TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 718
Previous part

Chapter: 149 
Verse: 1  Αλληλουια.
῎Αισατε τῷ κυρίῳ ᾆσμα καινόν,
αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ ὁσίων.
Verse: 2 
εὐϕρανθήτω Ισραηλ ἐπὶ τῷ ποιήσαντι αὐτόν,
καὶ υἱοὶ Σιων ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν·
Verse: 3 
αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ,
ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ,
Verse: 4 
ὅτι εὐδοκεῖ κύριος ἐν λαῷ αὐτοῦ
καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ.
Verse: 5 
καυχήσονται ὅσιοι ἐν δόξῃ
καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν·
Verse: 6 
αἱ ὑψώσεις τοῦ θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν,
καὶ ῥομϕαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν
Verse: 7 
τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν,
ἐλεγμοὺς ἐν τοῖς λαοῖς,
Verse: 8 
τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις
καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς,
Verse: 9 
τοῦ ποιῆσαι ἐν αὐτοῖς κρίμα ἔγγραπτον·
δόξα αὕτη ἐστὶν πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.