TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 597
Previous part

Chapter: 28 
Verse: 1  Ψαλμὸς τῷ Δαυιδ· ἐξοδίου σκηνῆς.
᾽Ενέγκατε τῷ κυρίῳ, υἱοὶ θεοῦ,
ἐνέγκατε τῷ κυρίῳ υἱοὺς κριῶν,
ἐνέγκατε τῷ κυρίῳ δόξαν καὶ τιμήν,
Verse: 2 
ἐνέγκατε τῷ κυρίῳ δόξαν ὀνόματι αὐτοῦ,
προσκυνήσατε τῷ κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ.
Verse: 3 
ϕωνὴ κυρίου ἐπὶ τῶν ὑδάτων,
θεὸς τῆς δόξης ἐβρόντησεν,
κύριος ἐπὶ ὑδάτων πολλῶν.
Verse: 4 
ϕωνὴ κυρίου ἐν ἰσχύι,
ϕωνὴ κυρίου ἐν μεγαλοπρεπείᾳ.
Verse: 5 
ϕωνὴ κυρίου συντρίβοντος κέδρους,
καὶ συντρίψει κύριος τὰς κέδρους τοῦ Λιβάνου
Verse: 6 
καὶ λεπτυνεῖ αὐτὰς ὡς τὸν μόσχον τὸν Λίβανον,
καὶ ἠγαπημένος ὡς υἱὸς μονοκερώτων.
Verse: 7 
ϕωνὴ κυρίου διακόπτοντος ϕλόγα πυρός,
Verse: 8 
ϕωνὴ κυρίου συσσείοντος ἔρημον,
καὶ συσσείσει κύριος τὴν ἔρημον Καδης.
Verse: 9 
ϕωνὴ κυρίου καταρτιζομένου ἐλάϕους,
καὶ ἀποκαλύψει δρυμούς·
καὶ ἐν τῷ ναῷ αὐτοῦ πᾶς τις λέγει δόξαν.
Verse: 10 
κύριος τὸν κατακλυσμὸν κατοικιεῖ,
καὶ καθίεται κύριος βασιλεὺς εἰς τὸν αἰῶνα.
Verse: 11 
κύριος ἰσχὺν τῷ λαῷ αὐτοῦ δώσει,
κύριος εὐλογήσει τὸν λαὸν αὐτοῦ ἐν εἰρήνῃ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.