TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 626
Previous part

Chapter: 57 
Verse: 1  Εἰς τὸ τέλος· μὴ διαϕθείρῃς· τῷ Δαυιδ
εἰς στηλογραϕίαν.
Verse: 2 
Εἰ ἀληθῶς ἄρα δικαιοσύνην λαλεῖτε;
εὐθεῖα κρίνετε, οἱ υἱοὶ τῶν ἀνθρώπων;
Verse: 3 
καὶ γὰρ ἐν καρδίᾳ ἀνομίας ἐργάζεσθε ἐν τῇ γῇ,
ἀδικίαν αἱ χεῖρες ὑμῶν συμπλέκουσιν.
Verse: 4 
ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας,
ἐπλανήθησαν ἀπὸ γαστρός, ἐλάλησαν ψεύδη.
Verse: 5 
θυμὸς αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄϕεως,
ὡσεὶ ἀσπίδος κωϕῆς καὶ βυούσης τὰ ὦτα αὐτῆς,
Verse: 6 
ἥτις οὐκ εἰσακούσεται ϕωνὴν ἐπᾳδόντων
ϕαρμάκου τε ϕαρμακευομένου παρὰ σοϕοῦ.
Verse: 7 
θεὸς συνέτριψεν τοὺς ὀδόντας αὐτῶν ἐν τῷ στόματι αὐτῶν,
τὰς μύλας τῶν λεόντων συνέθλασεν κύριος.
Verse: 8 
ἐξουδενωθήσονται ὡς ὕδωρ διαπορευόμενον·
ἐντενεῖ τὸ τόξον αὐτοῦ, ἕως οὗ ἀσθενήσουσιν.
Verse: 9 
ὡσεὶ κηρὸς τακεὶς ἀνταναιρεθήσονται·
ἐπέπεσε πῦρ, καὶ οὐκ εἶδον τὸν ἥλιον.
Verse: 10 
πρὸ τοῦ συνιέναι τὰς ἀκάνθας ὑμῶν τὴν ῥάμνον,
ὡσεὶ ζῶντας ὡσεὶ ἐν ὀργῇ καταπίεται ὑμᾶς.
Verse: 11 
εὐϕρανθήσεται δίκαιος, ὅταν ἴδῃ ἐκδίκησιν ἀσεβῶν·
τὰς χεῖρας αὐτοῦ νίψεται ἐν τῷ αἵματι τοῦ ἁμαρτωλοῦ.
Verse: 12 
καὶ ἐρεῖ ἄνθρωπος Εἰ ἄρα ἔστιν καρπὸς τῷ δικαίῳ,
ἄρα ἐστὶν θεὸς κρίνων αὐτοὺς ἐν τῇ γῇ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.