TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 439
Previous part

Chapter: 3 
Verse: 1    Καὶ ἔϕθασεν μὴν ἕβδομος καὶ οἱ υἱοὶ Ισραηλ ἐν πόλεσιν αὐτῶν καὶ συνήχθη λαὸς ὡς ἀνὴρ εἷς εἰς Ιερουσαλημ.
Verse: 2    
καὶ ἀνέστη ᾽Ιησοῦς τοῦ Ιωσεδεκ καὶ οἱ ἀδελϕοὶ αὐτοῦ ἱερεῖς καὶ Ζοροβαβελ τοῦ Σαλαθιηλ καὶ οἱ ἀδελϕοὶ αὐτοῦ καὶ ᾠκοδόμησαν τὸ θυσιαστήριον θεοῦ Ισραηλ τοῦ ἀνενέγκαι ἐπ' αὐτὸ ὁλοκαυτώσεις κατὰ τὰ γεγραμμένα ἐν νόμῳ Μωυσῆ ἀνθρώπου τοῦ θεοῦ.
Verse: 3    
καὶ ἡτοίμασαν τὸ θυσιαστήριον ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ, ὅτι ἐν καταπλήξει ἐπ' αὐτοὺς ἀπὸ τῶν λαῶν τῶν γαιῶν, καὶ ἀνέβη ἐπ' αὐτὸ ὁλοκαύτωσις τῷ κυρίῳ τὸ πρωὶ καὶ εἰς ἑσπέραν.
Verse: 4    
καὶ ἐποίησαν τὴν ἑορτὴν τῶν σκηνῶν κατὰ τὸ γεγραμμένον καὶ ὁλοκαυτώσεις ἡμέραν ἐν ἡμέρᾳ ἐν ἀριθμῷ ὡς κρίσις λόγον ἡμέρας ἐν ἡμέρᾳ αὐτοῦ
Verse: 5    
καὶ μετὰ τοῦτο ὁλοκαυτώσεις ἐνδελεχισμοῦ καὶ εἰς τὰς νουμηνίας καὶ εἰς πάσας ἑορτὰς τὰς ἡγιασμένας καὶ παντὶ ἑκουσιαζομένῳ ἑκούσιον τῷ κυρίῳ.
Verse: 6    
ἐν ἡμέρᾳ μιᾷ τοῦ μηνὸς τοῦ ἑβδόμου ἤρξαντο ἀναϕέρειν ὁλοκαυτώσεις τῷ κυρίῳ· καὶ οἶκος κυρίου οὐκ ἐθεμελιώθη.
Verse: 7    
καὶ ἔδωκαν ἀργύριον τοῖς λατόμοις καὶ τοῖς τέκτοσιν καὶ βρώματα καὶ ποτὰ καὶ ἔλαιον τοῖς Σηδανιν καὶ τοῖς Σωριν ἐνέγκαι ξύλα κέδρινα ἀπὸ τοῦ Λιβάνου πρὸς θάλασσαν Ιόππης κατ' ἐπιχώρησιν Κύρου βασιλέως Περσῶν ἐπ' αὐτούς.
Verse: 8    
καὶ ἐν τῷ ἔτει τῷ δευτέρῳ τοῦ ἐλθεῖν αὐτοὺς εἰς οἶκον τοῦ θεοῦ εἰς Ιερουσαλημ ἐν μηνὶ τῷ δευτέρῳ ἤρξατο Ζοροβαβελ τοῦ Σαλαθιηλ καὶ ᾽Ιησοῦς τοῦ Ιωσεδεκ καὶ οἱ κατάλοιποι τῶν ἀδελϕῶν αὐτῶν οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ πάντες οἱ ἐρχόμενοι ἀπὸ τῆς αἰχμαλωσίας εἰς Ιερουσαλημ καὶ ἔστησαν τοὺς Λευίτας ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω ἐπὶ τοὺς ποιοῦντας τὰ ἔργα ἐν οἴκῳ κυρίου.
Verse: 9    
καὶ ἔστη ᾽Ιησοῦς καὶ οἱ υἱοὶ αὐτοῦ καὶ οἱ ἀδελϕοὶ αὐτοῦ, Καδμιηλ καὶ οἱ υἱοὶ αὐτοῦ υἱοὶ Ιουδα, ἐπὶ τοὺς ποιοῦντας τὰ ἔργα ἐν οἴκῳ τοῦ θεοῦ, υἱοὶ Ηναδαδ, υἱοὶ αὐτῶν καὶ ἀδελϕοὶ αὐτῶν οἱ Λευῖται.
Verse: 10    
καὶ ἐθεμελίωσαν τοῦ οἰκοδομῆσαι τὸν οἶκον κυρίου, καὶ ἔστησαν οἱ ἱερεῖς ἐστολισμένοι ἐν σάλπιγξιν καὶ οἱ Λευῖται υἱοὶ Ασαϕ ἐν κυμβάλοις τοῦ αἰνεῖν τὸν κύριον ἐπὶ χεῖρας Δαυιδ βασιλέως Ισραηλ
Verse: 11    
καὶ ἀπεκρίθησαν ἐν αἴνῳ καὶ ἀνθομολογήσει τῷ κυρίῳ, ὅτι ἀγαθόν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ ἐπὶ Ισραηλ. καὶ πᾶς λαὸς ἐσήμαινον ϕωνὴν μεγάλην αἰνεῖν τῷ κυρίῳ ἐπὶ θεμελιώσει οἴκου κυρίου.
Verse: 12    
καὶ πολλοὶ ἀπὸ τῶν ἱερέων καὶ τῶν Λευιτῶν καὶ ἄρχοντες τῶν πατριῶν οἱ πρεσβύτεροι, οἳ εἴδοσαν τὸν οἶκον τὸν πρῶτον ἐν θεμελιώσει αὐτοῦ καὶ τοῦτον τὸν οἶκον ἐν ὀϕθαλμοῖς αὐτῶν, ἔκλαιον ϕωνῇ μεγάλῃ, καὶ ὄχλος ἐν σημασίᾳ μετ' εὐϕροσύνης τοῦ ὑψῶσαι ᾠδήν·
Verse: 13    
καὶ οὐκ ἦν λαὸς ἐπιγινώσκων ϕωνὴν σημασίας τῆς εὐϕροσύνης ἀπὸ τῆς ϕωνῆς τοῦ κλαυθμοῦ τοῦ λαοῦ, ὅτι λαὸς ἐκραύγασεν ϕωνῇ μεγάλῃ, καὶ ϕωνὴ ἠκούετο ἕως ἀπὸ μακρόθεν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.