
ἀνδρῶν
καὶ
τῶν
γυναικῶν
,
καὶ
ἐκεῖ
πάντες
οἱ
ἄρχοντες
τῶν
ἀλλοϕύλων
,
καὶ
ἐπὶ
τὸ
δῶμα
ὡς
ἑπτακόσιοι
ἄνδρες
καὶ
γυναῖκες
οἱ
θεωροῦντες
ἐν
παιγνίαις
Σαμψων
.
Verse: 28
καὶ
ἔκλαυσεν
Σαμψων
πρὸς
κύριον
καὶ
εἶπεν
Αδωναιε
κύριε
,
μνήσθητι
δή
μου
νῦν
καὶ
ἐνίσχυσόν
με
ἔτι
τὸ
ἅπαξ
τοῦτο
,
θεέ
,
καὶ
ἀνταποδώσω
ἀνταπόδοσιν
μίαν
περὶ
τῶν
δύο
ὀϕθαλμῶν
μου
τοῖς
ἀλλοϕύλοις
.
Verse: 29
καὶ
περιέλαβεν
Σαμψων
τοὺς
δύο
κίονας
τοῦ
οἴκου
,
ἐϕ
'
οὓς
ὁ
οἶκος
εἱστήκει
,
καὶ
ἐπεστηρίχθη
ἐπ
'
αὐτοὺς
καὶ
ἐκράτησεν
ἕνα
τῇ
δεξιᾷ
αὐτοῦ
καὶ
ἕνα
τῇ
ἀριστερᾷ
αὐτοῦ
.
Verse: 30
καὶ
εἶπεν
Σαμψων
᾽Αποθανέτω
ψυχή
μου
μετὰ
ἀλλοϕύλων
·
καὶ
ἐβάσταξεν
ἐν
ἰσχύι
,
καὶ
ἔπεσεν
ὁ
οἶκος
ἐπὶ
τοὺς
ἄρχοντας
καὶ
ἐπὶ
πάντα
τὸν
λαὸν
τὸν
ἐν
αὐτῷ
·
καὶ
ἦσαν
οἱ
τεθνηκότες
,
οὓς
ἐθανάτωσεν
Σαμψων
ἐν
τῷ
θανάτῳ
αὐτοῦ
,
πλείους
ἢ
οὓς
ἐθανάτωσεν
ἐν
τῇ
ζωῇ
αὐτοῦ
.
Verse: 31
καὶ
κατέβησαν
οἱ
ἀδελϕοὶ
αὐτοῦ
καὶ
ὁ
οἶκος
τοῦ
πατρὸς
αὐτοῦ
καὶ
ἔλαβον
αὐτὸν
καὶ
ἀνέβησαν
καὶ
ἔθαψαν
αὐτὸν
ἀνὰ
μέσον
Σαραα
καὶ
ἀνὰ
μέσον
Εσθαολ
ἐν
τῷ
τάϕῳ
Μανωε
τοῦ
πατρὸς
αὐτοῦ
.
καὶ
αὐτὸς
ἔκρινεν
τὸν
Ισραηλ
εἴκοσι
ἔτη
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.