TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 267
Previous part

Chapter: 7 
Verse: 1    καὶ ἔρχονται οἱ ἄνδρες Καριαθιαριμ καὶ ἀνάγουσιν τὴν κιβωτὸν διαθήκης κυρίου καὶ εἰσάγουσιν αὐτὴν εἰς οἶκον Αμιναδαβ τὸν ἐν τῷ βουνῷ· καὶ τὸν Ελεαζαρ υἱὸν αὐτοῦ ἡγίασαν ϕυλάσσειν τὴν κιβωτὸν διαθήκης κυρίου.
Verse: 2    
Καὶ ἐγενήθη ἀϕ' ἧς ἡμέρας ἦν κιβωτὸς ἐν Καριαθιαριμ, ἐπλήθυναν αἱ ἡμέραι καὶ ἐγένοντο εἴκοσι ἔτη, καὶ ἐπέβλεψεν πᾶς οἶκος Ισραηλ ὀπίσω κυρίου.
Verse: 3    
καὶ εἶπεν Σαμουηλ πρὸς πάντα οἶκον Ισραηλ λέγων Εἰ ἐν ὅλῃ καρδίᾳ ὑμῶν ὑμεῖς ἐπιστρέϕετε πρὸς κύριον, περιέλετε τοὺς θεοὺς τοὺς ἀλλοτρίους ἐκ μέσου ὑμῶν καὶ τὰ ἄλση καὶ ἑτοιμάσατε τὰς καρδίας ὑμῶν πρὸς κύριον καὶ δουλεύσατε αὐτῷ μόνῳ, καὶ ἐξελεῖται ὑμᾶς ἐκ χειρὸς ἀλλοϕύλων.
Verse: 4    
καὶ περιεῖλον οἱ υἱοὶ Ισραηλ τὰς Βααλιμ καὶ τὰ ἄλση Ασταρωθ καὶ ἐδούλευσαν κυρίῳ μόνῳ.
Verse: 5    
καὶ εἶπεν Σαμουηλ ᾽Αθροίσατε πάντα Ισραηλ εἰς Μασσηϕαθ, καὶ προσεύξομαι περὶ ὑμῶν πρὸς κύριον.
Verse: 6    
καὶ συνήχθησαν εἰς Μασσηϕαθ καὶ ὑδρεύονται ὕδωρ καὶ ἐξέχεαν ἐνώπιον κυρίου ἐπὶ τὴν γῆν καὶ ἐνήστευσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ εἶπαν ῾Ημαρτήκαμεν ἐνώπιον κυρίου· καὶ ἐδίκαζεν Σαμουηλ τοὺς υἱοὺς Ισραηλ εἰς Μασσηϕαθ.
Verse: 7    
καὶ ἤκουσαν οἱ ἀλλόϕυλοι ὅτι συνηθροίσθησαν πάντες οἱ υἱοὶ Ισραηλ εἰς Μασσηϕαθ, καὶ ἀνέβησαν σατράπαι ἀλλοϕύλων ἐπὶ Ισραηλ· καὶ ἀκούουσιν οἱ υἱοὶ Ισραηλ καὶ ἐϕοβήθησαν ἀπὸ προσώπου ἀλλοϕύλων.
Verse: 8    
καὶ εἶπαν οἱ υἱοὶ Ισραηλ πρὸς Σαμουηλ Μὴ παρασιωπήσῃς ἀϕ' ἡμῶν τοῦ μὴ βοᾶν πρὸς κύριον θεόν σου, καὶ σώσει ἡμᾶς ἐκ χειρὸς ἀλλοϕύλων.
Verse: 9    
καὶ ἔλαβεν Σαμουηλ ἄρνα γαλαθηνὸν ἕνα καὶ ἀνήνεγκεν αὐτὸν ὁλοκαύτωσιν σὺν παντὶ τῷ λαῷ τῷ κυρίῳ, καὶ ἐβόησεν Σαμουηλ πρὸς κύριον περὶ Ισραηλ, καὶ ἐπήκουσεν αὐτοῦ κύριος.
Verse: 10    
καὶ ἦν Σαμουηλ ἀναϕέρων τὴν ὁλοκαύτωσιν, καὶ ἀλλόϕυλοι προσῆγον εἰς πόλεμον ἐπὶ Ισραηλ. καὶ ἐβρόντησεν κύριος ἐν ϕωνῇ μεγάλῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπὶ τοὺς ἀλλοϕύλους, καὶ συνεχύθησαν καὶ ἔπταισαν ἐνώπιον Ισραηλ.
Verse: 11    
καὶ ἐξῆλθαν ἄνδρες Ισραηλ ἐκ Μασσηϕαθ καὶ κατεδίωξαν τοὺς ἀλλοϕύλους καὶ ἐπάταξαν αὐτοὺς ἕως ὑποκάτω τοῦ Βαιθχορ.
Verse: 12    
καὶ ἔλαβεν Σαμουηλ λίθον ἕνα καὶ ἔστησεν αὐτὸν ἀνὰ μέσον Μασσηϕαθ καὶ ἀνὰ μέσον τῆς παλαιᾶς καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Αβενεζερ, Λίθος τοῦ βοηθοῦ, καὶ εἶπεν ῞Εως ἐνταῦθα ἐβοήθησεν ἡμῖν κύριος.
Verse: 13    
καὶ ἐταπείνωσεν κύριος τοὺς ἀλλοϕύλους, καὶ οὐ προσέθεντο ἔτι προσελθεῖν εἰς ὅριον Ισραηλ· καὶ ἐγενήθη χεὶρ κυρίου ἐπὶ τοὺς ἀλλοϕύλους πάσας τὰς ἡμέρας τοῦ Σαμουηλ.
Verse: 14    
καὶ ἀπεδόθησαν αἱ πόλεις, ἃς ἔλαβον οἱ ἀλλόϕυλοι παρὰ τῶν υἱῶν Ισραηλ, καὶ ἀπέδωκαν αὐτὰς τῷ Ισραηλ ἀπὸ ᾽Ασκαλῶνος ἕως Αζοβ, καὶ τὸ ὅριον Ισραηλ ἀϕείλαντο ἐκ χειρὸς ἀλλοϕύλων. καὶ ἦν εἰρήνη ἀνὰ μέσον Ισραηλ καὶ ἀνὰ μέσον τοῦ Αμορραίου.
Verse: 15    
καὶ ἐδίκαζεν Σαμουηλ τὸν Ισραηλ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ·
Verse: 16    
καὶ ἐπορεύετο κατ' ἐνιαυτὸν ἐνιαυτὸν καὶ ἐκύκλου Βαιθηλ καὶ τὴν Γαλγαλα καὶ τὴν Μασσηϕαθ καὶ ἐδίκαζεν τὸν Ισραηλ ἐν πᾶσι τοῖς ἡγιασμένοις τούτοις,
Verse: 17    
δὲ ἀποστροϕὴ αὐτοῦ εἰς Αρμαθαιμ, ὅτι ἐκεῖ ἦν οἶκος αὐτοῦ, καὶ ἐδίκαζεν ἐκεῖ τὸν Ισραηλ καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ κυρίῳ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.