TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 628
Previous part

Chapter: 59 
Verse: 1  Εἰς τὸ τέλος· τοῖς ἀλλοιωθησομένοις ἔτι, εἰς στηλογραϕίαν
τῷ Δαυιδ, εἰς διδαχήν,
Verse: 2 
ὁπότε ἐνεπύρισεν
τὴν Μεσοποταμίαν Συρίας καὶ τὴν Συρίαν Σωβα,
καὶ ἐπέστρεψεν Ιωαβ καὶ ἐπάταξεν τὴν
ϕάραγγα τῶν ἁλῶν, δώδεκα χιλιάδας.
Verse: 3 
῾Ο θεός, ἀπώσω ἡμᾶς καὶ καθεῖλες ἡμᾶς,
ὠργίσθης καὶ οἰκτίρησας ἡμᾶς.
Verse: 4 
συνέσεισας τὴν γῆν καὶ συνετάραξας αὐτήν·
ἴασαι τὰ συντρίμματα αὐτῆς, ὅτι ἐσαλεύθη.
Verse: 5 
ἔδειξας τῷ λαῷ σου σκληρά,
ἐπότισας ἡμᾶς οἶνον κατανύξεως.
Verse: 6 
ἔδωκας τοῖς ϕοβουμένοις σε σημείωσιν
τοῦ ϕυγεῖν ἀπὸ προσώπου τόξου.
διάψαλμα.
Verse: 7 
ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου,
σῶσον τῇ δεξιᾷ σου καὶ ἐπάκουσόν μου.
Verse: 8 
θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ
᾽Αγαλλιάσομαι καὶ διαμεριῶ Σικιμα
καὶ τὴν κοιλάδα τῶν σκηνῶν διαμετρήσω·
Verse: 9 
ἐμός ἐστιν Γαλααδ, καὶ ἐμός ἐστιν Μανασση,
καὶ Εϕραιμ κραταίωσις τῆς κεϕαλῆς μου,
Ιουδας βασιλεύς μου·
Verse: 10 
Μωαβ λέβης τῆς ἐλπίδος μου,
ἐπὶ τὴν Ιδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου,
ἐμοὶ ἀλλόϕυλοι ὑπετάγησαν.
Verse: 11 
τίς ἀπάξει με εἰς πόλιν περιοχῆς;
τίς ὁδηγήσει με ἕως τῆς Ιδουμαίας;
Verse: 12 
οὐχὶ σύ, θεός, ἀπωσάμενος ἡμᾶς;
καὶ οὐκ ἐξελεύσῃ, θεός, ἐν ταῖς δυνάμεσιν ἡμῶν.
Verse: 13 
δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως·
καὶ ματαία σωτηρία ἀνθρώπου.
Verse: 14 
ἐν δὲ τῷ θεῷ ποιήσομεν δύναμιν,
καὶ αὐτὸς ἐξουδενώσει τοὺς θλίβοντας ἡμᾶς.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.