TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 653
Previous part

Chapter: 84 
Verse: 1  Εἰς τὸ τέλος· τοῖς υἱοῖς Κορε ψαλμός.
Verse: 2 
Εὐδόκησας, κύριε, τὴν γῆν σου,
ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ιακωβ·
Verse: 3 
ἀϕῆκας τὰς ἀνομίας τῷ λαῷ σου,
ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν.
διάψαλμα.
Verse: 4 
κατέπαυσας πᾶσαν τὴν ὀργήν σου,
ἀπέστρεψας ἀπὸ ὀργῆς θυμοῦ σου.
Verse: 5 
ἐπίστρεψον ἡμᾶς, θεὸς τῶν σωτηρίων ἡμῶν,
καὶ ἀπόστρεψον τὸν θυμόν σου ἀϕ' ἡμῶν.
Verse: 6 
μὴ εἰς τὸν αἰῶνα ὀργισθήσῃ ἡμῖν
διατενεῖς τὴν ὀργήν σου ἀπὸ γενεᾶς εἰς γενεάν;
Verse: 7 
θεός, σὺ ἐπιστρέψας ζωώσεις ἡμᾶς,
καὶ λαός σου εὐϕρανθήσεται ἐπὶ σοί.
Verse: 8 
δεῖξον ἡμῖν, κύριε, τὸ ἔλεός σου
καὶ τὸ σωτήριόν σου δῴης ἡμῖν.
Verse: 9 
ἀκούσομαι τί λαλήσει ἐν ἐμοὶ κύριος θεός,
ὅτι λαλήσει εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ
καὶ ἐπὶ τοὺς ὁσίους αὐτοῦ
καὶ ἐπὶ τοὺς ἐπιστρέϕοντας πρὸς αὐτὸν καρδίαν.
Verse: 10 
πλὴν ἐγγὺς τῶν ϕοβουμένων αὐτὸν τὸ σωτήριον αὐτοῦ
τοῦ κατασκηνῶσαι δόξαν ἐν τῇ γῇ ἡμῶν.
Verse: 11 
ἔλεος καὶ ἀλήθεια συνήντησαν,
δικαιοσύνη καὶ εἰρήνη κατεϕίλησαν·
Verse: 12 
ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλεν,
καὶ δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυψεν.
Verse: 13 
καὶ γὰρ κύριος δώσει χρηστότητα,
καὶ γῆ ἡμῶν δώσει τὸν καρπὸν αὐτῆς·
Verse: 14 
δικαιοσύνη ἐναντίον αὐτοῦ προπορεύσεται
καὶ θήσει εἰς ὁδὸν τὰ διαβήματα αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.