TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 606
Chapter: 37
Verse: 1
Ψαλμὸς
τῷ
Δαυιδ
·
εἰς
ἀνάμνησιν
περὶ
σαββάτου
.
Verse: 2
Κύριε
,
μὴ
τῷ
θυμῷ
σου
ἐλέγξῃς
με
μηδὲ
τῇ
ὀργῇ
σου
παιδεύσῃς
με
.
Verse: 3
ὅτι
τὰ
βέλη
σου
ἐνεπάγησάν
μοι
,
καὶ
ἐπεστήρισας
ἐπ
'
ἐμὲ
τὴν
χεῖρά
σου
·
Verse: 4
οὐκ
ἔστιν
ἴασις
ἐν
τῇ
σαρκί
μου
ἀπὸ
προσώπου
τῆς
ὀργῆς
σου
,
οὐκ
ἔστιν
εἰρήνη
τοῖς
ὀστέοις
μου
ἀπὸ
προσώπου
τῶν
ἁμαρτιῶν
μου
.
Verse: 5
ὅτι
αἱ
ἀνομίαι
μου
ὑπερῆραν
τὴν
κεϕαλήν
μου
,
ὡσεὶ
ϕορτίον
βαρὺ
ἐβαρύνθησαν
ἐπ
'
ἐμέ
.
Verse: 6
προσώζεσαν
καὶ
ἐσάπησαν
οἱ
μώλωπές
μου
ἀπὸ
προσώπου
τῆς
ἀϕροσύνης
μου
·
Verse: 7
ἐταλαιπώρησα
καὶ
κατεκάμϕθην
ἕως
τέλους
,
ὅλην
τὴν
ἡμέραν
σκυθρωπάζων
ἐπορευόμην
.
Verse: 8
ὅτι
αἱ
ψύαι
μου
ἐπλήσθησαν
ἐμπαιγμῶν
,
καὶ
οὐκ
ἔστιν
ἴασις
ἐν
τῇ
σαρκί
μου
·
Verse: 9
ἐκακώθην
καὶ
ἐταπεινώθην
ἕως
σϕόδρα
,
ὠρυόμην
ἀπὸ
στεναγμοῦ
τῆς
καρδίας
μου
.
Verse: 10
κύριε
,
ἐναντίον
σου
πᾶσα
ἡ
ἐπιθυμία
μου
,
καὶ
ὁ
στεναγμός
μου
ἀπὸ
σοῦ
οὐκ
ἐκρύβη
.
Verse: 11
ἡ
καρδία
μου
ἐταράχθη
,
ἐγκατέλιπέν
με
ἡ
ἰσχύς
μου
,
καὶ
τὸ
ϕῶς
τῶν
ὀϕθαλμῶν
μου
καὶ
αὐτὸ
οὐκ
ἔστιν
μετ
'
ἐμοῦ
.
Verse: 12
οἱ
ϕίλοι
μου
καὶ
οἱ
πλησίον
μου
ἐξ
ἐναντίας
μου
ἤγγισαν
καὶ
ἔστησαν
,
καὶ
οἱ
ἔγγιστά
μου
ἀπὸ
μακρόθεν
ἔστησαν
·
Verse: 13
καὶ
ἐξεβιάσαντο
οἱ
ζητοῦντες
τὴν
ψυχήν
μου
,
καὶ
οἱ
ζητοῦντες
τὰ
κακά
μοι
ἐλάλησαν
ματαιότητας
καὶ
δολιότητας
ὅλην
τὴν
ἡμέραν
ἐμελέτησαν
.
Verse: 14
ἐγὼ
δὲ
ὡσεὶ
κωϕὸς
οὐκ
ἤκουον
καὶ
ὡσεὶ
ἄλαλος
οὐκ
ἀνοίγων
τὸ
στόμα
αὐτοῦ
Verse: 15
καὶ
ἐγενόμην
ὡσεὶ
ἄνθρωπος
οὐκ
ἀκούων
καὶ
οὐκ
ἔχων
ἐν
τῷ
στόματι
αὐτοῦ
ἐλεγμούς
.
Verse: 16
ὅτι
ἐπὶ
σοί
,
κύριε
,
ἤλπισα
·
σὺ
εἰσακούσῃ
,
κύριε
ὁ
θεός
μου
.
Verse: 17
ὅτι
εἶπα
Μήποτε
ἐπιχαρῶσίν
μοι
οἱ
ἐχθροί
μου
·
καὶ
ἐν
τῷ
σαλευθῆναι
πόδας
μου
ἐπ
'
ἐμὲ
ἐμεγαλορρημόνησαν
.
Verse: 18
ὅτι
ἐγὼ
εἰς
μάστιγας
ἕτοιμος
,
καὶ
ἡ
ἀλγηδών
μου
ἐνώπιόν
μου
διὰ
παντός
.
Verse: 19
ὅτι
τὴν
ἀνομίαν
μου
ἐγὼ
ἀναγγελῶ
καὶ
μεριμνήσω
ὑπὲρ
τῆς
ἁμαρτίας
μου
.
Verse: 20
οἱ
δὲ
ἐχθροί
μου
ζῶσιν
καὶ
κεκραταίωνται
ὑπὲρ
ἐμέ
,
καὶ
ἐπληθύνθησαν
οἱ
μισοῦντές
με
ἀδίκως
·
Verse: 21
οἱ
ἀνταποδιδόντες
κακὰ
ἀντὶ
ἀγαθῶν
ἐνδιέβαλλόν
με
,
ἐπεὶ
κατεδίωκον
δικαιοσύνην
,
[καὶ
ἀπέρριψάν
με
τὸν
ἀγαπητὸν
ὡσεὶ
νεκρὸν
ἐβδελυγμένον
.]
Verse: 22
μὴ
ἐγκαταλίπῃς
με
,
κύριε
·
ὁ
θεός
μου
,
μὴ
ἀποστῇς
ἀπ
'
ἐμοῦ
·
Verse: 23
πρόσχες
εἰς
τὴν
βοήθειάν
μου
,
κύριε
τῆς
σωτηρίας
μου
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.