TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 450
Previous part

Chapter: 4_(14) 
Verse: 1    Καὶ ἐγένετο ὡς ἤκουσεν Σαναβαλλατ καὶ Τωβια καὶ οἱ ῎Αραβες καὶ οἱ Αμμανῖται ὅτι ἀνέβη ϕυὴ τοῖς τείχεσιν Ιερουσαλημ, ὅτι ἤρξαντο αἱ διασϕαγαὶ ἀναϕράσσεσθαι, καὶ πονηρὸν αὐτοῖς ἐϕάνη σϕόδρα·
Verse: 2    
καὶ συνήχθησαν πάντες ἐπὶ τὸ αὐτὸ ἐλθεῖν παρατάξασθαι ἐν Ιερουσαλημ.
Verse: 3    
καὶ προσηυξάμεθα πρὸς τὸν θεὸν ἡμῶν καὶ ἐστήσαμεν προϕύλακας ἐπ' αὐτοὺς ἡμέρας καὶ νυκτὸς ἀπὸ προσώπου αὐτῶν.
Verse: 4    
καὶ εἶπεν Ιουδας Συνετρίβη ἰσχὺς τῶν ἐχθρῶν, καὶ χοῦς πολύς, καὶ ἡμεῖς οὐ δυνησόμεθα οἰκοδομεῖν ἐν τῷ τείχει.
Verse: 5    
καὶ εἶπαν οἱ θλίβοντες ἡμᾶς Οὐ γνώσονται καὶ οὐκ ὄψονται ἕως ὅτου ἔλθωμεν εἰς μέσον αὐτῶν καὶ ϕονεύσωμεν αὐτοὺς καὶ καταπαύσωμεν τὸ ἔργον.
Verse: 6    
καὶ ἐγένετο ὡς ἤλθοσαν οἱ Ιουδαῖοι οἱ οἰκοῦντες ἐχόμενα αὐτῶν καὶ εἴποσαν ἡμῖν ᾽Αναβαίνουσιν ἐκ πάντων τῶν τόπων ἐϕ' ἡμᾶς,
Verse: 7    
καὶ ἔστησα εἰς τὰ κατώτατα τοῦ τόπου κατόπισθεν τοῦ τείχους ἐν τοῖς σκεπεινοῖς καὶ ἔστησα τὸν λαὸν κατὰ δήμους μετὰ ῥομϕαιῶν αὐτῶν, λόγχας αὐτῶν καὶ τόξα αὐτῶν.
Verse: 8    
καὶ εἶδον καὶ ἀνέστην καὶ εἶπα πρὸς τοὺς ἐντίμους καὶ πρὸς τοὺς στρατηγοὺς καὶ πρὸς τοὺς καταλοίπους τοῦ λαοῦ Μὴ ϕοβηθῆτε ἀπὸ προσώπου αὐτῶν· μνήσθητε τοῦ θεοῦ ἡμῶν τοῦ μεγάλου καὶ ϕοβεροῦ καὶ παρατάξασθε περὶ τῶν ἀδελϕῶν ὑμῶν, υἱῶν ὑμῶν καὶ θυγατέρων ὑμῶν, γυναικῶν ὑμῶν καὶ οἴκων ὑμῶν.
Verse: 9    
καὶ ἐγένετο ἡνίκα ἤκουσαν οἱ ἐχθροὶ ἡμῶν ὅτι ἐγνώσθη ἡμῖν καὶ διεσκέδασεν θεὸς τὴν βουλὴν αὐτῶν, καὶ ἐπεστρέψαμεν πάντες ἡμεῖς εἰς τὸ τεῖχος, ἀνὴρ εἰς τὸ ἔργον αὐτοῦ.
Verse: 10    
καὶ ἐγένετο ἀπὸ τῆς ἡμέρας ἐκείνης ἥμισυ τῶν ἐκτετιναγμένων ἐποίουν τὸ ἔργον, καὶ ἥμισυ αὐτῶν ἀντείχοντο, καὶ λόγχαι καὶ θυρεοὶ καὶ τὰ τόξα καὶ οἱ θώρακες καὶ οἱ ἄρχοντες ὀπίσω παντὸς οἴκου Ιουδα
Verse: 11    
τῶν οἰκοδομούντων ἐν τῷ τείχει. καὶ οἱ αἴροντες ἐν τοῖς ἀρτῆρσιν ἐν ὅπλοις· ἐν μιᾷ χειρὶ ἐποίει αὐτὸ τὸ ἔργον, καὶ μία ἐκράτει τὴν βολίδα.
Verse: 12    
καὶ οἱ οἰκοδόμοι ἀνὴρ ῥομϕαίαν αὐτοῦ ἐζωσμένος ἐπὶ τὴν ὀσϕὺν αὐτοῦ καὶ ᾠκοδομοῦσαν, καὶ σαλπίζων ἐν τῇ κερατίνῃ ἐχόμενα αὐτοῦ.
Verse: 13    
καὶ εἶπα πρὸς τοὺς ἐντίμους καὶ πρὸς τοὺς ἄρχοντας καὶ πρὸς τοὺς καταλοίπους τοῦ λαοῦ Τὸ ἔργον πλατὺ καὶ πολύ, καὶ ἡμεῖς σκορπιζόμεθα ἐπὶ τοῦ τείχους μακρὰν ἀνὴρ ἀπὸ τοῦ ἀδελϕοῦ αὐτοῦ·
Verse: 14    
ἐν τόπῳ, οὗ ἐὰν ἀκούσητε τὴν ϕωνὴν τῆς κερατίνης, ἐκεῖ συναχθήσεσθε πρὸς ἡμᾶς, καὶ θεὸς ἡμῶν πολεμήσει περὶ ἡμῶν.
Verse: 15    
καὶ ἡμεῖς ποιοῦντες τὸ ἔργον, καὶ ἥμισυ αὐτῶν κρατοῦντες τὰς λόγχας ἀπὸ ἀναβάσεως τοῦ ὄρθρου ἕως ἐξόδου τῶν ἄστρων.
Verse: 16    
καὶ ἐν τῷ καιρῷ ἐκείνῳ εἶπα τῷ λαῷ Αὐλίσθητε ἐν μέσῳ Ιερουσαλημ, καὶ ἔστω ὑμῖν νὺξ προϕυλακὴ καὶ ἡμέρα ἔργον.
Verse: 17    
καὶ ἤμην ἐγὼ καὶ οἱ ἄνδρες τῆς προϕυλακῆς ὀπίσω μου, καὶ οὐκ ἦν ἐξ ἡμῶν ἐκδιδυσκόμενος ἀνὴρ τὰ ἱμάτια αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.