TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 591
Previous part

Chapter: 22 
Verse: 1  Ψαλμὸς τῷ Δαυιδ.
Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει.
Verse: 2 
εἰς τόπον χλόης, ἐκεῖ με κατεσκήνωσεν,
ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέν με,
Verse: 3 
τὴν ψυχήν μου ἐπέστρεψεν.
ὡδήγησέν με ἐπὶ τρίβους δικαιοσύνης
ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ.
Verse: 4 
ἐὰν γὰρ καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου,
οὐ ϕοβηθήσομαι κακά, ὅτι σὺ μετ' ἐμοῦ εἶ·
ῥάβδος σου καὶ βακτηρία σου, αὐταί με παρεκάλεσαν.
Verse: 5 
ἡτοίμασας ἐνώπιόν μου τράπεζαν ἐξ ἐναντίας τῶν θλιβόντων με·
ἐλίπανας ἐν ἐλαίῳ τὴν κεϕαλήν μου,
καὶ τὸ ποτήριόν σου μεθύσκον ὡς κράτιστον.
Verse: 6 
καὶ τὸ ἔλεός σου καταδιώξεταί με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου,
καὶ τὸ κατοικεῖν με ἐν οἴκῳ κυρίου εἰς μακρότητα ἡμερῶν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.