TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 579
Previous part

Chapter: 10 
Verse: 1  Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ.
᾽Επὶ τῷ κυρίῳ πέποιθα· πᾶς ἐρεῖτε τῇ ψυχῇ μου
Μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον;
Verse: 2 
ὅτι ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον,
ἡτοίμασαν βέλη εἰς ϕαρέτραν
τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ τοὺς εὐθεῖς τῇ καρδίᾳ.
Verse: 3 
ὅτι κατηρτίσω, καθεῖλον·
δὲ δίκαιος τί ἐποίησεν;
Verse: 4 
κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ·
κύριος, ἐν οὐρανῷ θρόνος αὐτοῦ.
οἱ ὀϕθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσιν,
τὰ βλέϕαρα αὐτοῦ ἐξετάζει τοὺς υἱοὺς τῶν ἀνθρώπων.
Verse: 5 
κύριος ἐξετάζει τὸν δίκαιον καὶ τὸν ἀσεβῆ,
δὲ ἀγαπῶν ἀδικίαν μισεῖ τὴν ἑαυτοῦ ψυχήν.
Verse: 6 
ἐπιβρέξει ἐπὶ ἁμαρτωλοὺς παγίδας,
πῦρ καὶ θεῖον καὶ πνεῦμα καταιγίδος μερὶς τοῦ ποτηρίου αὐτῶν.
Verse: 7 
ὅτι δίκαιος κύριος καὶ δικαιοσύνας ἠγάπησεν,
εὐθύτητα εἶδεν τὸ πρόσωπον αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.