TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 655
Previous part

Chapter: 86 
Verse: 1  Τοῖς υἱοῖς Κορε ψαλμὸς ᾠδῆς.
Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσιν τοῖς ἁγίοις·
Verse: 2 
ἀγαπᾷ κύριος τὰς πύλας Σιων
ὑπὲρ πάντα τὰ σκηνώματα Ιακωβ.
Verse: 3 
δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, πόλις τοῦ θεοῦ.
διάψαλμα.
Verse: 4 
μνησθήσομαι Ρααβ καὶ Βαβυλῶνος τοῖς γινώσκουσίν με·
καὶ ἰδοὺ ἀλλόϕυλοι καὶ Τύρος καὶ λαὸς Αἰθιόπων,
οὗτοι ἐγενήθησαν ἐκεῖ.
Verse: 5 
Μήτηρ Σιων, ἐρεῖ ἄνθρωπος,
καὶ ἄνθρωπος ἐγενήθη ἐν αὐτῇ,
καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὕψιστος.
Verse: 6 
κύριος διηγήσεται ἐν γραϕῇ λαῶν
καὶ ἀρχόντων τούτων τῶν γεγενημένων ἐν αὐτῇ.
διάψαλμα.
Verse: 7 
ὡς εὐϕραινομένων πάντων κατοικία ἐν σοί.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.