TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 604
Previous part

Chapter: 35 
Verse: 1  Εἰς τὸ τέλος· τῷ δούλῳ κυρίου τῷ Δαυιδ.
Verse: 2 
Φησὶν παράνομος τοῦ ἁμαρτάνειν ἐν ἑαυτῷ,
οὐκ ἔστιν ϕόβος θεοῦ ἀπέναντι τῶν ὀϕθαλμῶν αὐτοῦ·
Verse: 3 
ὅτι ἐδόλωσεν ἐνώπιον αὐτοῦ
τοῦ εὑρεῖν τὴν ἀνομίαν αὐτοῦ καὶ μισῆσαι.
Verse: 4 
τὰ ῥήματα τοῦ στόματος αὐτοῦ ἀνομία καὶ δόλος,
οὐκ ἐβουλήθη συνιέναι τοῦ ἀγαθῦναι·
Verse: 5 
ἀνομίαν διελογίσατο ἐπὶ τῆς κοίτης αὐτοῦ,
παρέστη πάσῃ ὁδῷ οὐκ ἀγαθῇ,
τῇ δὲ κακίᾳ οὐ προσώχθισεν.
Verse: 6 
κύριε, ἐν τῷ οὐρανῷ τὸ ἔλεός σου,
καὶ ἀλήθειά σου ἕως τῶν νεϕελῶν·
Verse: 7 
δικαιοσύνη σου ὡσεὶ ὄρη θεοῦ,
τὰ κρίματά σου ἄβυσσος πολλή·
ἀνθρώπους καὶ κτήνη σώσεις, κύριε.
Verse: 8 
ὡς ἐπλήθυνας τὸ ἔλεός σου, θεός·
οἱ δὲ υἱοὶ τῶν ἀνθρώπων ἐν σκέπῃ τῶν πτερύγων σου ἐλπιοῦσιν.
Verse: 9 
μεθυσθήσονται ἀπὸ πιότητος τοῦ οἴκου σου,
καὶ τὸν χειμάρρουν τῆς τρυϕῆς σου ποτιεῖς αὐτούς·
Verse: 10 
ὅτι παρὰ σοὶ πηγὴ ζωῆς,
ἐν τῷ ϕωτί σου ὀψόμεθα ϕῶς.
Verse: 11 
παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσίν σε
καὶ τὴν δικαιοσύνην σου τοῖς εὐθέσι τῇ καρδίᾳ.
Verse: 12 
μὴ ἐλθέτω μοι ποὺς ὑπερηϕανίας,
καὶ χεὶρ ἁμαρτωλῶν μὴ σαλεύσαι με.
Verse: 13 
ἐκεῖ ἔπεσον οἱ ἐργαζόμενοι τὴν ἀνομίαν,
ἐξώσθησαν καὶ οὐ μὴ δύνωνται στῆναι.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.