TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 600
Previous part

Chapter: 31 
Verse: 1  Τῷ Δαυιδ· συνέσεως.
Μακάριοι ὧν ἀϕέθησαν αἱ ἀνομίαι
καὶ ὧν ἐπεκαλύϕθησαν αἱ ἁμαρτίαι·
Verse: 2 
μακάριος ἀνήρ, οὗ οὐ μὴ λογίσηται κύριος ἁμαρτίαν,
οὐδὲ ἔστιν ἐν τῷ στόματι αὐτοῦ δόλος.
Verse: 3 
ὅτι ἐσίγησα, ἐπαλαιώθη τὰ ὀστᾶ μου
ἀπὸ τοῦ κράζειν με ὅλην τὴν ἡμέραν·
Verse: 4 
ὅτι ἡμέρας καὶ νυκτὸς ἐβαρύνθη ἐπ' ἐμὲ χείρ σου,
ἐστράϕην εἰς ταλαιπωρίαν ἐν τῷ ἐμπαγῆναι ἄκανθαν.
διάψαλμα.
Verse: 5 
τὴν ἁμαρτίαν μου ἐγνώρισα
καὶ τὴν ἀνομίαν μου οὐκ ἐκάλυψα·
εἶπα ᾽Εξαγορεύσω κατ' ἐμοῦ τὴν ἀνομίαν μου τῷ κυρίῳ·
καὶ σὺ ἀϕῆκας τὴν ἀσέβειαν τῆς ἁμαρτίας μου.
διάψαλμα.
Verse: 6 
ὑπὲρ ταύτης προσεύξεται πᾶς ὅσιος πρὸς σὲ ἐν καιρῷ εὐθέτῳ·
πλὴν ἐν κατακλυσμῷ ὑδάτων πολλῶν πρὸς αὐτὸν οὐκ ἐγγιοῦσιν.
Verse: 7 
σύ μου εἶ καταϕυγὴ ἀπὸ θλίψεως τῆς περιεχούσης με·
τὸ ἀγαλλίαμά μου, λύτρωσαί με ἀπὸ τῶν κυκλωσάντων με.
διάψαλμα.
Verse: 8 
συνετιῶ σε καὶ συμβιβῶ σε ἐν ὁδῷ ταύτῃ, πορεύσῃ,
ἐπιστηριῶ ἐπὶ σὲ τοὺς ὀϕθαλμούς μου.
Verse: 9 
μὴ γίνεσθε ὡς ἵππος καὶ ἡμίονος, οἷς οὐκ ἔστιν σύνεσις,
ἐν χαλινῷ καὶ κημῷ τὰς σιαγόνας αὐτῶν ἄγξαι
τῶν μὴ ἐγγιζόντων πρὸς σέ.
Verse: 10 
πολλαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ,
τὸν δὲ ἐλπίζοντα ἐπὶ κύριον ἔλεος κυκλώσει.
Verse: 11 
εὐϕράνθητε ἐπὶ κύριον καὶ ἀγαλλιᾶσθε, δίκαιοι,
καὶ καυχᾶσθε, πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.