TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 575
Previous part

Chapter: 6 
Verse: 1  Εἰς τὸ τέλος, ἐν ὕμνοις, ὑπὲρ τῆς ὀγδόης·
ψαλμὸς τῷ Δαυιδ.
Verse: 2 
Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με
μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.
Verse: 3 
ἐλέησόν με, κύριε, ὅτι ἀσθενής εἰμι·
ἴασαί με, κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου,
Verse: 4 
καὶ ψυχή μου ἐταράχθη σϕόδρα·
καὶ σύ, κύριε, ἕως πότε;
Verse: 5 
ἐπίστρεψον, κύριε, ῥῦσαι τὴν ψυχήν μου,
σῶσόν με ἕνεκεν τοῦ ἐλέους σου.
Verse: 6 
ὅτι οὐκ ἔστιν ἐν τῷ θανάτῳ μνημονεύων σου·
ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι;
Verse: 7 
ἐκοπίασα ἐν τῷ στεναγμῷ μου,
λούσω καθ' ἑκάστην νύκτα τὴν κλίνην μου,
ἐν δάκρυσίν μου τὴν στρωμνήν μου βρέξω.
Verse: 8 
ἐταράχθη ἀπὸ θυμοῦ ὀϕθαλμός μου,
ἐπαλαιώθην ἐν πᾶσιν τοῖς ἐχθροῖς μου.
Verse: 9 
ἀπόστητε ἀπ' ἐμοῦ, πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν,
ὅτι εἰσήκουσεν κύριος τῆς ϕωνῆς τοῦ κλαυθμοῦ μου·
Verse: 10 
εἰσήκουσεν κύριος τῆς δεήσεώς μου,
κύριος τὴν προσευχήν μου προσεδέξατο.
Verse: 11 
αἰσχυνθείησαν καὶ ταραχθείησαν σϕόδρα πάντες οἱ ἐχθροί μου,
ἀποστραϕείησαν καὶ καταισχυνθείησαν σϕόδρα διὰ τάχους.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.