TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 602
Previous part

Chapter: 33 
Verse: 1  Τῷ Δαυιδ, ὁπότε ἠλλοίωσεν τὸ πρόσωπον
αὐτοῦ ἐναντίον Αβιμελεχ, καὶ ἀπέλυσεν
αὐτόν, καὶ ἀπῆλθεν.
Verse: 2 
Εὐλογήσω τὸν κύριον ἐν παντὶ καιρῷ,
διὰ παντὸς αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου.
Verse: 3 
ἐν τῷ κυρίῳ ἐπαινεσθήσεται ψυχή μου·
ἀκουσάτωσαν πραεῖς καὶ εὐϕρανθήτωσαν.
Verse: 4 
μεγαλύνατε τὸν κύριον σὺν ἐμοί,
καὶ ὑψώσωμεν τὸ ὄνομα αὐτοῦ ἐπὶ τὸ αὐτό.
Verse: 5 
ἐξεζήτησα τὸν κύριον, καὶ ἐπήκουσέν μου
καὶ ἐκ πασῶν τῶν παροικιῶν μου ἐρρύσατό με.
Verse: 6 
προσέλθατε πρὸς αὐτὸν καὶ ϕωτίσθητε,
καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ.
Verse: 7 
οὗτος πτωχὸς ἐκέκραξεν, καὶ κύριος εἰσήκουσεν αὐτοῦ
καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ ἔσωσεν αὐτόν.
Verse: 8 
παρεμβαλεῖ ἄγγελος κυρίου κύκλῳ τῶν ϕοβουμένων αὐτὸν καὶ ῥύσεται αὐτούς.
Verse: 9 
γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς κύριος·
μακάριος ἀνήρ, ὃς ἐλπίζει ἐπ' αὐτόν.
Verse: 10 
ϕοβήθητε τὸν κύριον, οἱ ἅγιοι αὐτοῦ,
ὅτι οὐκ ἔστιν ὑστέρημα τοῖς ϕοβουμένοις αὐτόν.
Verse: 11 
πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν,
οἱ δὲ ἐκζητοῦντες τὸν κύριον οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ.
διάψαλμα.
Verse: 12 
δεῦτε, τέκνα, ἀκούσατέ μου·
ϕόβον κυρίου διδάξω ὑμᾶς.
Verse: 13 
τίς ἐστιν ἄνθρωπος θέλων ζωὴν
ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς;
Verse: 14 
παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ
καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον.
Verse: 15 
ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν,
ζήτησον εἰρήνην καὶ δίωξον αὐτήν.
Verse: 16 
ὀϕθαλμοὶ κυρίου ἐπὶ δικαίους,
καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν.
Verse: 17 
πρόσωπον δὲ κυρίου ἐπὶ ποιοῦντας κακὰ
τοῦ ἐξολεθρεῦσαι ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν.
Verse: 18 
ἐκέκραξαν οἱ δίκαιοι, καὶ κύριος εἰσήκουσεν αὐτῶν
καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτῶν ἐρρύσατο αὐτούς.
Verse: 19 
ἐγγὺς κύριος τοῖς συντετριμμένοις τὴν καρδίαν
καὶ τοὺς ταπεινοὺς τῷ πνεύματι σώσει.
Verse: 20 
πολλαὶ αἱ θλίψεις τῶν δικαίων,
καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτούς.
Verse: 21 
κύριος ϕυλάσσει πάντα τὰ ὀστᾶ αὐτῶν,
ἓν ἐξ αὐτῶν οὐ συντριβήσεται.
Verse: 22 
θάνατος ἁμαρτωλῶν πονηρός,
καὶ οἱ μισοῦντες τὸν δίκαιον πλημμελήσουσιν.
Verse: 23 
λυτρώσεται κύριος ψυχὰς δούλων αὐτοῦ,
καὶ οὐ μὴ πλημμελήσωσιν πάντες οἱ ἐλπίζοντες ἐπ' αὐτόν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.